§10.1ΖΕΥΣ
Ἄγε, ὦ Γανύμηδες; —ἥκομεν γὰρ ἔνθα ἐχρῆν—φίλησόν με ἤδη, ὅπως εἰδῇς οὐκέτι ῥάμφος ἀγκύλον ἔχοντα οὐδ’ ὄνυχας ὀξεῖς οὐδὲ πτερά, οἷος ἐφαινόμην σοι πτηνὸς εἶναι δοκῶν.
宙斯来吧,甘尼美德斯——因为我们已经到了该到的地方——现在吻我吧,好让你知道我不再长着弯曲的喙、锋利的爪子和翅膀,不像我之前假装成鸟儿时向你展现的那样。
ΓΑΝΥΜΗΔΗΣ
Ἄνθρωπε, οὐκ ἀετὸς ἄρτι ἦσθα καὶ καταπτάμενος ἥρπασάς με ἀπὸ μέσου τοῦ ποιμνίου;
甘尼美德斯凡人啊,刚才你不是一只鹰,飞下来把从羊群中把我抢走了吗?
πῶς οὖν τὰ μὲν πτερά σοι ἐκεῖνα ἐξερρύηκε, σὺ δὲ ἄλλος ἤδη ἀναπέφηνας;
那么,你的那些翅膀怎么都脱落了,你现在却变成了另外一个人出现?
ΖΕΥΣ
Ἀλλ' οὔτε ἄνθρωπον ὁρᾷς, ὦ μειράκιον, οὔτε ἀετὸν, ὁ δὲ πάντων βασιλεὺς τῶν θεῶν οὗτός εἰμι πρὸς τὸν καιρὸν ἀλλάξας ἐμαυτόν.
宙斯但是,孩子,你看到的既不是凡人也不是鹰,我是众神之王,只是为了这时的需要改变了自己。
ΓΑΝΥΜΗΔΗΣ
Τί φῄς;
甘尼美德斯你说什么?
σὺ γὰρ εἶ ὁ Πὰν ἐκεῖνος;
难道你就是那个潘神?
εἶτα πῶς σύριγγα οὐκ ἔχεις οὐδὲ κέρατα οὐδὲ λάσιος εἶ τὰ σκέλη;
那么你为什么没有排箫,没有角,腿也不是毛茸茸的?
ΖΕΥΣ
Μόνον γὰρ ἐκεῖνον ἡγῇ θεόν;
宙斯难道你以为只有他才是神吗?
ΓΑΝΥΜΗΔΗΣ
Ναί·
甘尼美德斯是的。
καὶ θύομέν γε αὐτῷ ἔνορχιν τράγον ἐπὶ τὸ σπήλαιον ἄγοντες, ἔνθα ἕστηκε·
我们还牵着未阉割的公山羊去他立像的洞穴,向他献祭。
σὺ δὲ ἀνδραποδιστής τις εἶναί μοι δοκεῖς.
可是在我看来,你倒像个拐卖人口的强盗。
§10.2ΖΕΥΣ
Εἰπέ μοι, Διὸς δὲ οὐκ ἤκουσας ὄνομα οὐδὲ βωμὸν εἶδες ἐν τῷ Γαργάρῳ τοῦ ὕοντος καὶ βροντῶντος καὶ ἀστραπὰς ποιοῦντος;
宙斯告诉我,你难道没听过宙斯的名字吗? 也没在加尔加罗斯见过那位降雨、打雷和闪电之神的祭坛吗?
ΓΑΝΥΜΗΔΗΣ
Σύ, ὦ βέλτιστε, φῄς εἶναι, ὃς πρῴην κατέχεας ἡμῖν τὴν πολλὴν χάλαζαν, ὁ οἰκεῖν ὑπεράνω λεγόμενος, ὁ ποιῶν τὸν ψόφον, ᾧ τὸν κριὸν ὁ πατὴρ ἔθυσεν;
甘尼美德斯先生,您就是前天朝我们降下大冰雹的那位吗? 就是传说中住在天上、制造出巨响、我父亲曾向其献祭公羊的那位吗?
