Humanitext Reader

琉善 · 众神对话录 §22.1-22.2

赫拉与宙斯论狄奥尼索斯的功过

第 22 段,共 25 段 · 希腊语

内容简介

赫拉指责狄奥尼索斯阴柔怯弱且沉湎于酒精,而宙斯则通过列举他的军事功绩和神惩威力来为他辩护,并指出饮酒的坏处在于人们缺乏节制,而非酒本身。

§22.1ΗΡΑ Ἐγὼ μὲν ᾐσχυνόμην ἄν, ὦ Ζεῦ, εἴ μοι τοιοῦτος υἱὸς ἦν, θῆλυς οὕτω καὶ διεφθαρμένος ὑπὸ τῆς μέθης, μίτρᾳ μὲν ἀναδεδεμένος τὴν κόμην, τὰ πολλὰ δὲ μαινομέναις γυναιξὶ συνών, ἁβρότερος αὐτῶν ἐκείνων, ὑπὸ τυμπάνοις καὶ αὐλῷ καὶ κυμβάλοις χορεύων, καὶ ὅλως παντὶ μᾶλλον ἐοικὼς ἢ σοὶ τῷ πατρί.
赫拉宙斯,如果我有这样一个儿子,我会感到羞耻的:他如此阴柔,因沉湎于酒精而堕落,用发带束着头发,大部分时间与狂乱的女人混在一起,甚至比她们还要娇弱,在手鼓、笛子和钹的伴奏下跳舞,总之,他像任何东西,就是不像你这个父亲。
ΖΕΥΣ Καὶ μὴν οὗτός γε ὁ θηλυμίτρης, ὁ ἁβρότερος τῶν γυναικῶν οὐ μόνον, ὦ Ἥρα, τὴν Λυδίαν ἐχειρώσατο καὶ τοὺς κατοικοῦντας τὸν Τμῶλον ἔλαβε καὶ Θρᾷκας ὑπηγάγετο, ἀλλὰ καὶ ἐπ' Ἰνδοὺς ἐλάσας τῷ γυναικείῳ τούτῳ στρατιωτικῷ τούς τε ἐλέφαντας εἷλε καὶ τῆς χώρας ἐκράτησε καὶ τὸν βασιλέα πρὸς ὀλίγον ἀντιστῆναι τολμήσαντα αἰχμάλωτον ἀπήγαγε, καὶ ταῦτα πάντα ἔπραξεν ὀρχούμενος ἅμα καὶ χορεύων θύρσοις χρώμενος κιττίνοις, μεθύων, ὡς φῄς, καὶ ἐνθεάζων.
宙斯然而,赫拉,这个戴着女人发带、不仅比女人还要娇弱的家伙,不仅征服了吕底亚,俘虏了居住在特摩洛斯山的人,臣服了色雷斯人,而且还率领这支女里女气的军队进攻印度人,夺取了他们的战象,控制了他们的国土,并将那个竟敢抵抗了片刻的国王俘虏带走。 而且,他做这一切的时候,还在边歌边舞,手持缠着常春藤的酒神杖,正如你所说,喝得大醉并且神魂颠倒。
εἰ δέ τις ἐπεχείρησε λοιδορήσασθαι αὐτῷ ὑβρίσας ἐς τὴν τελετήν, καὶ τοῦτον ἐτιμωρήσατο ἢ καταδήσας τοῖς κλήμασιν ἢ διασπασθῆναι ποιήσας ὑπὸ τῆς μητρὸς ὥσπερ νεβρόν.
如果有人企图侮辱他的秘仪并辱骂他,他也惩罚了那个人,要么用葡萄藤将其绑起来,要么让他像小鹿一样被自己的母亲撕成碎片。
ὁρᾷς ὡς ἀνδρεῖα ταῦτα καὶ οὐκ ἀνάξια τοῦ πατρός; εἰ δὲ παιδιὰ καὶ τρυφὴ πρόσεστιν αὐτοῖς, οὐδεὶς φθόνος, καὶ μάλιστα εἰ λογίσαιτό τις, οἷος ἂν οὗτος νήφων ἦν, ὅπου ταῦτα μεθύων ποιεῖ.
你难道看不出这些举动是多么勇敢,不愧为他的父亲吗? 如果说其中伴随着嬉戏与享乐,那也无需嫉妒,特别是如果人们考虑到,既然他在醉酒时能做出这些事,那么在他清醒时又该是怎样的呢。
§22.2ΗΡΑ Σύ μοι δοκεῖς ἐπαινέσεσθαι καὶ τὸ εὕρεμα αὐτοῦ, τὴν ἄμπελον καὶ τὸν οἶνον, καὶ ταῦτα ὁρῶν οἷα οἱ μεθυσθέντες ποιοῦσι σφαλλόμενοι καὶ πρὸς ὕβριν τρεπόμενοι καὶ ὅλως μεμηνότες ὑπὸ τοῦ ποτοῦ· τὸν γοῦν Ἰκάριον, ᾧ πρώτῳ ἔδωκεν τὸ κλῆμα, οἱ ξυμπόται αὐτοὶ διέφθειραν παίοντες ταῖς δικέλλαις.
赫拉在我看来,你似乎还要赞美他的发明——葡萄藤和葡萄酒,而且这还是在你亲眼看到那些醉酒之人如何步履蹒跚、变得粗暴无礼、并在酒精的作用下完全发疯的情况下;至少,那个他最先赠予葡萄藤的伊卡里奥斯,就是被他自己的酒友用双齿锄打死的。
ΖΕΥΣ Οὐδὲν τοῦτο φῄς·
宙斯你这话毫无道理。
οὐ γάρ οἶνος ταῦτα οὐδὲ ὁ Διόνυσος ποιεῖ, τὸ δὲ ἄμετρον τῆς πόσεως καὶ τὸ πέρα τοῦ καλῶς ἔχοντος ἐμφορεῖσθαι τοῦ ἀκράτου.
因为做这些事的既不是葡萄酒,也不是狄奥尼索斯,而是无节制的饮酒以及过量灌入未经稀释的烈酒。
ὃς δ’ ἂν ἔμμετρα πίνῃ, ἱλαρώτερος μὲν καὶ ἡδίων γένοιτ' ἄν· οἷον δὲ ὁ Ἰκάριος ἔπαθεν, οὐδὲν ἂν ἐργάσαιτο οὐδένα τῶν ξυμποτῶν.
凡是适度饮酒的人,都会变得更加快乐和愉悦;他绝不会让任何酒友遭受像伊卡里奥斯那样的遭遇。
ἀλλὰ σὺ ἔτι ζηλοτυπεῖν ἔοικας, ὦ Ἥρα, καὶ τῆς Σεμέλης μνημονεύειν, ἥ γε διαβάλλεις τοῦ Διονύσου τὰ κάλλιστα.
但是,赫拉,你似乎仍在嫉妒,并且还记着塞墨勒,以至于你竟要诽谤狄奥尼索斯最美好的恩赐。

