§9.1ΗΡΑ
Τὸν Ἰξίονα τοῦτον, ὦ Ζεῦ, ποῖόν τινα τὸν τρόπον ἡγῇ;
赫拉宙斯,你觉得这个伊克西翁是个怎样的人?
ΖΕΥΣ
Ἄνθρωπον εἶναι χρηστόν, ὦ Ἥρα, καὶ συμποτικόν·
宙斯赫拉,我认为他是个善良且适合共饮的人。
οὐ γὰρ ἂν συνῆν ἡμῖν ἀνάξιος τοῦ συμποσίου ὤν.
因为如果他配不上这宴席,他就不会和我们在一起了。
ΗΡΑ
Ἀλλὰ ἀνάξιός ἐστιν, ὑβριστής γε ὤν·
赫拉但他配不上,因为他是个傲慢无礼之徒。
ὥστε μηκέτι συνέστω.
所以别再让他和我们在一起了。
ΖΕΥΣ
Τί δαὶ ὕβρισε;
宙斯那他做了什么无礼的事?
χρὴ γάρ, οἶμαι, κἀμὲ εἰδέναι.
我想我也该知道。
ΗΡΑ
Τί γὰρ ἄλλο;
赫拉还能有什么呢?
—καίτοι αἰσχύνομαι εἰπεῖν αὐτό·
——然而,我说出口都觉得羞耻。
τοιοῦτόν ἐστιν ὃ ἐτόλμησεν.
他竟敢做出那样的勾当。
ΖΕΥΣ
Καὶ μὴν διὰ τοῦτο καὶ μᾶλλον εἴποις ἄν, ὅσῳ καὶ αἰσχροῖς ἐπεχείρησε.
宙斯可正因如此,你倒更应该说出来,尤其是他竟然企图干出如此可耻勾当的时候。
μῶν δ’ οὖν ἐπείρα τινά;
难道他向谁求欢了?
συνίημι γὰρ ὁποῖόν τι τὸ αἰσχρόν, ὅπερ ἂν σὺ ὀκνήσειας εἰπεῖν.
我明白你羞于启齿的那种丑事是什么。
§9.2ΗΡΑ
Αὐτὴν ἐμέ, οὐκ ἄλλην τινά, ὦ Ζεῦ, πολὺν ἤδη χρόνον.
赫拉就是我本人,宙斯,而不是别人,已经好长时间了。
καὶ τὸ μὲν πρῶτον ἠγνόουν τὸ πρᾶγμα, διότι ἀτενὲς ἀφεώρα εἰς ἐμέ· ὁ δὲ καὶ ἔστενε καὶ ὑπεδάκρυε, καὶ εἴ ποτε πιοῦσα παραδοίην τῷ Γανυμήδει τὸ ἔκπωμα, ὁ δὲ ᾔτει ἐν αὐτῷ ἐκείνῳ πιεῖν καὶ λαβὼν ἐφίλει μεταξὺ καὶ πρὸς τοὺς ὀφθαλμοὺς προσῆγε καὶ αὖθις ἀφεώρα ἐς ἐμέ·
起初我还没发觉这事,因为他只是目不转睛地看着我;但他接着又叹气,又偷偷流泪,要是我喝过酒把杯子递给甘尼美德斯,他就要求用那同一个杯子喝,接过去后还一边亲吻,一边把它贴在眼睛上,然后又看着我。
ταῦτα δὲ ἤδη συνίην ἐρωτικὰ ὄντα.
现在我明白这些都是爱慕的表示了。
καὶ ἐπὶ πολὺ μὲν ᾐδούμην λέγειν πρὸς σὲ καὶ ᾤμην παύσεσθαι τῆς μανίας τὸν ἄνθρωπον· ἐπεὶ δὲ καὶ λόγους ἐτόλμησέ μοι προσενεγκεῖν, ἐγὼ μὲν ἀφεῖσα αὐτὸν ἔτι δακρύοντα καὶ προκυλινδούμενον, ἐπιφραξαμένη τὰ ὦτα, ὡς μηδὲ ἀκούσαιμι αὐτοῦ ὑβριστικὰ ἱκετεύοντος, ἀπῆλθον σοὶ φράσουσα·
很长一段时间里我羞于对你提起,以为这人会从疯狂中清醒过来;但当他竟然胆敢对我搭讪时,我便把还在哭泣和在地上打滚的他扔在一边,塞住耳朵,好不听他那些无礼的哀求,然后走开来告诉你。
σὺ δὲ αὐτὸς ὅρα, ὅπως μέτει τὸν ἄνδρα.
