Humanitext Reader

琉善 · 众神对话录 §25.1-25.2

关于卡斯托尔与波吕丢克斯的对话

第 25 段,共 25 段 · 希腊语

内容简介

阿波罗和赫尔墨斯讨论了如何辨别孪生神卡斯托尔与波吕丢克斯,以及他们交替分享不死之身的缘由,并谈到了他们救助海难船员的职责。

§25.1ΑΠΟΛΛΩΝ Ἔχεις μοι εἰπεῖν, ὦ Ἑρμῆ, πότερος ὁ Κάστωρ ἐστὶ τούτων ἢ πότερος ὁ Πολυδεύκης;
阿波罗赫尔墨斯,你能告诉我他们中哪一个是卡斯托尔,哪一个是波吕丢克斯吗?
ἐγὼ γὰρ οὐκ ἂν διακρίναιμι αὐτούς.
因为我分不清他们。
ΕΡΜΗΣ Ὁ μὲν χθὲς ἡμῖν ξυγγενόμενος ἐκεῖνος Κάστωρ ἦν, οὗτος δὲ Πολυδεύκης.
赫尔墨斯昨天和我们在一起的那位是卡斯托尔,而这位是波吕丢克斯。
ΑΠΟΛΛΩΝ Πῶς διαγινώσκεις;
阿波罗你怎么辨别?
ὅμοιοι γάρ.
因为他们太像了。
ΕΡΜΗΣ Ὅτι οὗτος μέν, ὦ Ἄπολλον, ἔχει ἐπὶ τοῦ προσώπου τὰ ἴχνη τῶν τραυμάτων ἃ ἔλαβε παρὰ τῶν ἀνταγωνιστῶν πυκτεύων, καὶ μάλιστα ὁπόσα ὑπὸ τοῦ Βέβρυκος Ἀμύκου ἐτρώθη τῷ Ἰάσονι συμπλέων, ἅτερος δὲ οὐδὲν τοιοῦτον ἐμφαίνει, ἀλλὰ καθαρός ἐστι καὶ ἀπαθὴς τὸ πρόσωπον.
赫尔墨斯因为,阿波罗,这位脸上留着他在拳击时从对手那里受的伤痕,尤其是他与伊阿宋一同航行时被贝布里克斯人阿米科斯打伤的那些伤痕;而另一位则毫无此类痕迹,脸上白净且无伤。
ΑΠΟΛΛΩΝ Ὤνησας διδάξας τὰ γνωρίσματα, ἐπεὶ τά γε ἄλλα πάντα ἴσα, τοῦ ᾠοῦ τὸ ἡμίτομον καὶ ἀστὴρ ὑπεράνω καὶ ἀκόντιον ἐν τῇ χειρὶ καὶ ἵππος ἑκατέρῳ λευκός, ὥστε πολλάκις ἐγὼ τὸν μὲν προσεῖπον Κάστορα Πολυδεύκην ὄντα, τὸν δὲ τῷ τοῦ Πολυδεύκους ὀνόματι.
阿波罗你教会了我这些特征,真是帮了大忙。 因为其他一切都是一样的:半个蛋形的帽子,上方的星星,手中的投枪,以及每人一匹白马。 所以我常常把本是波吕丢克斯的那位叫作卡斯托尔,把另一位用波吕丢克斯的名字来称呼。
ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δήποτε οὐκ ἄμφω ξύνεισιν ἡμῖν, ἀλλ’ ἐξ ἡμισείας ἄρτι μὲν νεκρός, ἄρτι δὲ θεός ἐστιν ἅτερος αὐτῶν;
不过也请告诉我这件事,为什么他们两人不同时和我们在一起,而是轮流着,一会儿其中一个是死者,一会儿又是神呢?
§25.2ΕΡΜΗΣ Ὑπὸ φιλαδελφίας τοῦτο ποιοῦσιν·
赫尔墨斯他们是出于兄弟情谊才这样做的。
ἐπεὶ γὰρ ἔδει ἕνα μὲν τεθνάναι τῶν Λήδας υἱέων, ἕνα δὲ ἀθάνατον εἶναι, ἐνείμαντο οὕτως αὐτοὶ τὴν ἀθανασίαν.
因为在勒达的儿子们中,注定一个要死,一个要长生不死,他们便自己这样平分了不死之身。
ΑΠΟΛΛΩΝ Οὐ ξυνετήν, ὦ Ἑρμῆ, τὴν νομήν, οἵ γε οὐδὲ ὄψονται οὕτως ἀλλήλους, ὅπερ ἐπόθουν, οἶμαι, μάλιστα·
阿波罗赫尔墨斯,这分法可不聪明,因为这样他们甚至见不到彼此,而我想这本是他们最渴望的。
πῶς γάρ, ὁ μὲν παρὰ θεοῖς, ὁ δὲ παρὰ τοῖς φθιτοῖς ὤν;
因为一个在神明中,另一个在死者中,他们又怎能相见呢?
πλὴν ἀλλ’ ὥσπερ ἐγὼ μαντεύομαι, ὁ δὲ Ἀσκληπιὸς ἰᾶται, σὺ δὲ παλαίειν διδάσκεις παιδοτρίβης ἄριστος ὤν, ἡ δὲ Ἄρτεμις μαιεύεται καὶ τῶν ἄλλων ἕκαστος ἔχει τινὰ τέχνην ἢ θεοῖς ἢ ἀνθρώποις χρησίμην, οὗτοι δὲ τί ποιήσουσιν ἡμῖν;
不过,就像我预言,阿斯克勒庇俄斯治病,你作为优秀的体育教练教授格斗,阿耳特弥斯接生,其他每人也都有一门对神或人类有用的手艺一样,他们两个能为我们做些什么呢?
ἢ ἀργοὶ εὐωχήσονται τηλικοῦτοι ὄντες;
难道他们长得这么高大,却要游手好闲地享用宴席吗?
ΕΡΜΗΣ Οὐδαμῶς, ἀλλὰ προστέτακται αὐτοῖν ὑπηρετεῖν τῷ Ποσειδῶνι καὶ καθιππεύειν δεῖ τὸ πέλαγος καὶ ἐάν που ναύτας χειμαζομένους ἴδωσιν, ἐπικαθίσαντας ἐπὶ τὸ πλοῖον σῴζειν τοὺς ἐμπλέοντας.
赫尔墨斯绝非如此,他们被指派去服侍波塞冬,必须在海面上骑马巡视,如果发现哪里有船员遭遇风暴,就落在船上,解救航行中的人们。
ΑΠΟΛΛΩΝ Ἀγαθήν, ὦ Ἑρμῆ, καὶ σωτήριον λέγεις τὴν τέχνην.
阿波罗赫尔墨斯,你说的是一门高尚且救人于水火的手艺。

