Humanitext Reader

琉善 · 众神对话录 §18.1-18.2

赫拉与勒托关于各自孩子的争吵

第 18 段,共 25 段 · 希腊语

内容简介

赫拉与勒托就各自孩子的优劣展开激烈争论,赫拉无情地批评阿波罗和阿耳忒弥斯的缺陷,而勒托则通过指出赫拉对宙斯不忠的嫉妒进行反击。

§18.1ΗΡΑ Καλὰ μέν, ὦ Λητοῖ, καὶ τὰ τέκνα ἔτεκες τῷ Διί.
赫拉勒托啊,你给宙斯生了些多么好的孩子啊。
ΛΗΤΩ Οὐ πᾶσαι γάρ, ὦ Ἥρα, τοιούτους τίκτειν δυνάμεθα, οἷος ὁ Ἥφαιστός ἐστιν.
勒托因为,赫拉啊,并不是我们所有人都能生出像赫菲斯托斯那样的孩子的。
ΗΡΑ Ἀλλ' οὖν οὗτος, εἰ καὶ χωλός, ἀλλ’ ὅμως χρήσιμός γέ ἐστι τεχνίτης ὢν ἄριστος καὶ κατακεκόσμηκεν ἡμῖν τὸν οὐρανὸν καὶ τὴν Ἀφροδίτην γεγάμηκε καὶ σπουδάζεται πρὸς αὐτῆς, οἱ δὲ σοὶ παῖδες ἡ μὲν αὐτῶν ἀρρενικὴ πέρα τοῦ μετρίου καὶ ὄρειος, καὶ τὸ τελευταῖον ἐς τὴν Σκυθίαν ἀπελθοῦσα πάντες ἴσασιν οἷα ἐσθίει ξενοκτονοῦσα καὶ μιμουμένη τοὺς Σκύθας αὐτοὺς ἀνθρωποφάγους ὄντας· ὁ δὲ Ἀπόλλων προσποιεῖται μὲν πάντα εἰδέναι καὶ τοξεύειν καὶ κιθαρίζειν καὶ ἰατρὸς εἶναι καὶ μαντεύεσθαι καὶ καταστησάμενος ἐργαστήρια τῆς μαντικῆς τὸ μὲν ἐν Δελφοῖς, τὸ δὲ ἐν Κλάρῳ καὶ ἐν Κολοφῶνι καὶ ἐν Διδύμοις ἐξαπατᾷ τοὺς χρωμένους αὐτῷ λοξὰ καὶ ἐπαμφοτερίζοντα πρὸς ἑκάτερον τῆς ἐρωτήσεως ἀποκρινόμενος, πρὸς τὸ ἀκίνδυνον εἶναι τὸ σφάλμα.
赫拉不过,他尽管是瘸子,但作为最优秀的匠人却非常有用,不仅为我们装饰了天空,还娶了阿佛洛狄忒,并深受她的喜爱;至于你的孩子,那个女儿过度阳刚、常居山野,最后她去了斯基泰,谁都知道她杀害外邦人,模仿那些食人肉的斯基泰人,吃的是些什么东西;而阿波罗则自以为无所不知,会射箭、弹琴、行医、预言,并在德尔斐、克拉罗斯、科洛丰和迪迪马设立了预言作坊,用模糊两可、模棱两可的回答来欺骗求神谕的人,以便不担犯错的风险。
καὶ πλουτεῖ μὲν ἀπὸ τοῦ τοιούτου· πολλοὶ γὰρ οἱ ἀνόητοι καὶ παρέχοντες αὑτοὺς καταγοητεύεσθαι· πλὴν οὐκ ἀγνοεῖταί γε ὑπὸ τῶν ξυνετωτέρων τὰ πολλὰ τερατευόμενος· αὐτὸς γοῦν ὁ μάντις ἠγνόει μὲν ὅτι φονεύσει τὸν ἐρώμενον τῷ δίσκῳ, οὐ προεμαντεύετο δὲ ὡς φεύξεται αὐτὸν ἡ Δάφνη, καὶ ταῦτα οὕτω καλὸν καὶ κομήτην ὄντα· ὥστε οὐχ ὁρῶ καθότι καλλιτεκνοτέρα τῆς Νιόβης ἔδοξας.
他靠这种勾当发了大财;因为愚蠢的人太多了,他们竟主动让自己被愚弄;然而,在聪明人眼里,他多半是在装神弄鬼,这并非不为人知;至少,这位预言家自己并不知道自己会用铁饼砸死心爱的人,也没有预料到达芙妮会躲避他,尽管他如此英俊、一头秀发;因此我看不出,你在哪一点上被认为比尼奥贝更拥有优秀的孩子。
§18.2ΛΗΤΩ Ταῦτα μέντοι τὰ τέκνα, ἡ ξενοκτόνος καὶ ὁ ψευδόμαντις, οἶδα, ὅπως λυπεῖ σε ὁρώμενα ἐν τοῖς θεοῖς, καὶ μάλιστα ὁπόταν ἡ μὲν ἐπαινῆται ἐς τὸ κάλλος, ὁ δὲ κιθαρίζῃ ἐν τῷ συμποσίῳ θαυμαζόμενος ὑφ' ἁπάντων.
勒托然而,这两个孩子——那“杀害外邦人者”和“假预言家”,我知道,当看到他们置身于众神之中时你是多么痛苦,尤其是当她的美貌受到赞美,而他在宴席上弹琴、受到所有人的赞叹时。
ΗΡΑ Ἐγέλασα, ὦ Λητοῖ·
赫拉可笑死我了,勒托!
ἐκεῖνος θαυμαστός, ὃν ὁ Μαρσύας, εἰ τὰ δίκαια αἱ Μοῦσαι δικάσαι ἤθελον, ἀπέδειρεν ἂν αὐτὸς κρατήσας τῇ μουσικῇ·
他有什么值得惊叹的?
νῦν δὲ κατασοφισθεὶς ἅθλιος ἀπόλωλεν ἀδίκως ἁλούς·
要是缪斯们愿意做出公正的判决,马尔叙阿斯自己就会在音乐上胜过他,剥了他的皮;可现在,那个可怜人却被诡计欺骗,不公正地落败而死。
ἡ δὲ καλή σου παρθένος οὕτω καλή ἐστιν, ὥστε ἐπεὶ ἔμαθεν ὀφθεῖσα ὑπὸ τοῦ Ἀκταίωνος, φοβηθεῖσα μὴ ὁ νεανίσκος ἐξαγορεύσῃ τὸ αἶσχος αὐτῆς, ἐπαφῆκεν αὐτῷ τοὺς κύνας·
至于你那美丽的处女,她美得如此不可方物,以至于当她发觉自己被阿克泰翁看见时,由于害怕那年轻人会宣扬她的丑陋,便把猎犬放出去咬他。
ἐῶ γὰρ λέγειν ὅτι οὐδὲ τὰς τεκούσας ἐμαιοῦτο παρθένος γε αὐτὴ οὖσα.
更不用说,她自己明明是个处女,却还要为分娩的妇女接生。
ΛΗΤΩ Μέγα, ὦ Ἥρα, φρονεῖς, ὅτι ξύνει τῷ Διὶ καὶ συμβασιλεύεις αὐτῷ, καὶ διὰ τοῦτο ὑβρίζεις ἀδεῶς·
勒托赫拉,你如此自大,不过是因为你与宙斯同居并共同统治,因而你才肆无忌惮地侮辱人。
πλὴν ἀλλ’ ὄψομαί σε μετ' ὀλίγον αὖθις δακρύουσαν, ὁπόταν σε καταλιπὼν ἐς τὴν γῆς κατίῃ ταῦρος ἢ κύκνος γενόμενος.
不过,用不了多久,我就会再次看到你流泪,当他抛下你,化作公牛或天鹅降临人间的时候。