你自己看着办,该怎么惩治这个家伙。
§9.3ΖΕΥΣ
Εὖ γε ὁ κατάρατος·
宙斯好一个该死的家伙!
ἐπ' ἐμὲ αὐτὸν καὶ μέχρι τῶν Ἥρας γάμων;
居然冲着我来,甚至想动赫拉婚床的主意?
τοσοῦτον ἐμεθύσθη τοῦ νέκταρος;
他喝了这么多神酒,醉成这样了吗?
ἀλλ’ ἡμεῖς τούτων αἴτιοι καὶ πέρα τοῦ μετρίου φιλάνθρωποι, οἵ γε καὶ συμπότας αὐτοὺς ἐποιησάμεθα.
不过,这也是我们咎由自取,对人类过于仁慈,竟然让他们和我们同席共饮。
συγγνωστοὶ οὖν, εἰ πιόντες ὅμοια ἡμῖν καὶ ἰδόντες οὐράνια κάλλη καὶ οἷα οὔ ποτε εἶδον ἐπὶ γῆς, ἐπεθύμησαν ἀπολαῦσαι αὐτῶν ἔρωτι ἁλόντες·
所以,也难怪他们在喝了和我们一样的酒、见到了天上的美色——那种他们在地上从未见过的美色——之后,陷入爱河并渴望一亲芳泽。
ὁ δ’ ἔρως βίαιόν τί ἐστι καὶ οὐκ ἀνθρώπων μόνον ἄρχει, ἀλλὰ καὶ ἡμῶν αὐτῶν ἐνίοτε.
爱情是一种狂暴的力量,不仅统治着人类,有时甚至也统治着我们自己。
ΗΡΑ
Σοῦ μὲν καὶ πάνυ οὗτός γε δεσπότης ἐστὶ καὶ ἄγει σε καὶ φέρει τῆς ῥινός, φασίν, ἕλκων, καὶ σὺ ἕπῃ αὐτῷ ἔνθα ἂν ἡγῆταί σοι, καὶ ἀλλάττῃ ῥᾳδίως ἐς ὅ τι ἂν κελεύσῃ, καὶ ὅλως κτῆμα καὶ παιδιὰ τοῦ ἔρωτος σύ γε·
赫拉对你而言,它绝对是你的主宰,就像俗话说的,牵着你的鼻子走,而你跟着它,它带你去哪你就去哪,它让你变成什么你就轻易变成什么。 总之,你完全是爱情的私有物和玩物。
καὶ νῦν τῷ Ἰξίονι οἶδα καθότι συγγνώμην ἀπονέμεις ἅτε καὶ αὐτὸς μοιχεύσας ποτὲ αὐτοῦ τὴν γυναῖκα, ἥ σοι τὸν Πειρίθουν ἔτεκεν.
我现在明白你为什么要宽恕伊克西翁了,因为你自己以前也曾勾引过他的妻子,她还为你生下了培里托俄斯。
§9.4ΖΕΥΣ
Ἔτι γὰρ σὺ μέμνησαι ἐκείνων, εἴ τι ἐγὼ ἔπαιξα εἰς γῆν κατελθών;
宙斯我下凡去寻欢作乐的那些陈年旧事,你居然还记着?
ἀτὰρ οἶσθα ὅ μοι δοκεῖ περὶ τοῦ Ἰξίονος;
不过,你可知道我对伊克西翁有什么打算?
κολάζειν μὲν μηδαμῶς αὐτὸν μηδὲ ἀπωθεῖν τοῦ συμποσίου· σκαιὸν γάρ·
绝不要惩罚他,也不要将他逐出宴席,因为那太煞风景了。
ἐπεὶ δὲ ἐρᾷ καὶ ὡς φῂς δακρύει καὶ ἀφόρητα πάσχει—
ΗΡΑ
Τί, ὦ Ζεῦ; δέδια γάρ, μή τι ὑβριστικὸν καὶ σὺ εἴπῃς.
