Humanitext Reader

琉善 · 众神对话录 §17.1-17.3

阿波罗与赫墨斯叹息赫菲斯托斯的艳福与自身的不幸

第 17 段,共 25 段 · 希腊语

内容简介

阿波罗与赫墨斯谈论了相貌丑陋的工匠赫菲斯托斯娶得美貌女神的幸运,并将其与自己的情场不幸进行了对比,还提及了阿佛洛狄忒与阿瑞斯的私通。

§17.1ΕΡΜΗΣ Τὸ δὲ καὶ χωλὸν αὐτὸν ὄντα καὶ τέχνην ἔχοντα βάναυσον, ὦ Ἄπολλον, τὰς καλλίστας γεγαμηκέναι, τὴν Ἀφροδίτην καὶ τὴν Χάριν.
赫尔墨斯阿波罗啊,他自己既是个瘸子,又干着粗俗的行当,却娶了最美丽的女神——阿佛洛狄忒和卡里丝!
ΑΠΟΛΛΩΝ Εὐποτμία τις, ὦ Ἑρμῆ·
阿波罗这可真是极大的好运,赫墨斯。
πλὴν ἐκεῖνό γε θαυμάζω, τὸ ἀνέχεσθαι συνούσας αὐτῷ, καὶ μάλιστα ὅταν ὁρῶσιν ἱδρῶτι ῥεόμενον, εἰς τὴν κάμινον ἐπικεκυφότα, πολλὴν αἰθάλην ἐπὶ τοῦ προσώπου ἔχοντα· καὶ ὅμως τοιοῦτον ὄντα περιβάλλουσί τε αὐτὸν καὶ φιλοῦσι καὶ ξυγκαθεύδουσι.
不过我感到惊奇的是这一点:她们竟然忍受与他共处,尤其是当她们看到他浑身流汗、俯身在熔炉旁、脸上满是煤灰的时候;然而,尽管他是这个样子,她们却拥抱他、亲吻他,并与他同寝。
ΕΡΜΗΣ Τοῦτο καὶ αὐτὸς ἀγανακτῶ καὶ τῷ Ἡφαίστῳ φθονῶ·
赫尔墨斯对此我自己也很气恼,并且嫉妒赫菲斯托斯。
σὺ δὲ κόμα, ὦ Ἄπολλον, καὶ κιθάριζε καὶ μέγα ἐπὶ τῷ κάλλει φρόνει, κἀγὼ ἐπὶ τῇ εὐεξίᾳ, καὶ τῇ λύρᾳ· εἶτα, ἐπειδὰν κοιμᾶσθαι δέῃ, μόνοι καθευδήσομεν.
而你,阿波罗,留着长发,弹奏着基萨拉琴,因自己的美丽而大为得意,我也因自己强健的体魄和里拉琴而自豪;可到了该睡觉的时候,我们却只能独自入睡。
§17.2ΑΠΟΛΛΩΝ Ἐγὼ μὲν καὶ ἄλλως ἀναφρόδιτός εἰμι εἰς τὰ ἐρωτικὰ καὶ δύο γοῦν, οὓς μάλιστα ὑπερηγάπησα, τὴν Δάφνην καὶ τὸν Ὑάκινθον· ἡ μὲν ἀποδιδράσκει με καὶ μισεῖ, ὥστε εἵλετο ξύλον γενέσθαι μᾶλλον ἢ ἐμοὶ ξυνεῖναι, ὁ δὲ ἀπώλετο ὑπὸ τοῦ δίσκου, καὶ νῦν ἀντ' ἐκείνων στεφάνους ἔχω.
阿波罗至于我,在情场上总是得不到阿佛洛狄忒的垂青,至少我最深爱的两个人,达芙妮和雅辛托斯:一个逃避我、厌恶我,以至于宁愿变成一棵树也不愿与我在一起,另一个则死于铁饼,现在作为代替他们的,我只有花环。
ΕΡΜΗΣ Ἐγὼ δὲ ἤδη ποτὲ τὴν Ἀφροδίτην—ἀλλὰ οὐ χρὴ αὐχεῖν.
赫尔墨斯而我,曾经和阿佛洛狄忒——不过,还是不要自夸了。
ΑΠΟΛΛΩΝ Οἶδα, καὶ τὸν Ἑρμαφρόδιτον ἐκ σοῦ λέγεται τετοκέναι.
阿波罗我知道,据说赫马佛洛狄托斯就是她和你生的。
πλὴν ἐκεῖνό μοι εἰπέ, εἴ τι οἶσθα, πῶς οὐ ζηλοτυπεῖ ἡ Ἀφροδίτη τὴν Χάριν ἢ ἡ Χάρις αὐτήν.
但如果你知道的话,请告诉我:为什么阿佛洛狄忒不嫉妒卡里丝,卡里丝也不嫉妒她?
§17.3ΕΡΜΗΣ Ὅτι, ὦ Ἄπολλον, ἐκείνη μὲν αὐτῷ ἐν τῇ Λήμνῳ σύνεστιν, ἡ δὲ Ἀφροδίτη ἐν τῷ οὐρανῷ· ἄλλως τε περὶ τὸν Ἄρη ἔχει τὰ πολλὰ κἀκείνου ἐρᾷ, ὥστε ὀλίγον αὐτῇ τοῦ χαλκέως τούτου μέλει.
赫尔墨斯因为,阿波罗,卡里丝在莱姆诺斯岛与他同住,而阿佛洛狄忒则在天上;况且,她的大部分时间都和阿瑞斯在一起,并爱着他,所以她很少把这个铁匠放在心上。
ΑΠΟΛΛΩΝ Καὶ ταῦτα οἴει τὸν Ἥφαιστον εἰδέναι;
阿波罗你认为赫菲斯托斯知道这些吗?
ΕΡΜΗΣ Οἶδεν·
赫尔墨斯他知道。
ἀλλὰ τί ἂν δρᾶσαι δύναιτο γενναῖον ὁρῶν νεανίαν καὶ στρατιώτην αὐτόν;
但他能做出什么壮举呢,当他看到对方是个年轻力壮的士兵?
ὥστε τὴν ἡσυχίαν ἄγει·
所以他保持着沉默。
πλὴν ἀπειλεῖ γε δεσμά τινα ἐπιμηχανήσεσθαι αὐτοῖς καὶ συλλήψεσθαι σαγηνεύσας ἐπὶ τῆς εὐνῆς.
不过他确实威胁说,要为他们设计某种锁链,并在床上用网将他们当场捉住。
ΑΠΟΛΛΩΝΟΣ Οὐκ οἶδα· εὐξαίμην δ’ ἂν αὐτὸς ὁ ξυλληφθησόμενος εἶναι.
阿波罗我不知道;但我倒希望自己是那个被捉住的人。