词汇与语法注释

  1. 281οὐκ ἂν διακρίναιμι — 使用 ἄν 加上祈愿法表示潜在的可能,意为“我无法分辨”。
  2. 282τοῦ ᾠοῦ τὸ ημίτομον — 意为“半个蛋”。结合斯巴达双子(狄俄斯库里)的母亲勒达由卵生下他们的神话,指他们头上戴着的半球形帽子(皮罗斯帽)的形状。
  3. 285τὸν μὲν προσεῖπον Κάστορα Πολυδεύκην ὄντα — 呼称动词 `προσεῖπον` 带有双宾格结构(包含宾格分词作宾语补足语),意为“把本是波吕丢克斯的人(`Πολυδεύκην ὄντα`)称呼为卡斯托尔(`Κάστορα`)”。在后续的 `τὸν δὲ` 分句中省略了 `προσεῖπον`。
  4. 286οἵ γε οὐδὲ ὄψονται — 关系代词 `οἵ` 搭配强调小词 `γε`,带有一种因果或理由的语气(“因为他们甚至见不到……”)。
  5. 287ἐπικαθίσαντας — 宾格分词 `ἐπικαθίσαντας` 与无人称动词 `δεῖ` 支配的不定式 `σῴζειν` 的逻辑主语(双子二人)保持格的一致(宾格),指他们落在船上并停留(暗指圣艾尔摩之火的传说)。

引用这一段

琉善, 众神对话录 §25.1-25.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:25.1-25.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。