既然他坠入爱河,又如你所说正在哭泣、承受着无法忍受的痛苦—— 赫拉什么打算,宙斯? 我真害怕你也会说出什么荒唐无礼的话来。
ΖΕΥΣ
Οὐδαμῶς·
宙斯绝非如此。
ἀλλ’ εἴδωλον ἐκ νεφέλης πλασάμενοι αὐτῇ σοι ὅμοιον, ἐπειδὰν λυθῇ τὸ συμπόσιον κἀκεῖνος ἀγρυπνῇ, ὡς τὸ εἰκός, ὑπὸ τοῦ ἔρωτος, παρακατακλίνωμεν αὐτῷ φέροντες·
我们用云彩塑一个跟你一模一样的幻影,等到宴会散去,他因为相思而无法入眠时,我们就把那幻影带去放在他身边。
οὕτω γὰρ ἂν παύσαιτο ἀνιώμενος οἰηθεὶς τετυχηκέναι τῆς ἐπιθυμίας.
这样,他以为自己得偿所愿,就不会再痛苦下去了。
ΗΡΑ
Ἄπαγε, μὴ ὥρασιν ἵκοιτο τῶν ὑπὲρ αὐτὸν ἐπιθυμῶν.
赫拉呸! 别让他那超出本分的欲望得逞。
ΖΕΥΣ
Ὅμως ὑπόμεινον, ὦ Ἥρα.
宙斯不管怎样,你就将就一下吧,赫拉。
ἢ τί γὰρ ἂν καὶ πάθοις δεινὸν ἀπὸ τοῦ πλάσματος, εἰ νεφέλῃ ὁ Ἰξίων συνέσται;
要是伊克西翁和云彩交合,你又会从那个塑料人那里受到什么伤害呢?
§9.5ΗΡΑ
Ἀλλὰ ἡ νεφέλη ἐγὼ εἶναι δόξω, καὶ τὸ αἰσχρὸν ἐπ' ἐμὲ ἥξει διὰ τὴν ὁμοιότητα.
赫拉可是人们会以为那朵云就是我,由于长得太像,耻辱还是会落到我头上。
ΖΕΥΣ
Οὐδὲν τοῦτο φῄς·
宙斯你这是无理取闹。
οὔτε γὰρ ἡ νεφέλη ποτὲ Ἥρα γένοιτ' ἂν οὔτε σὺ νεφέλη·
云永远成不了赫拉,你也成不了云。
ὁ δ’ Ἰξίων μόνον ἐξαπατηθήσεται.
被骗的只有伊克西翁一个人而已。
ΗΡΑ
Ἀλλὰ οἱ πάντες ἄνθρωποι ἀπειρόκαλοί εἰσιν·
赫拉但凡人都是些粗俗之辈。
αὐχήσει κατελθὼν ἴσως καὶ διηγήσεται ἅπασι λέγων συγγεγενῆσθαι τῇ Ἥρᾳ καὶ σύλλεκτρος εἶναι τῷ Διί, καί που τάχα ἐρᾶν με φήσειεν αὐτοῦ, οἱ δὲ πιστεύσουσιν οὐκ εἰδότες ὡς νεφέλῃ συνῆν.
他回到人间后,说不定会到处吹嘘炫耀,跟所有人说他已经和赫拉同床共枕,成了宙斯的同寝者。 甚至他还可能说我爱上了他,而人们根本不知道他其实只是和一朵云在一起,所以都会相信他。
ΖΕΥΣ
Οὐκοῦν, ἤν τι τοιοῦτον εἴπῃ, ἐς τὸν ᾅδην ἐμπεσὼν τροχῷ ἄθλιος προσδεθεὶς συμπεριενεχθήσεται μετ' αὐτοῦ ἀεὶ καὶ πόνον ἄπαυστον ἕξει δίκην διδοὺς οὐ τοῦ ἔρωτος—οὐ γὰρ δεινὸν τοῦτό γε—ἀλλὰ τῆς μεγαλαυχίας.
宙斯那么,要是他真敢说出这种话,他就该被扔进冥府,可怜地被绑在车轮上,随着它永远旋转,遭受永无休止的痛苦。 这惩罚不是因为他的爱——这没什么大不了的——而是因为他的大言不惭。