εἶτα τί ἀδικήσαντά με ἀνήρπασας, ὦ βασιλεῦ τῶν θεῶν;
那么,神之王啊,我犯了什么错,您要把我抢走?
τὰ δὲ πρόβατα ἴσως οἱ λύκοι διαρπάσονται ἤδη ἐρήμοις ἐπιπεσόντες.
羊群现在没人看管,恐怕要被恶狼袭击叼走了。
ΖΕΥΣ
Ἔτι γὰρ μέλει σοι τῶν προβάτων ἀθανάτῳ γεγενημένῳ καὶ ἐνταῦθα συνεσομένῳ μεθ' ἡμῶν;
宙斯你已经成了不死之神,并且要在这里和我们生活在一起,难道你还挂念着羊群吗?
ΓΑΝΥΜΗΔΗΣ
Τί λέγεις;
甘尼美德斯你说什么?
οὐ γὰρ κατάξεις με ἤδη ἐς τὴν Ἴδην τήμερον;
难道今天你不再把我带回伊达山去了吗?
ΖΕΥΣ
Οὐδαμῶς·
宙斯绝不。
ἐπεὶ μάτην ἀετὸς ἂν εἴην ἀντὶ θεοῦ γεγενημένος.
否则我白白放弃神的身份变成一只鹰了。
ΓΑΝΥΜΗΔΗΣ
Οὐκοῦν ἐπιζητήσει με ὁ πατὴρ καὶ ἀγανακτήσει μὴ εὑρίσκων, καὶ πληγὰς ὕστερον λήψομαι καταλιπὼν τὸ ποίμνιον.
甘尼美德斯那么我父亲会寻找我,找不到就会发怒,回头我因为丢下羊群肯定要挨揍的。
ΖΕΥΣ
Ποῦ γὰρ ἐκεῖνος ὄψεταί σε;
宙斯他在哪里能看到你呢?
ΓΑΝΥΜΗΔΗΣ
Μηδαμῶς· ποθῶ γὰρ ἤδη αὐτόν.
甘尼美德斯不行,我现在就想他。
εἰ δὲ ἀπάξεις με, ὑπισχνοῦμαί σοι καὶ ἄλλον παρ' αὐτοῦ κριὸν τυθήσεσθαι λύτρα ὑπὲρ ἐμοῦ.
如果您把我放回去,我向您保证,我父亲会再献祭一只公羊作为我的赎金。
ἔχομεν δὲ τὸν τριετῆ, τὸν μέγαν, ὃς ἡγεῖται πρὸς τὴν νομήν.
我们有一只三岁大的公羊,个头很大,总是领着羊群去牧场的那只。
§10.3ΖΕΥΣ
Ὡς ἀφελὴς ὁ παῖς ἐστι καὶ ἁπλοϊκὸς καὶ αὐτὸ δὴ τοῦτο παῖς ἔτι.
宙斯这孩子多么天真质朴,真的还是个小孩子呢。
—ἀλλ’, ὦ Γανύμηδες, ἐκεῖνα μὲν πάντα χαίρειν ἔα καὶ ἐπιλάθου αὐτῶν, τοῦ ποιμνίου καὶ τῆς Ἴδης.
