§20.1ΑΦΡΟΔΙΤΗ
Ὦ τέκνον Ἔρως, ὅρα οἷα ποιεῖς·
阿佛洛狄忒我的孩子埃罗斯,看看你都做了些什么。
οὐ τὰ ἐν τῇ γῇ λέγω, ὁπόσα τοὺς ἀνθρώπους ἀναπείθεις καθ' αὑτῶν ἢ κατ' ἀλλήλων ἐργάζεσθαι, ἀλλὰ καὶ τὰ ἐν τῷ οὐρανῷ, ὃς τὸν μὲν Δία πολύμορφον ἐπιδεικνύεις ἀλλάττων ἐς ὅ τι ἄν σοι ἐπὶ τοῦ καιροῦ δοκῇ, τὴν Σελήνην δὲ καθαιρεῖς ἐκ τοῦ οὐρανοῦ, τὸν Ἥλιον δὲ παρὰ τῇ Κλυμένῃ βραδύνειν ἐνίοτε ἀναγκάζεις ἐπιλελησμένον τῆς ἱππασίας·
我说的不是地上的事,也就是你教唆人类对自己或彼此犯下的那些恶行,而是天上的事。 你把宙斯展现为多种形态,根据当时的需要随心所欲地改变他;你把塞勒涅从天上拽下来;你还强迫赫利俄斯在克吕墨涅那里耽搁,有时甚至让他忘记了驾车。
ἃ μὲν γὰρ ἐς ἐμὲ τὴν μητέρα ὑβρίζεις, θαρρῶν ποιεῖς.
至于你对我这个母亲所犯下的无礼行为,你倒是胆大包天地做出来了。
ἀλλὰ σύ, ὦ τολμηρότατε, καὶ τὴν Ῥέαν αὐτὴν γραῦν ἤδη καὶ μητέρα τοσούτων θεῶν οὖσαν ἀνέπεισας παιδεραστεῖν καὶ τὸ Φρύγιον μειράκιον ποθεῖν, καὶ νῦν ἐκείνη μέμηνεν ὑπὸ σοῦ καὶ ζευξαμένη τοὺς λέοντας, παραλαβοῦσα καὶ τοὺς Κορύβαντας ἅτε μανικοὺς καὶ αὐτοὺς ὄντας, ἄνω καὶ κάτω τὴν Ἴδην περιπολοῦσιν, ἡ μὲν ὀλολύζουσα ἐπὶ τῷ Ἄττῃ, οἱ Κορύβαντες δὲ ὁ μὲν αὐτῶν τέμνεται ξίφει τὸν πῆχυν, ὁ δὲ ἀνεὶς τὴν κόμην ἵεται μεμηνὼς διὰ τῶν ὀρῶν, ὁ δὲ αὐλεῖ τῷ κέρατι, ὁ δὲ ἐπιβομβεῖ τῷ τυμπάνῳ ἢ ἐπικτυπεῖ τῷ κυμβάλῳ, καὶ ὅλως θόρυβος καὶ μανία τὰ ἐν τῇ Ἴδῃ ἅπαντά ἐστι.
但是你,最无耻的家伙,竟然说服了瑞亚自己——她已经是老妇人,而且是这么多神明的母亲——去宠爱男童,并渴望那个弗里吉亚青年。 现在她被你弄得疯狂,套上她的狮子,带上同样疯狂的科律班忒斯,在伊达山上跑上跑下。 她为阿提斯哀号,而科律班忒斯中,有的用剑砍着自己的前臂,有的披头散发狂乱地奔跑在山林间,另一个吹起角笛,另一个擂起大鼓或敲击铜钹,总之,伊达山上的一切都是一片混乱与疯狂。
δέδια τοίνυν ἅπαντα, δέδια τὸ τοιοῦτο ἡ τὸ μέγα σε κακὸν ἐγὼ τεκοῦσα, μὴ ἀπομανεῖσά ποτε ἡ Ῥέα ἢ καὶ μᾶλλον ἔτι ἐν αὑτῇ οὖσα κελεύσῃ τοὺς Κορύβαντας συλλαβόντας σε διασπάσασθαι ἢ τοῖς λέουσι παραβαλεῖν·
因此,我害怕这一切,我这个生下了你这个大祸害的母亲,害怕会发生这样的事:瑞亚什么时候彻底疯了,或者更糟的是,她还在清醒的时候,命令科律班忒斯把你抓起来撕碎,或者扔给狮子。
ταῦτα δέδια κινδυνεύοντά σε ὁρῶσα.
看到你处于危险之中,我感到非常害怕。
§20.2ΕΡΩΣ
Θάρρει, μῆτερ, ἐπεὶ καὶ τοῖς λέουσιν αὐτοῖς ἤδη ξυνήθης εἰμί, καὶ πολλάκις ἐπαναβὰς ἐπὶ τὰ νῶτα καὶ τῆς κόμης λαβόμενος ἡνιοχῶ αὐτούς, οἱ δὲ σαίνουσί με καὶ χεῖρα δεχόμενοι ἐς τὸ στόμα περιλιχμησάμενοι ἀποδιδόασί μοι.
埃罗斯放心吧,母亲,因为我甚至和那些狮子们都已经很熟了。 我经常骑在它们的背上,抓住它们的鬃毛,像御者一样驾驭它们;它们还会向我摇尾巴,把我的手含在嘴里,舔了一遍又一遍后还给我。
αὐτὴ μὲν γὰρ ἡ Ῥέα πότε ἂν ἐκείνη σχολὴν ἀγάγοι ἐπ' ἐμὲ ὅλη οὖσα ἐν τῷ Ἄττῃ;
至于瑞亚自己,她整天沉浸在阿提斯的事情中,哪有闲工夫来管我?
καίτοι τί ἐγὼ ἀδικῶ δεικνὺς τὰ καλὰ οἷά ἐστιν;
况且,我只是向人们展示美好的事物是什么样子,这有什么错呢?
ὑμεῖς δὲ μὴ ἐφίεσθε τῶν καλῶν·
那你们就别去渴望美好的事物啊。
μὴ τοίνυν ἐμὲ αἰτιᾶσθε τούτων.
所以,不要因为这些事而责怪我。
ἢ θέλεις σύ, ὦ μῆτερ, αὐτὴ μηκέτι ἐρᾶν μήτε σὲ τοῦ Ἄρεως μήτε ἐκεῖνον σοῦ;
或者,母亲,你希望你自己也不再恋爱,既不需要你爱阿瑞斯,也不需要他爱你吗?
ΑΦΡΟΔΙΤΗ
Ὡς δεινὸς εἶ καὶ κρατεῖς ἁπάντων·
阿佛洛狄忒你真是个可怕的孩子,统治着一切。
ἀλλὰ μεμνήσῃ μού ποτε τῶν λόγων.
但总有一天,你会想起我的这些话。