Humanitext Reader

琉善 · 众神对话录 §13.1

雅典娜自宙斯头部诞生与赫菲斯托斯

第 13 段,共 25 段 · 希腊语

内容简介

宙斯因怀有雅典娜而忍受分娩之痛,命令赫菲斯托斯用斧头劈开他的头。全副武装的雅典娜从其头部跃出,赫菲斯托斯请求娶她为妻,但宙斯指出她将永远保持处女之身。

§13.1ΗΦΑΙΣΤΟΣ Τί με, ὦ Ζεῦ, δεῖ ποιεῖν;
赫菲斯托斯宙斯啊,我该做什么?
ἥκω γάρ, ὡς ἐκέλευσας, ἔχων τὸν πέλεκυν ὀξύτατον, εἰ καὶ λίθους δέοι μιᾷ πληγῇ διατεμεῖν.
我已按照您的吩咐来了,带着最锋利的斧头,哪怕需要一击劈开石头也行。
ΖΕΥΣ Εὖ γε, ὦ Ἥφαιστε· ἀλλὰ δίελέ μου τὴν κεφαλὴν εἰς δύο κατενεγκών.
宙斯干得好,赫菲斯托斯;用斧头砍下去,把我的头劈成两半吧。
ΗΦΑΙΣΤΟΣ Πειρᾷ μου, εἰ μέμηνα;
赫菲斯托斯您是在试探我是不是疯了吗?
πρόσταττε δ’ οὖν τἀληθὲς ὅπερ θέλεις σοι γενέσθαι.
还是请您吩咐您真正想要为您做的事吧。
ΖΕΥΣ Τοῦτο αὐτό, διαιρεθῆναί μοι τὸ κρανίον·
宙斯正是这件事,劈开我的颅骨。
εἰ δὲ ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ μου.
如果你不听话,你将体验到我的愤怒,而且这绝非第一次。
ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ μηδὲ μέλλειν· ἀπόλλυμαι γὰρ ὑπὸ τῶν ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν.
你必须使出浑身解数砍下去,不要犹豫;因为分娩的剧痛折磨得我快死了,它正颠倒着我的大脑。
ΗΦΑΙΣΤΟΣ Ὅρα, ὦ Ζεῦ, μὴ κακόν τι ποιήσωμεν· ὀξὺς γὰρ ὁ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐδὲ κατὰ τὴν Εἰλήθυιαν μαιώσεταί σε.
赫菲斯托斯注意啊,宙斯,免得我们惹出什么祸来;因为这斧头很锋利,它既不会让你无血地分娩,也不会像助产女神埃勒提亚那样温柔地为你接生。
ΖΕΥΣ Κατένεγκε μόνον, ὦ Ἥφαιστε, θαρρῶν· οἶδα γὰρ ἐγὼ τὸ σύμφερον.
宙斯尽管砍下来吧,赫菲斯托斯,放胆去做;因为我知道什么对我合适。
ΗΦΑΙΣΤΟΣ Κατοίσω· τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος;
赫菲斯托斯我砍了;既然您命令了,我还能怎么做呢?
τί τοῦτο;
……这是什么?
κόρη ἔνοπλος;
一个全副武装的姑娘?
μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ·
宙斯啊,您的脑子里藏着一个大麻烦!
εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τὴν μήνιγγα παρθένον ζωογονῶν καὶ ταῦτα ἔνοπλον·
难怪您脾气那么暴躁,竟然在脑膜下孕育着这么大一个处女,而且还是全副武装的!
ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων.
看来您一直没发觉自己拥有的不是脑袋,而是一个军营。
ἡ δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται δὴ ἐν βραχεῖ·
她又跳又舞着战舞,摇晃着盾牌,挥舞着长矛,仿佛神灵附体;而最不可思议的是,她在极短的时间内变得非常美丽,且已完全成年。
γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ τοῦτο ἡ κόρυς.
虽然她是蓝眼睛,但头盔恰好衬托了这一点。
ὥστε, ὦ Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν.
所以,宙斯,快把她许配给我,作为支付给我的接生费吧。
ΖΕΥΣ Ἀδύνατα αἰτεῖς, ὦ Ἥφαιστε· παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν.
宙斯你要求的是不可能的事,赫菲斯托斯;因为她会希望永远保持处女之身。
ἐγὼ δ’ οὖν τό γε ἐπ' ἐμοὶ οὐδὲν ἀντιλέγω.
不过就我而言,我倒是一点也不反对。
ΗΦΑΙΣΤΟΣ Τοῦτ' ἐβουλόμην· ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν.
赫菲斯托斯这就是我想要的回答;剩下的事就交给我了,我现在就把她带走。
ΖΕΥΣ Εἴ σοι ῥᾴδιον, οὕτω ποίει· πλὴν οἶδα ὅτι ἀδυνάτων ἐρᾷς.
宙斯如果对你来说容易的话,那就这么做吧;但我知道,你渴望的是不可能的事。

词汇与语法注释

  1. 225εἰ καὶ λίθους δέοι μιᾷ πληγῇ διατεμεῖν — 在条件从句中使用希求语气动词 δέοι,表示假设性的让步(“即使需要一击劈开石头”)。
  2. 225οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ μου — 动词 πειράομαι 支配属格宾语 μου,分词 ὀργιζομένου(“生气的”)在格上与 μου 保持一致。整句意为“你将体验到生气的我(这并非第一次)”。
  3. 226στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων — 动词 λανθάνω(此处为 pluperfect 过去完成时 ἐλελήθεις)与分词 ἔχων(“拥有”)连用,构成表示“在不知不觉中做某事”的句式(即“你没有意识到自己拥有的不是脑袋,而是一个军营”)。
  4. 226ἐμοὶ μελήσει τὰ λοιπά — 动词 μέλει(此处为将来时 μελήσει)以与格(ἐμοί)表示关心的人,以主格(τὰ λοιπά)表示关心的事物,意为“其余的事由我来管”。

引用这一段

琉善, 众神对话录 §13.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg068.humanitext-grc3:13.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。