Humanitext Reader

琉善 · 众神对话录 §19.1-19.2

塞勒涅向阿佛洛狄忒诉说对恩底弥翁的爱恋

第 19 段,共 25 段 · 希腊语

内容简介

阿佛洛狄忒向塞勒涅询问她夜间拜访凡人恩底弥翁的传闻,塞勒涅将此归咎于阿佛洛狄忒的儿子厄洛斯。在阿佛洛狄忒抱怨了厄洛斯的种种恶作剧后,塞勒涅深情地描绘了恩底弥翁俊美的睡姿以及自己对他的炽热爱恋。

§19.1ΑΦΡΟΔΙΤΗ Τί ταῦτα, ὦ Σελήνη, φασὶ ποιεῖν σε;
阿佛洛狄忒塞勒涅,人们说你做的那些事是怎么回事?
ὁπόταν κατὰ τὴν Καρίαν γένῃ, ἱστάναι μέν σε τὸ ζεῦγος ἀφορῶσαν ἐς τὸν Ἐνδυμίωνα καθεύδοντα ὑπαίθριον ἅτε κυνηγέτην ὄντα, ἐνίοτε δὲ καὶ καταβαίνειν παρ' αὐτὸν ἐκ μέσης τῆς ὁδοῦ;
每当你来到卡里亚,你就会停下战车,注视着在露天睡觉的恩底弥翁(因为他是个猎人),有时甚至在旅途的中途降落到他身边?
ΣΕΛΗΝΗ Ἐρώτα, ὦ Ἀφροδίτη, τὸν σὸν υἱόν, ὅς μοι τούτων αἴτιος.
塞勒涅阿佛洛狄忒,去问你的儿子吧,是他让我遭受了这一切。
ΑΦΡΟΔΙΤΗ Ἔα·
阿佛洛狄忒唉!
ἐκεῖνος ὑβριστής ἐστιν·
他真是个无法无天的家伙;至少,连对我这个亲生母亲,他又何尝放过。
ἐμὲ γοῦν αὐτὴν τὴν μητέρα οἷα δέδρακεν, ἄρτι μὲν ἐς τὴν Ἴδην κατάγων Ἀγχίσου ἕνεκα τοῦ Ἰλιέως, ἄρτι δὲ ἐς τὸν Λίβανον ἐπὶ τὸ Ἀσσύριον ἐκεῖνο μειράκιον, ὃ καὶ τῇ Φερσεφάττῃ ἐπέραστον ποιήσας ἐξ ἡμισείας ἀφείλετό με τὸν ἐρώμενον·
他一会儿为了伊利翁的安基塞斯把我带到伊达山,一会儿又为了那个亚述青年把我带到黎巴嫩,他还让那个青年也受到珀耳塞福涅的喜爱,从而夺走了我一半的爱人。
ὥστε πολλάκις ἠπείλησα, εἰ μὴ παύσεται τοιαῦτα ποιῶν, κλάσειν μὲν αὐτοῦ τὰ τόξα καὶ τὴν φαρέτραν, περιαιρήσειν δὲ καὶ τὰ πτερά· ἤδη δὲ καὶ πληγὰς αὐτῷ ἐνέτεινα ἐς τὰς πυγὰς τῷ σανδάλῳ·
因此我常常威胁他,如果他不停止做出这样的事,我就折断他的弓和箭袋,还要拔掉他的翅膀;而且,我已经用凉鞋抽打过他的屁股了。
ὁ δὲ οὐκ οἶδ’ ὅπως τὸ παραυτίκα δεδιὼς καὶ ἱκετεύων μετ' ὀλίγον ἐπιλέλησται ἁπάντων.
但他当时不知怎么的又怕又求饶,没过多久就又把一切都忘光了。
§19.2ΑΦΡΟΔΙΤΗ ἀτὰρ εἰπέ μοι, καλὸς ὁ Ἐνδυμίων ἐστίν;
阿佛洛狄忒不过告诉我,恩底弥翁真的很英俊吗?
ἀπαραμύθητον γὰρ οὕτως τὸ δεινόν.
否则,你这可怕的狂热可就真是无可救药(无法辩解)了。
ΣΕΛΗΝΗ Ἐμοὶ μὲν καὶ πάνυ καλός, ὦ Ἀφροδίτη, δοκεῖ, καὶ μάλιστα ὅταν ὑποβαλλόμενος ἐπὶ τῆς πέτρας τὴν χλαμύδα καθεύδῃ τῇ λαιᾷ μὲν ἔχων τὰ ἀκόντια ἤδη ἐκ τῆς χειρὸς ὑπορρέοντα, ἡ δεξιὰ δὲ περὶ τὴν κεφαλὴν ἐς τὸ ἄνω ἐπικεκλασμένη ἐπιπρέπῃ τῷ προσώπῳ περικειμένη, ὁ δὲ ὑπὸ τοῦ ὕπνου λελυμένος ἀναπνέῃ τὸ ἀμβρόσιον ἐκεῖνο ἆσθμα.
塞勒涅在我看来,阿佛洛狄忒,他确实非常英俊,尤其是当他把斗篷铺在岩石上入睡时,左手握着投枪,枪已经从手中滑落,右手则向上弯曲枕在头旁,环绕并衬托着他的脸庞,而他在睡眠中全身放松,呼出那神圣的气息。
τότε τοίνυν ἐγὼ ἀψοφητὶ κατιοῦσα ἐπ' ἄκρων τῶν δακτύλων βεβηκυῖα ὡς ἂν μὴ ἀνεγρόμενος ἐκταραχθείη—οἶσθα· τί οὖν ἄν σοι λέγοιμι τὰ μετὰ ταῦτα;
那时,我便轻手轻脚,踮起脚尖走下去,免得他惊醒过来——你是知道的;那么,接下来的事我又何必对你细说呢?
πλὴν ἀπόλλυμαί γε ὑπὸ τοῦ ἔρωτος.
我只是快要被这爱情折磨死了。

词汇与语法注释

  1. §19.1ἱστάναι μέν σε τὸ ζεῦγος ἀφορῶσαν — 这是由句首动词 φασί(人们说)支配的“带对格的主动词不定式”结构,其中 σε 作对格主语。分词 ἀφορῶσαν 为阴性单数宾格,与 σε 保持一致。随后的不定式 καταβαίνειν 同样受到 φασί 的支配。
  2. §19.2ἀπαραμύθητον γὰρ οὕτως τὸ δεινόν — 此处省略了系动词 ἐστίν。形容词 ἀπαραμύθητον(“无可安慰的”或“无法辩解的”)作谓语,名词短语 τὸ δεινόν(“这件可怕的事”或“这种狂热”)作主语。阿佛洛狄忒是在戏谑地暗示,如果他长得不帅,塞勒涅的这种疯狂行径将是完全无法理喻和无可救药的。
  3. §19.2ὡς ἂν μὴ ἀνεγρόμενος ἐκταραχθείη — 目的从句中使用了 ὡς ἄν 搭配希求语气(ἐκταραχθείη)的结构。对应主句分词 κατιοῦσα 所暗示的习惯性行为或历史现在时,使用希求语气表示一种假设或潜在的可能性,加上 ἄν 则带有一种潜在的、谨慎的条件色彩(“以免他万一惊醒而慌乱”)。

引用这一段

琉善, 众神对话录 §19.1-19.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:19.1-19.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。