Humanitext Reader

琉善 · 众神对话录 §21.1-21.2

阿波罗与赫尔墨斯谈阿瑞斯和阿芙洛狄忒被捉

第 21 段,共 25 段 · 希腊语

内容简介

阿波罗与赫尔墨斯交谈,议论赫菲斯托斯如何当场捉住偷情的阿瑞斯和阿芙洛狄忒,并用无形的网将他们捆绑示众的滑稽场面。

§21.1ΑΠΟΛΛΩΝ Τί γελᾷς, ὦ Ἑρμῆ;
阿波罗你笑什么,赫尔墨斯?
ΕΡΜΗΣ Ὅτι γελοιότατα, ὦ Ἄπολλον, εἶδον.
赫尔墨斯因为,阿波罗,我看到了最滑稽的事情。
ΑΠΟΛΛΩΝ Εἰπὲ οὖν, ὡς καὶ αὐτὸς ἀκούσας ἔχω ξυγγελᾶν.
阿波罗那么快说吧,让我听了也能和你一起笑。
ΕΡΜΗΣ Ἡ Ἀφροδίτη ξυνοῦσα τῷ Ἄρει κατείληπται καὶ ὁ Ἥφαιστος ἔδησεν αὐτοὺς ξυλλαβών.
赫尔墨斯阿芙洛狄忒与阿瑞斯同床时被当场捉住,赫菲斯托斯把他们抓住并捆绑了起来。
ΑΠΟΛΛΩΝ Πῶς;
阿波罗怎么回事?
ἡδὺ γάρ τι ἐρεῖν ἔοικας.
你似乎要说一件很有趣的事。
ΕΡΜΗΣ Ἐκ πολλοῦ, οἶμαι, ταῦτα εἰδὼς ἐθήρευεν αὐτούς, καὶ περὶ τὴν εὐνὴν ἀφανῆ δεσμὰ περιθεὶς εἰργάζετο ἀπελθὼν ἐπὶ τὴν κάμινον·
赫尔墨斯我想,他早就知道了这件事并一直在暗中监视他们;他在床周围设下了无形的网,然后走开去铁匠铺干活。
εἶτα ὁ μὲν Ἄρης ἐσέρχεται λαθών, ὡς ᾤετο, καθορᾷ δὲ αὐτὸν ὁ Ἥλιος καὶ λέγει πρὸς τὸν Ἥφαιστον.
接着,阿瑞斯悄悄进来了,他自以为没被发现,但赫利俄斯看到了他,并告诉了赫菲斯托斯。
ἐπεὶ δὲ ἐπέβησαν τοῦ λέχους καὶ ἐν ἔργῳ ἦσαν καὶ ἐντὸς ἐγεγένηντο τῶν ἀρκύων, περιπλέκεται μὲν αὐτοῖς τὰ δεσμά, ἐφίσταται δὲ ὁ Ἥφαιστος.
当他们上了床,正处于行事之中,并落入网内时,那些网缠住了他们,赫菲斯托斯也出现在他们面前。
ἐκείνη μὲν οὖν—καὶ γὰρ ἔτυχε γυμνὴ οὖσα—οὐκ εἶχεν ὅπως ἐγκαλύψαιτο αἰδουμένη, ὁ δὲ Ἄρης τὰ μὲν πρῶτα διαφυγεῖν ἐπειρᾶτο καὶ ἤλπιζε ῥήξειν τὰ δεσμά, ἔπειτα δὲ, συνεὶς ἐν ἀφύκτῳ ἐχόμενον ἑαυτὸν, ἱκέτευεν.
至于她——因为她恰好是裸着的——由于羞耻,根本无法遮掩自己;而阿瑞斯起初还企图逃脱,希望能挣断网,但随后,他意识到自己落入了无法逃脱的陷阱,便开始求饶。
§21.2ΑΠΟΛΛΩΝ Τί οὖν;
阿波罗那么后来呢?
ἀπέλυσεν αὐτὸν ὁ Ἥφαιστος;
赫菲斯托斯放了他吗?
ΕΡΜΗΣ Οὐδέπω, ἀλλὰ ξυγκαλέσας τοὺς θεοὺς ἐπιδείκνυται τὴν μοιχείαν αὐτοῖς·
赫尔墨斯还没有呢,他把众神召集来,向他们展示这桩奸情。
οἱ δὲ γυμνοὶ ἀμφότεροι κάτω νενευκότες ξυνδεδεμένοι ἐρυθριῶσι, καὶ τὸ θέαμα ἥδιστον ἐμοὶ ἔδοξε μονονουχὶ αὐτὸ γινόμενον τὸ ἔργον.
他们两个光着身子,低着头,被绑在一起,满脸通红;这场景在我看来极其有趣,简直就像那档子事正在眼前发生一样。
ΑΠΟΛΛΩΝ Ὁ δὲ χαλκεὺς ἐκεῖνος οὐκ αἰδεῖται καὶ αὐτὸς ἐπιδεικνύμενος τὴν αἰσχύνην τοῦ γάμου;
阿波罗可那个铁匠自己难道不觉得羞耻吗,竟然亲自展示自己婚姻的耻辱?
ΕΡΜΗΣ Μὰ Δί', ὅς γε καὶ ἐπιγελᾷ ἐφεστὼς αὐτοῖς.
赫尔墨斯誓死不觉得,他甚至还站在他们旁边嘲笑呢。
ἐγὼ μέντοι, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐφθόνουν τῷ Ἄρει μὴ μόνον μοιχεύσαντι τὴν καλλίστην θεόν, ἀλλὰ καὶ δεδεμένῳ μετ' αὐτῆς.
不过,说句真心话,我倒是嫉妒阿瑞斯,不仅因为他与最美丽的女神偷情,而且还因为他能和她绑在一起。
ΑΠΟΛΛΩΝ Οὐκοῦν καὶ δεδέσθαι ἂν ὑπέμεινας ἐπὶ τούτῳ;
阿波罗这么说,你甚至愿意为了这个而被绑起来?
ΕΡΜΗΣ Σὺ δ’ οὐκ ἄν, ὦ Ἄπολλον;
赫尔墨斯阿波罗,难道你不想吗?
ἰδὲ μόνον ἐπελθών·
只要你自己去瞧一瞧。
ἐπαινέσομαι γάρ σε, ἢν μὴ τὰ ὅμοια καὶ αὐτὸς εὔξῃ ἰδών.
如果你亲眼看到后,自己不也渴望同样的事情,那我才会佩服你呢。