——但是,甘尼美德斯,把那些事情都忘掉吧,丢开羊群和伊达山。
σὺ δὲ—ἤδη γὰρ ἐπουράνοις εἶ—πολλὰ εὖ ποιήσεις ἐντεῦθεν καὶ τὸν πατέρα καὶ πατρίδα, καὶ ἀντὶ μὲν τυροῦ καὶ γάλακτος ἀμβροσίαν ἔδῃ καὶ νέκταρ πίῃ·
你现在已经身在天庭,从此可以从这里为你的父亲和祖国做许多好事。 你不再吃干酪喝牛奶,而是要吃神粮,饮神酒。
τοῦτο μέντοι καὶ τοῖς ἄλλοις ἡμῖν αὐτὸς παρέξεις ἐγχέων·
而且,你自己还要把这神酒倒给我们其他人喝。
τὸ δὲ μέγιστον, οὐκέτι ἄνθρωπος, ἀλλ’ ἀθάνατος γενήσῃ, καὶ ἀστέρα σου φαίνεσθαι ποιήσω κάλλιστον, καὶ ὅλως εὐδαίμων ἔσῃ.
最重要的是,你将不再是凡人,而是长生不老,我还要让一颗代表你的最美丽的星星闪耀在夜空。 总之,你会无比幸福。
ΓΑΝΥΜΗΔΗΣ
Ἤν δὲ παίζειν ἐπιθυμήσω, τίς συμπαίξεταί μοι;
甘尼美德斯那如果我想玩耍,谁来陪我玩呢?
ἐν γὰρ τῇ Ἴδῃ πολλοὶ ἡλικιῶται ἦμεν.
在伊达山有很多和我同龄的伙伴。
ΖΕΥΣ
Ἔχεις κἀνταῦθα τὸν συμπαιξόμενόν σοι τουτονὶ τὸν Ἔρωτα καὶ ἀστραγάλους μάλα πολλούς.
宙斯在这里你也有陪你玩耍的爱神艾罗斯,还有许许多多的抓拐骨。
θάρρει μόνον καὶ φαιδρὸς ἴσθι καὶ μηδὲν ἐπιπόθει τῶν κάτω.
你只要放宽心,高兴起来,别再想念人间的任何东西。
§10.4ΓΑΝΥΜΗΔΗΣ
Τί δαὶ ὑμῖν χρήσιμος ἂν γενοίμην;
甘尼美德斯那对你们能有什么用呢?
ἢ ποιμαίνειν δεήσει κἀνταῦθα;
难道在这里也要放羊吗?
ΖΕΥΣ
Οὔκ, ἀλλ’ οἰνοχοήσεις καὶ ἐπὶ τοῦ νέκταρος τετάξῃ καὶ ἐπιμελήσῃ τοῦ συμποσίου.
宙斯不,你要当斟酒侍者,负责管理神酒,照料宴席。
ΓΑΝΥΜΗΔΗΣ
Τοῦτο μὲν οὐ χαλεπόν·
甘尼美德斯这倒不难。
οἶδα γὰρ ὡς χρὴ ἐγχέαι τὸ γάλα καὶ ἀναδοῦναι τὸ κισσύβιον.
我知道该怎么倒牛奶,也知道怎么把常春藤木杯递过去。
ΖΕΥΣ
Ἰδού, πάλιν οὗτος γάλακτος μνημονεύει καὶ ἀνθρώποις διακονήσεσθαι οἴεται·
宙斯瞧,他又提到牛奶了,还以为是要去伺候凡人呢。
ταυτὶ δ’ ὁ οὐρανός ἐστι, καὶ πίνομεν, ὥσπερ ἔφην, τὸ νέκταρ.
这里可是天庭,我们喝的是我刚才说的神酒。
ΓΑΝΥΜΗΔΗΣ
Ἥδιον, ὦ Ζεῦ, τοῦ γάλακτος;
甘尼美德斯宙斯,那比牛奶还好喝吗?
ΖΕΥΣ
Εἴσῃ μετ' ὀλίγον καὶ γευσάμενος οὐκέτι ποθήσεις τὸ γάλα.
宙斯你一会儿就知道了。 尝过之后,你就再也不会想喝牛奶了。
ΓΑΝΥΜΗΔΗΣ
Κοιμήσομαι δὲ ποῦ τῆς νυκτός;
甘尼美德斯那我晚上睡哪儿?