词汇与语法注释

  1. 22.1Ἐγὼ μὲν ᾐσχυνόμην ἄν, ὦ Ζεῦ, εἴ μοι τοιοῦτος υἱὸς ἦν — 针对现在及持续过去的虚拟条件句。赫拉表示如果自己有这样一个儿子(而实际上没有或不承认)她会感到羞耻,以此强调狄奥尼索斯并非她所生。
  2. 22.1ἁβρότερος αὐτῶν ἐκείνων — 比较级 `ἁβρότερος` 后的比较属格。`αὐτῶν ἐκείνων` 指代前文的 `μαινομέναις γυναιξὶ`(狂乱的妇人们),强调狄奥尼索斯甚至比那些狂热的女人还要娇弱。
  3. 22.1διασπασθῆναι ποιήσας ὑπὸ τῆς μητρὸς ὥσπερ νεβρόν — 使役动词 `ποιέω` 加上不定式(`διασπασθῆναι`)的结构。动作的实际发出者由 `ὑπὸ τῆς μητρὸς` 表示,指的是狄奥尼索斯“使得”彭透斯被其母亲阿高埃像对待小鹿一样撕碎的神话。
  4. 22.1οἷος ἂν οὗτος νήφων ἦν, ὅπου ταῦτα μεθύων ποιεῖ — `οἷος ἂν ... ἦν` 是虚拟语气的主句(结果主句)。连词 `ὅπου` 在此处用于引入对比事实或前提条件(“既然在……的情况下”)。这构成了宙斯反驳的核心逻辑:“既然他在醉酒时能做出如此功绩,可以想象如果他清醒时该有多么了不起。”
  5. 22.2ἥ γε διαβάλλεις — 关系代名词 `ἥ`(先行词为动词第二人称变化中所隐含的赫拉)加上表示强调原因的小词 `γε`,意为“既然你……”。该因果关系从句构成了宙斯断定赫拉仍在嫉妒塞墨勒的论据。

引用这一段

琉善, 众神对话录 §22.1-22.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:22.1-22.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。