Humanitext Reader

琉善 · 众神对话录 §16.1-16.2

阿波罗哀悼雅辛托斯之死

第 16 段,共 25 段 · 希腊语

内容简介

赫尔墨斯询问悲伤的阿波罗原因,阿波罗讲述了嫉妒的西风泽费罗斯因爱生恨、导致其爱人雅辛托斯意外惨死的过程。

§16.1ΕΡΜΗΣ Τί κατηφὴς εἶ, ὦ Ἄπολλον;
赫尔墨斯阿波罗,你为什么无精打采的?
ΑΠΟΛΛΩΝ Ὅτι, ὦ Ἑρμῆ, δυστυχῶ ἐν τοῖς ἐρωτικοῖς.
阿波罗赫墨斯,因为我在情场上很不顺。
ΕΡΜΗΣ Ἄξιον μὲν λύπης τὸ τοιοῦτο· σὺ δὲ τί δυστυχεῖς;
赫尔墨斯这种事确实值得悲伤;但你又是因何不幸?
ἢ τὸ κατὰ τὴν Δάφνην σε λυπεῖ ἔτι;
难道达芙妮的事还在让你痛苦吗?
ΑΠΟΛΛΩΝ Οὐδαμῶς· ἀλλὰ ἐρώμενον πενθῶ τὸν Λάκωνα τὸν Οἰβάλου.
阿波罗绝非如此;我是在哀悼我的爱人,那个奥巴洛斯之子、拉科尼亚少年。
ΕΡΜΗΣ Τέθνηκε γάρ, εἰπέ μοι, ὁ Ὑάκινθος;
赫尔墨斯告诉我,难道雅辛托斯已经死了吗?
ΑΠΟΛΛΩΝ Καὶ μάλα.
阿波罗确实如此。
ΕΡΜΗΣ Πρὸς τίνος, ὦ Ἄπολλον;
赫尔墨斯死于谁手,阿波罗?
ἢ τίς οὕτως ἀνέραστος ἦν ὡς ἀποκτεῖναι τὸ καλὸν ἐκεῖνο μειράκιον;
谁会如此不解风情,竟然杀害那个美丽的少年?
ΑΠΟΛΛΩΝ Αὐτοῦ ἐμοῦ τὸ ἔργον.
阿波罗是我亲手所为。
ΕΡΜΗΣ Οὐκοῦν ἐμάνης, ὦ Ἄπολλον;
赫尔墨斯那么,你是发疯了吗,阿波罗?
ΑΠΟΛΛΩΝ Οὔκ, ἀλλὰ δυστύχημά τι ἀκούσιον ἐγένετο.
阿波罗不,那是一次非出于本意的意外不幸。
ΕΡΜΗΣ Πῶς;
赫尔墨斯怎么会?
ἐθέλω γὰρ ἀκοῦσαι τὸν τρόπον.
我很想听听事情的经过。
§16.2ΑΠΟΛΛΩΝ Δισκεύειν ἐμάνθανε κἀγὼ συνεδίσκευον αὐτῷ, ὁ δὲ κάκιστα ἀνέμων ἀπολούμενος ὁ Ζέφυρος ἤρα μὲν ἐκ πολλοῦ καὶ αὐτός, ἀμελούμενος δὲ καὶ μὴ φέρων τὴν ὑπεροψίαν ταῦτα εἰργάσατο·
阿波罗他当时正在学习投铁饼,我也和他一起投。 而西风(泽费罗斯),这个最该死的微风,其实早就同样爱上了他;他因为遭到冷落,无法忍受这种蔑视,便做出了这等事。
ἐγὼ μὲν ἀνέρριψα, ὥσπερ εἰώθειμεν, τὸν δίσκον εἰς τὸ ἄνω, ὁ δὲ ἀπὸ τοῦ Ταϋγέτου καταπνεύσας ἐπὶ κεφαλὺν τῷ παιδὶ ἐνέσεισε φέρων αὐτόν, ὥστε ἀπὸ τῆς πληγῆς αἷμα ῥυῆναι πολὺ καὶ τὸν παῖδα εὐθὺς ἀποθανεῖν.
我像往常一样,把铁饼向上扔去,而他从泰格特斯山吹落下来,卷着铁饼猛撞在少年的头上,以致那一击流出大量鲜血,少年当场死亡。
ἀλλὰ ἐγὼ τὸν μὲν Ζέφυρον αὐτίκα ἠμυνάμην κατατοξεύσας, φεύγοντι ἐπισπόμενος ἄχρι τοῦ ὄρους, τῷ παιδὶ δὲ καὶ τὸν τάφον μὲν ἐχωσάμην ἐν Ἀμύκλαις, ὅπου ὁ δίσκος αὐτὸν κατέβαλε, καὶ ἀπὸ τοῦ αἵματος ἄνθος ἀναδοῦναι τὴν γῆν ἐποίησα ἥδιστον, ὦ Ἑρμῆ, καὶ εὐανθέστατον ἀνθῶν ἁπάντων, ἔτι καὶ γράμματα ἔχον ἐπαιάζοντα τῷ νεκρῷ.
不过我立刻用箭射击西风进行报复,追赶逃跑的他一直到山边;对于少年,我则在铁饼击倒他的阿米克莱为他修筑了坟墓,并让大地从他的鲜血中开出最芬芳、最美丽的花朵,赫墨斯啊,那真是百花中最美丽的一种,上面还刻着哀悼死者的字母。
ἆρά σοι ἀλόγως λελυπῆσθαι δοκῶ;
你觉得我悲伤是无理取闹吗?
ΕΡΜΗΣ Ναί, ὦ Ἄπολλον· ᾔδεις γὰρ θνητὸν πεποιημένος τὸν ἐρώμενον· ὥστε μὴ ἄχθου ἀποθανόντος.
赫尔墨斯是的,阿波罗;因为你明知自己选择了一个凡人作为爱人;所以不要为他的死而悲伤了。

词汇与语法注释

  1. 240κάκιστα ἀνέμων ἀπολούμενος — 分词 ἀπολούμενος(源自 ἀπόλλυμι)作为带有诅咒意味的形容词性修饰语,意为“注定惨死的”或“可恶的”。ἀνέμων 是与最高级副词 κάκιστα 连用的部分属格。
  2. 240ἀναδοῦναι τὴν γῆν ἐποίησα — 动词 ἐποίησα 用作使役动词(“我使……”),带宾格加不定式(ACI)结构,其中 τὴν γῆν 是不定式 ἀναδοῦναι(长出、绽放)的逻辑主语,而 ἄνθος 是其直接宾语。
  3. 240ᾔδεις γὰρ θνητὸν πεποιημένος τὸν ἐρώμενον — 动词 ᾔδεις(οἶδα 的过去完成时,意为“你明知”)带有指向主语的补足性主格分词 πεποιημένος,意为“你明知自己已经……”。中动语态的 ποιέομαι 意为“为自己把……当作”,此处 τὸν ἐρώμενον(爱人)是宾语,θνητόν(凡人)是宾语补足语。

引用这一段

琉善, 众神对话录 §16.1-16.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:16.1-16.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。