Humanitext Reader

琉善 · 海神对话录 §6.1-6.2

关于赫勒坠海与遗体安葬的讨论

第 6 段,共 15 段 · 希腊语

内容简介

讨论围绕赫勒坠海的经过及其遗体应当葬于何处展开,同时提及了伊诺未来的命运以及母亲涅斐勒在命运面前的无能为力。

§6.1ΠΟΣΕΙΔΩΝ Τὸ μὲν στενὸν τοῦτο, ἔνθα ἡ παῖς κατηνέχθη, Ἑλλήσποντος ἀπ' αὐτῆς καλείσθω· τὸν δὲ νεκρὸν ὑμεῖς, ὦ Νηρεΐδες, παραλαβοῦσαι τῇ Τρῳάδι προσενέγκατε, ὡς ταφείη ὑπὸ τῶν ἐπιχωρίων.
波塞冬这个少女坠落的狭窄海峡,就让她用自己的名字命名为赫勒斯滂吧;至于她的尸体,涅瑞伊得斯们,你们去接过来送到特罗阿斯,以便让当地的人们安葬她。
ΑΜΦΙΤΡΙΤΗ Μηδαμῶς, ὦ Πόσειδον, ἀλλ’ ἐνταῦθα ἐν τῷ ἐπωνύμῳ πελάγει τεθάφθω· ἐλεοῦμεν γὰρ αὐτὴν οἴκτιστα ὑπὸ τῆς μητρυιᾶς πεπονθυῖαν.
安菲特里忒万万不可,波塞冬啊,应该让她安葬在这片以她命名的海里;因为我们非常可怜她,她落得如此悲惨的境地都是受了她继母的折磨。
ΠΟΣΕΙΔΩΝ Τοῦτο μέν, ὦ Ἀμφιτρίτη, οὐ θέμις· οὐδὲ ἄλλως καλὸν ἐνταῦθά που κεῖσθαι ὑπὸ τῇ ψάμμῳ αὐτήν, ἀλλ’ ὅπερ ἔφην ἐν τῇ Τρῳάδι ἢ ἐν Χερρονήσῳ τεθάψεται.
波塞冬安菲特里忒,这不合神法;而且她就这样躺在这片沙土之下也不体面,而是正如我所说,她将被安葬在特罗阿斯或色雷斯切尔索尼斯。
ἐκεῖνο δὲ παραμύθιον οὐ μικρὸν ἔσται αὐτῇ, ὅτι μετ' ὀλίγον τὰ αὐτὰ καὶ ἡ Ἰνὼ πείσεται καὶ ἐμπεσεῖται ὑπὸ τοῦ Ἀθάμαντος διωκομένη ἐς τὸ πέλαγος ἀπ' ἄκρου τοῦ Κιθαιρῶνος, καθ' ὅπερ καθήκει ἐς τὴν θάλασσαν, ἔχουσα καὶ τὸν υἱὸν ἐπὶ τῆς ἀγκάλης.
这对她来说将是一个不小的安慰:不久之后,伊诺也将遭遇同样的命运,在被阿塔玛斯追赶时,抱着儿子从吉萨伊隆山直通向大海的山顶坠入海中。
ἀλλὰ κἀκείνην σῶσαι δεήσει χαρισαμένους τῷ Διονύσῳ· τροφὸς γὰρ αὐτοῦ καὶ τίτθη ἡ Ἰνώ.
但出于对狄奥尼索斯的恩情,我们也必须拯救她,因为伊诺是他的养母和乳母。
§6.2ΑΜΦΙΤΡΙΤΗ Οὐκ ἐχρῆν οὕτω πονηρὰν οὖσαν.
安菲特里忒她既然如此恶毒,本不该救她。
ΠΟΣΕΙΔΩΝ Ἀλλὰ τῷ Διονύσῳ ἀχαριστεῖν, ὦ Ἀμφιτρίτη, οὐκ ἄξιον.
波塞冬但是对狄奥尼索斯忘恩负义,安菲特里忒,这是不应该的。
ΝΗΡΕΙΔΕΣ Αὕτη δὲ ἄρα τί παθοῦσα κατέπεσεν ἀπὸ τοῦ κριοῦ, ὁ ἀδελφὸς δὲ ὁ Φρίξος ἀσφαλῶς ὀχεῖται;
涅瑞伊得斯那她究竟是因为经历了什么才从公羊上坠落下来的呢? 而她的兄弟弗里克索斯却能安全地骑在上面?
ΠΟΣΕΙΔΩΝ Εἰκότως· νεανίας γὰρ καὶ δύναται ἀντέχειν πρὸς τὴν φοράν, ἡ δὲ ὑπ' ἀηθείας ἐπιβᾶσα ὀχήματος παραδόξου καὶ ἀπιδοῦσα ἐς βάθος ἀχανές, ἐκπλαγεῖσα καὶ τῷ θάλπει ἅμα συσχεθεῖσα καὶ ἰλιγγιάσασα πρὸς τὸ σφοδρὸν τῆς πτήσεως ἀκρατὴς ἐγένετο τῶν κεράτων τοῦ κριοῦ, ὧν τέως ἐπείληπτο, καὶ κατέπεσεν ἐς τὸ πέλαγος.
波塞冬这是理所当然的;因为他是年轻男子,能够承受住飞行的冲力;而她由于不习惯,骑上了这奇怪的座驾,又向下俯视那无底的深渊,惊恐万分,同时被热气侵袭、头晕目眩,在猛烈的飞行中,她无法再握住此前一直抓着的公羊角,于是便坠落到了海里。
ΝΗΡΕΙΔΕΣ Οὔκουν ἐχρῆν τὴν μητέρα τὴν Νεφέλην βοηθῆσαι πιπτούσῃ;
涅瑞伊得斯那么,她的母亲涅斐勒不应该在她坠落时予以救援吗?
ΠΟΣΕΙΔΩΝ Ἐχρῆν· ἀλλ’ ἡ Μοῖρα τῆς Νεφέλης πολλῷ δυνατωτέρα.
波塞冬应当救她;但命运的力量比涅斐勒要强大得多。

词汇与语法注释

  1. 311ὡς ταφείη — 在表示目的的连词 ὡς 之后使用了祈愿式(optative)。虽然主句的命令式(προσενέγκατε)并非历史时态,但由于命令的内容指向未来的意图或一种委婉的表达,因而选择了祈愿式。
  2. 313τί παθοῦσα — 疑问词 τί 与分词 παθοῦσα(πάσχω 的不定过去时主动因、阴性单数)的组合,是一种表示惊讶或疑惑的惯用表达,意为“究竟怎么了”或“出于什么原因”。
  3. 313ἀκρατὴς ἐγένετο τῶν κεράτων — 形容词 ἀκρατής(失去控制、无法支配)支配夺格性(分离)属格(τῶν κεράτων)。直译为“失去了对角的控制”,即“无法再抓牢羊角”。
  4. 314βοηθῆσαι πιπτούσῃ — 动词 βοηθέω(帮助)支配与格(阴性单数现在分词 πιπτούσῃ),用以表示被帮助的对象。现在分词强调动作正在进行(“在她坠落的过程中”)。

引用这一段

琉善, 海神对话录 §6.1-6.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:6.1-6.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。