词汇与语法注释

  1. 18.1οἱ δὲ σοὶ παῖδες — 此主格短语置于句首,但没有直接的谓语动词;相反,它随后分裂为表示部分的 `ἡ μὲν αὐτῶν`(其中那个女儿)和 `ὁ δὲ Ἀπόλλων`(而阿波罗),分别作为各自子句的主语,构成了破格句(anacoluthon)结构。
  2. 18.1πρὸς τὸ ἀκίνδυνον εἶναι τὸ σφάλμα — 介词 `πρός` 连同带冠词的宾格不定式 `τὸ ... εἶναι` 表示目的或结果(“为了……”或“以至于……”)。`τὸ σφάλμα`(错误、失败)是不定式的逻辑主语(宾格),而 `ἀκίνδυνον` 是其表语。
  3. 18.1παρέχοντες αὑτοὺς καταγοητεύεσθαι — 分词 `παρέχοντες`(提供)以反身代词 `αὑτού斯`(他们自己)为宾语,并带有被动不定式 `καταγοητεύεσθαι`(被蒙骗),表示容许或听任(“听任自己被欺骗”)。
  4. 18.2ἐῶ γὰρ λέγειν ὅτι — 预省法(praeteritio)的句式,意为“我不打算提及……”,实际上却点明了该事。接下来的 `ἐμαιοῦτο` 是动词 `μαιόομαι`(做接生婆)的未完成过去时,赫拉以此讽刺地指出阿耳忒弥斯虽为处女却惯常为人接生的矛盾。

引用这一段

琉善, 众神对话录 §18.1-18.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:18.1-18.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。