词汇与语法注释

  1. 17.1Τὸ δὲ ... γεγαμηκέναι — 带有冠词 τό 的“对格+不定式”(accusative with infinitive)句式在这里被独立使用,用以表达惊讶或愤慨。
  2. 17.1ἀνέχεσθαι συνούσας — 动词 ἀνέχομαι(忍受)接补充性分词。由于此处是不定式 ἀνέχεσθαι 的形式,分词 συνούσας 采用阴性复数对格,以与不定式的逻辑主语(阿佛洛狄忒和卡里丝)保持一致。
  3. 17.3τί ἂν δρᾶσαι δύναιτο — 带有 ἄν 的潜在语气希求法(potential optative)疑问句,起修辞上的反问作用,表示不可能性(“他能做出什么……呢?”,意即“他什么也做不了”)。
  4. 17.3αὐτὸς ὁ ξυλληφθησόμενος εἶναι — 由于主句动词 εὐξαίμην ἄν 与不定式 εἶναι 的主语相同,因此不定式的补语采用主格(αὐτὸς ὁ ξυλληφθησόμενος)而非对格。带有冠词的将来时分词 ξυλληφθησόμενος 在此作名词性使用,意为“那将被捕之人”。

引用这一段

琉善, 众神对话录 §17.1-17.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:17.1-17.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。