§15.1ΖΕΥΣ
Παύσασθε, ὦ Ἀσκληπιὲ καὶ Ἡράκλεις, ἐρίζοντες πρὸς ἀλλήλους ὥσπερ ἄνθρωποι· ἀπρεπῆ γὰρ ταῦτα καὶ ἀλλότρια τοῦ συμποσίου τῶν θεῶν.
宙斯阿斯克勒庇俄斯、赫拉克勒斯,你们别像凡人一样互相争吵了;因为这很不体面,也有失神明宴席的体统。
ΗΡΑΚΛΗΣ
Ἀλλὰ θέλεις, ὦ Ζεῦ, τουτονὶ τὸν φαρμακέα προκατακλίνεσθαί μου;
赫拉克勒斯但是宙斯啊,你难道想让这个卖药郎坐在我的上首吗?
ΑΣΚΛΗΠΙΟΣ
Νὴ Δία·
阿斯克勒庇俄斯正是如此,凭宙斯起誓!
καὶ γάρ ἀμείνων εἰμί.
因为我确实比你优秀。
ΗΡΑΚΛΗΣ
Κατὰ τί, ὦ ἐμβρόντητε;
赫拉克勒斯凭哪一点,你这遭雷劈的傻瓜?
ἢ ὅτι σε ὁ Ζεὺς ἐκεραύνωσεν ἃ μὴ θέμις ποιοῦντα, νῦν δὲ κατ' ἔλεον αὖθις ἀθανασίας μετείληφας;
是因为你做了不法之事,宙斯用雷霆劈了你,而现在出于怜悯你才重新分得不死之身吗?
ΑΣΚΛΗΠΙΟΣ
Ἐπιλέλησαι γὰρ καὶ σύ, ὦ Ἡράκλεις, ἐν τῇ Οἴτῃ καταφλεγείς, ὅτι μοι ὀνειδίζεις τὸ πῦρ;
阿斯克勒庇俄斯赫拉克勒斯,难道你也忘了自己在俄伊塔山上被烧死的事,才拿火来指责我吗?
ΗΡΑΚΛΗΣ
Οὔκουν ἴσα καὶ ὅμοια βεβίωται ἡμῖν, ὃς Διὸς μὲν υἱός εἰμι, τοσαῦτα δὲ πεπόνηκα ἐκκαθαίρων τὸν βίον, θηρία καταγωνιζόμενος καὶ ἀνθρώπους ὑβριστὰς τιμωρούμενος·
赫拉克勒斯我们的生活可绝不是平等和相似的!
σὺ δὲ ῥιζοτόμος εἶ καὶ ἀγύρτης, ἐν ἀθλίοις δὲ ἴσως ἀνθρώποις χρήσιμος ἐπιθέσει τῶν φαρμάκων, ἀνδρῶδες δὲ οὐδὲν ἐπιδεδειγμένος.
我是宙斯的儿子,为了净化人世付出了如此多的辛劳,降伏野兽,惩罚傲慢无礼之徒;而你只是个挖药草的江湖游医,或许能靠敷药对那些可怜的人有些用处,却没展现过任何男子气概。
§15.2ΑΣΚΛΗΠΙΟΣ
Οὐ λέγεις, ὅτι σου τὰ ἐγκαύματα ἰασάμην, ὅτε πρῴην ἀνῆλθες ἡμίφλεκτος ὑπ' ἀμφοῖν διεφθορὼς τὸ σῶμα, καὶ τοῦ χιτῶνος καὶ μετὰ τοῦτο τοῦ πυρός;
阿斯克勒庇俄斯你难道不提是我治好了你的烧伤吗? 那天你半焦地升上来,身体被这两者——那件衬衣和其后的烈火——摧毁殆尽。
ἐγὼ δὲ εἰ καὶ μηδὲν ἄλλο, οὔτε ἐδούλευσα ὥσπερ σὺ οὔτε ἔξαινον ἔρια ἐν Λυδίᾳ πορφυρίδα ἐνδεδυκὼς καὶ παιόμενος ὑπὸ τῆς Ὀμφάλης χρυσῷ σανδάλῳ, ἀλλὰ οὐδὲ μελαγχολήσας ἀπέκτεινα τὰ τέκνα καὶ τὴν γυναῖκα.
而我呢,就算没干过别的,既没有像你那样当过奴隶,也没有在吕底亚穿着紫袍、被翁法勒用金凉鞋抽打着去梳羊毛,更没有发疯杀害自己的妻子和孩子。
ΗΡΑΚΛΗΣ
Εἰ μὴ παύσῃ λοιδορούμενός μοι, αὐτίκα μάλα εἴσῃ ὅτι οὐ πολύ σε ὀνήσει ἡ ἀθανασία, ἐπεὶ ἀράμενός σε ῥίψω ἐπὶ κεφαλὺν ἐκ τοῦ οὐρανοῦ, ὥστε μηδὲ τὸν Παιῶνα ἰάσασθαί σε τὸ κρανίον συντριβέντα. ΖΕΥΣ
Παύσασθε, φημί, καὶ μὴ ἐπιταράττετε ἡμῖν τὴν εὐωχίαν, ἢ ἀμφοτέρους ὑμᾶς ἀποπέμψομαι τοῦ συμποσίου.
赫拉克勒斯要是你不停止辱骂我,你立刻就会明白,不死之身对你并无大用;因为我会把你举起来,从天界大头朝下扔下去,让你头颅碎裂,连派翁也治不好你。 宙斯我说停下,不要打扰我们的宴乐,否则我把你们两个都赶出宴席。
καίτοι εὔγνωμον, ὦ Ἡράκλεις, προκατακλίνεσθαί σου τὸν Ἀσκληπιὸν ἅτε καὶ πρότερον ἀποθανόντα.
况且,赫拉克勒斯,阿斯克勒庇俄斯坐在你的上首是合乎情理的,因为他比你先死。