ἢ μετὰ τοῦ ἡλικιώτου Ἔρωτος;
和同龄的艾罗斯一起吗?
ΖΕΥΣ
Οὔκ, ἀλλὰ διὰ τοῦτό σε ἀνήρπασα, ὡς ἅμα καθεύδοιμεν.
宙斯不,我就是为了这个才把你抢来的,好让我们睡在一起。
ΓΑΝΥΜΗΔΗΣ
Μόνος γὰρ οὐκ ἂν δύναιο, ἀλλὰ ἥδιόν σοι καθεύδειν μετ' ἐμοῦ;
甘尼美德斯难道你一个人睡不着吗? 和我睡在一起会让你觉得更舒服吗?
ΖΕΥΣ
Ναί, μετά γε τοιούτου οἷος εἶ σύ, Γανύμηδες, οὕτω καλός.
宙斯是的,和像你这样好看的孩子在一起,甘尼美德斯,你这么美。
§10.5ΓΑΝΥΜΗΔΗΣ
Τί γάρ σε πρὸς τὸν ὕπνον ὀνήσει τὸ κάλλος;
甘尼美德斯可是美丽对你睡觉能有什么帮助呢?
ΖΕΥΣ
Ἔχει τι θέλγητρον ἡδὺ καὶ μαλακώτερον ἐπάγει αὐτόν.
宙斯它有一种甜美的魔力,能让人更温柔地入睡。
ΓΑΝΥΜΗΔΗΣ
Καὶ μὴν ὅ γε πατὴρ ἤχθετό μοι συγκαθεύδοντι καὶ διηγεῖτο ἕωθεν, ὡς ἀφεῖλον αὐτοῦ τὸν ὕπνον στρεφόμενος καὶ λακτίζων καί τι φθεγγόμενος μεταξὺ ὁπότε καθεύδοιμι·
甘尼美德斯可是我父亲以前和我睡在一起的时候总嫌弃我。 他早上会跟我说,我睡觉时翻来覆去、连踢带踹,还冷不丁说梦话,吵得他睡不着。
ὥστε παρὰ τὴν μητέρα ἔπεμπέ με κοιμησόμενον ὡς τὰ πολλά.
所以大多数时候,他都打发我去我母亲那里睡。
ὥρα δή σοι, εἰ διὰ τοῦτο, ὡς φῄς, ἀνήρπασάς με, καταθεῖναι αὖθις εἰς τὴν γῆν, ἢ πράγματα ἕξεις ἀγρυπνῶν· ἐνοχλήσω γάρ σε συνεχῶς στρεφόμενος.
所以,如果你真的是为了这个才抢我来,那你还是赶紧把我送回地上去吧,否则你就要受罪睡不着了,因为我会不停地翻身打乱你的。
ΖΕΥΣ
Τοῦτ' αὐτό μοι τὸ ἥδιστον ποιήσεις, εἰ ἀγρυπνήσαιμι μετὰ σοῦ φιλῶν πολλάκις καὶ περιπτύσσων.
宙斯这正是最合我意的事。 我可以陪你熬夜,不停地吻你、搂着你。
ΓΑΝΥΜΗΔΗΣ
Αὐτὸς ἂν εἰδείης·
甘尼美德斯这随你便吧。
ἐγὼ δὲ κοιμήσομαι σοῦ καταφιλοῦντος.
你亲你的,我睡我的。
ΖΕΥΣ
Εἰσόμεθα τότε ὃ πρακτέον.
宙斯到时候我们自然知道该怎么办。
νῦν δὲ ἄπαγε αὐτόν, ὦ Ἑρμῆ, καὶ πιόντα τῆς ἀθανασίας ἄγε οἰνοχοήσοντα ἡμῖν διδάξας πρότερον ὡς χρὴ ὀρέγειν τὸν σκύφον.
现在,赫尔墨斯,把他带走,让他喝下长生不老药,然后带他来给我们斟酒。 先教教他应该怎么递酒杯。