词汇与语法注释

  1. 21.1ἀκούσας ἔχω — 由分词 `ἀκούσας` 与 `ἔχω` 构成的完成时迂言表达(periphrasis)。在此处不仅表示动作的完成,还带有“听了之后,使我也处于能够和你一起笑的状态”这一结果性的语气。
  2. 246ἔτυχε γυμνὴ οὖσα — 动词 `τυγχάνω`(不定过去时 `ἔτυχε`)与主格分词 `οὖσα`(是)连用的固定用法,意为“碰巧、恰好”。此处强调她在被网住的瞬间“恰好赤裸着”这一尴尬的突发状况。
  3. 247ἂν ὑπέμεινας — 语气词 `ἄν` 与不定过去时直言语气第二人称单数 `ὑπέμεινας`(来自 `ὑπομένω`,意为“甘愿承受、忍受”)连用。表示过去的反事实假设或过去的可能性,构成阿波罗的提问:“难道你也会甘愿为了这个而被绑起来吗?”
  4. 247ἢν μὴ τὰ ὅμοια καὶ αὐτὸς εὔξῃ — 由条件连词 `ἤν` 引导、搭配虚拟语气不定过去时 `εὔξῃ`(来自 `εὔχομαι`,意为“渴望、祈愿”)的条件从句。与主句的将来时 `ἐπαινέσομαι`(我将称赞你)呼应,通过“如果你自己不也渴望同样的事”这一假设,反讽地表达出赫尔墨斯确信阿波罗一旦亲眼目睹,也必然会渴望享有与美神绑在一起的同等境遇。

引用这一段

琉善, 众神对话录 §21.1-21.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:21.1-21.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。