§5.1ΠΟΣΕΙΔΩΝ
Εὖ γε, ὦ Δελφῖνες, ὅτι ἀεὶ φιλάνθρωποί ἐστε, καὶ πάλαι μὲν τὸ τῆς Ἰνοῦς παιδίον ἐπὶ τὸν Ἰσθμὸν ἐκομίσατε ὑποδεξάμενοι ἀπὸ τῶν Σκειρωνίδων μετὰ τῆς μητρὸς ἐμπεσόν, καὶ νῦν σὺ τὸν κιθαρῳδὸν τουτονὶ τὸν ἐκ Μηθύμνης ἀναλαβὼν ἐξενήξω ἐς Ταίναρον αὐτῇ σκευῇ καὶ κιθάρᾳ, οὐδὲ περιεῖδες κακῶς ὑπὸ τῶν ναυτῶν ἀπολλύμενον.
波塞冬:好样的,海豚们,因为你们总是对人类充满友善。 昔日,在伊诺的孩子与母亲一同从斯喀戎岩坠落时,你们接住他并送到了地峡;而如今,你又托起这位来自美索姆纳的基萨拉歌手,连同他的演出盛装和基萨拉琴一起,游到了泰纳戎,没有眼睁睁看着他惨死在船员手中。
ΔΕΛΦΙΝΕΣ
Μὴ θαυμάσῃς, ὦ Πόσειδον, εἰ τοὺς ἀνθρώπους εὖ ποιοῦμεν ἐξ ἀνθρώπων γε καὶ αὐτοὶ ἰχθύες γενόμενοι.
海豚:波塞冬啊,不要惊异于我们对人类行善,毕竟我们自己也是从人类变成鱼的。
Καὶ μέμφομαί γε τῷ Διονύσῳ, ὅτι ἡμᾶς καταναυμαχήσας καὶ μετέβαλε, δέον χειρώσασθαι μόνον, ὥσπερ τοὺς ἄλλους ὑπηγάγετο.
不过,我确实对狄奥尼索斯有些抱怨,因为他在海战中击败我们之后,竟然还把我们变成了鱼,而他本来只需降伏我们即可,就像他让其他人臣服那样。
ΠΟΣΕΙΔΩΝ
Πῶς δ’ οὖν τὰ κατὰ τὸν Ἀρίονα τοῦτον ἐγένετο, ὦ Δελφίν;
波塞冬:那么,关于这个阿里翁的事情究竟是怎样发生的呢,海豚?
§5.2ΔΕΛΦΙΝΕΣ
Ὁ Περίανδρος, οἶμαι, ἔχαιρεν αὐτῷ καὶ πολλάκις μετεπέμπετο αὐτὸν ἐπὶ τῇ τέχνῃ, ὁ δὲ πλουτήσας παρὰ τοῦ τυράννου ἐπεθύμησεν πλεύσας οἴκαδε εἰς τὴν Μήθυμναν ἐπιδείξασθαι τὸν πλοῦτον, καὶ ἐπιβὰς πορθμείου τινὸς κακούργων ἀνδρῶν ὡς ἔδειξεν πολὺν ἄγων χρυσόν τε καὶ ἄργυρον, ἐπεὶ κατὰ μέσον τὸ Αἰγαῖον ἐγένετο, ἐπιβουλεύουσιν αὐτῷ οἱ ναῦται·
海豚:我想,佩里安德很赏识他,并经常因他的技艺而召见他。 但在从僭主那里发财之后,他渴望乘船回到家乡美索姆纳去展示他的财富。 于是他登上了由一伙恶人驾驶的渡船,当他显露出自己携带了大量金银时,船只行驶到了爱琴海中部,船员们便对他起了歹意。
ὁ δὲ—ἠκροώμην γὰρ ἅπαντα παρανέων τῷ σκάφει—Ἐπεὶ ταῦτα ὑμῖν δέδοκται, ἔφη, ἀλλὰ τὴν σκευὴν ἀναλαβόντα με καὶ ᾄσαντα θρῆνόν τινα ἐπ' ἐμαυτῷ ἑκόντα ἐάσατε ῥῖψαι ἐμαυτόν.
而他——因为我当时一直在船旁并排游着,听到了所有事情——说道:“既然你们已经做出了决定,就请允许我穿上行头,为自己唱一首挽歌,然后自觉地跳下去吧。
ἐπέτρεψαν οἱ ναῦται καὶ ἀνέλαβε τὴν σκευὴν καὶ ᾖσε πάνυ λιγυρόν, καὶ ἔπεσεν εἰς τὴν θάλασσαν ὡς αὐτίκα πάντως ἀποθανούμενος·
”船员们同意了,他穿戴好行头,唱得十分哀婉,接着便投身入海,仿佛立刻就要死去一般。
ἐγὼ δὲ ὑπολαβὼν καὶ ἀναθέμενος αὐτὸν ἐξενηξάμην ἔχων εἰς Ταίναρον.
而我接住了他,将他驼在背上,带着他游到了泰纳戎。
ΠΟΣΕΙΔΩΝ
Ἐπαινῶ σε τῆς φιλομουσίας· ἄξιον γὰρ τὸν μισθὸν ἀπέδωκας αὐτῷ τῆς ἀκροάσεως.
波塞冬:我赞赏你热爱文艺的心;因为你为听他的演奏付出了相称的报酬。