§11.1ΗΦΑΙΣΤΟΣ
Ἑώρακας, ὦ Ἄπολλον, τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν, ὡς καλόν τέ ἐστι καὶ προσγελᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον;
赫菲斯托斯阿波罗,你看到迈亚那个刚出生的赤子了吗? 他是多么漂亮,朝每个人微笑,并且已经表明他将来会成为一个了不起的福祉?
ΑΠΟΛΛΩΝ
Ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
阿波罗赫菲斯托斯,那个赤子,了不起的福祉? 在狡黠方面,他比伊阿佩托斯还要年长多少呢!
ΗΦΑΙΣΤΟΣ
Καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
赫菲斯托斯他一个刚出生的婴儿,能做些什么坏事呢?
ΑΠΟΛΛΩΝ
Ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
阿波罗去问问波塞冬吧,他的三叉戟被偷了,或者问问阿瑞斯;因为这孩子还悄悄地从阿瑞斯的剑鞘里拔走了他的剑,更不用说我自己了,他解除了我的弓箭。
§11.2ΗΦΑΙΣΤΟΣ
Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις;
赫菲斯托斯那个连站都站不稳、还裹在襁褓里的新生儿干了这些事?
ΑΠΟΛΛΩΝ
Εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.
阿波罗你会知道的,赫菲斯托斯,只要他走到你身边。
ΗΦΑΙΣΤΟΣ
Καὶ μὴν προσῆλθεν ἤδη.
赫菲斯托斯嘿,他已经走过来了。
ΑΠΟΛΛΩΝ
Τί οὖν;
阿波罗那又怎样?
πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν;
你所有的工具都在吗,没有丢掉什么吧?
ΗΦΑΙΣΤΟΣ
Πάντα, ὦ Ἄπολλον.
赫菲斯托斯都在,阿波罗。
ΑΠΟΛΛΩΝ
Ὅμως ἐπίσκεψαι ἀκριβῶς.
阿波罗但你还是要仔细检查一下。
ΗΦΑΙΣΤΟΣ
Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.
赫菲斯托斯凭宙斯起誓,我找不到我的火钳了。
ΑΠΟΛΛΩΝ
Ἀλλ' ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους.
阿波罗不过,你大概会在那赤子的襁褓里看到它。
ΗΦΑΙΣΤΟΣ
Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν;
赫菲斯托斯他手脚竟如此麻利,就好像在娘胎里就练过偷窃技术似的?
§11.3ΑΠΟΛΛΩΝ
Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα·
阿波罗难道你没听见他已经能说会道、口齿伶俐了吗?
ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει.
而且他还想侍奉我们呢。
χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ᾽. ὅπως ὑφελὼν τὼ πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον·
昨天他向艾罗斯挑战,不知道怎么地,使了个绊子就立刻把他摔倒了;接着,在受到称赞的间隙,当阿佛洛狄忒因他获胜而拥抱他时,他偷走了她的宝带,而在宙斯还在大笑的时候,他又偷走了他的权杖。
εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.
要不是那雷霆太重且带着烈火,他连那个也会偷走的。
ΗΦΑΙΣΤΟΣ
Ὑπέρδριμύν τινα τὸν παῖδα φῄς.
赫菲斯托斯你说的这孩子真是个厉害角色。
ΑΠΟΛΛΩΝ
Οὐ μόνον, ἀλλ’ ἤδη καὶ μουσικόν.
阿波罗不仅如此,而且现在已经是音乐家了。
ΗΦΑΙΣΤΟΣ
Τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
赫菲斯托斯你凭什么能证明这一点?
§11.4ΑΠΟΛΛΩΝ
Χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ' αὐτῆς συνεπήξατο· πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδιον ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς μελῳδεῖ πάνυ γλαφυρόν, ὦ Ἥφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα.
阿波罗他在哪里找到了一只死乌龟,就用它拼装成了一件乐器:他装上琴臂并连接横木,然后钉入琴轸,在下方垫上琴码,绷紧七根琴弦,赫菲斯托斯,他演奏出的旋律极为优美和谐,以至于连我这个长期练习弹奏里拉琴的人都嫉妒他。
ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ’ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾄδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή.
迈亚还说,他晚上甚至不待在天上,而是出于好奇一直下到冥府,显然也是为了从那里偷点什么。
ὑπόπτερος δ’ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
他不仅长着双翼,还做了一根魔力神奇的法杖,用它来引导灵魂并带下亡者。
ΗΦΑΙΣΤΟΣ
Ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
赫菲斯托斯那是我送给他当玩具的。
ΑΠΟΛΛΩΝ
Τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυάγραν—
ΗΦΑΙΣΤΟΣ
Εὖ γε ὑπέμνησας·
阿波罗所以他回报了你的报酬,就是那把火钳—— 赫菲斯托斯你提醒得太好了!
ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν, εἴ που ὡς φῂς εὑρεθείη ἐν τοῖς σπαργάνοις.
所以我要走一趟去拿回它,看看是不是真如你所说,能在襁褓里的某个地方找到它。