§7.1ΠΑΝΟΠΗ
Εἶδες, ὦ Γαλήνη, χθὲς οἷα ἐποίησεν ἡ Ἔρις παρὰ τὸ δεῖπνον ἐν Θετταλίᾳ, διότι μὴ καὶ αὐτὴ ἐκλήθη εἰς τὸ συμπόσιον;
帕诺佩加勒涅,你看见昨天在色萨利的宴会上,厄里斯因为自己没有被邀请参加宴席而干了些什么吗?
ΓΑΛΗΝΗ
Οὐ συνειστιώμην ὑμῖν ἔγωγε· ὁ γὰρ Ποσειδῶν ἐκέλευσέ με, ὦ Πανόπη, ἀκύμαντον ἐν τοσούτῳ φυλάττειν τὸ πέλαγος.
加勒涅我自己并没有和你们一起赴宴;因为波塞冬命令我,帕诺佩,在那段时间里保持海面无波无浪。
τί δ’ οὖν ἐποίησεν ἡ Ἔρις μὴ παροῦσα;
那么,没有到场的厄里斯到底干了什么?
ΠΑΝΟΠΗ
Ἡ Θέτις μὲν ἤδη καὶ ὁ Πηλεὺς ἀπεληλύθεσαν ἐς τὸν θάλαμον ὑπὸ τῆς Ἀμφιτρίτης καὶ τοῦ Ποσειδῶνος παραπεμφθέντες, ἡ Ἔρις δὲ ἐν τοσούτῳ λαθοῦσα πάντας—ἐδυνήθη δὲ ῥᾳδίως, τῶν μὲν πινόντων, ἐνίων δὲ κροτούντων ἢ τῷ Ἀπόλλωνι κιθαρίζοντι ἢ ταῖς Μούσαις ᾀδούσαις προσεχόντων τὸν νοῦν—ἐνέβαλεν ἐς τὸ συμπόσιον μῆλόν τι πάγκαλον, χρυσοῦν ὅλον, ὦ Γαλήνη· ἐπεγέγραπτο δὲ “ἡ καλὴ λαβέτω.
帕诺佩忒提斯和佩琉斯已经在安菲特里忒和波塞冬的陪同下退席去了洞房,而厄里斯在此时避开了所有人的注意——这很容易做到,因为有的人在喝酒,有的人在喝彩,或者专心听着阿波罗弹奏竖琴,或是听缪斯们唱歌——她把一个极其美丽、纯金制作的苹果扔进了宴席中,加勒涅;上面刻着:“让最美者拿去。
” κυλινδούμενον δὲ τοῦτο ὥσπερ ἐξεπίτηδες ἧκεν ἔνθα Ἥρα τε καὶ Ἀφροδίτη καὶ Ἀθηνᾶ κατεκλίνοντο.
”这苹果仿佛是故意一般滚着,来到了赫拉、阿芙洛狄忒和雅典娜正靠卧着的地方。
§7.2ΠΑΝΟΠΗ
κἀπειδὴ ὁ Ἑρμῆς ἀνελόμενος ἐπελέξατο τὰ γεγραμμένα, αἱ μὲν Νηρεΐδες ἡμεῖς ἐσιωπήσαμεν.
帕诺佩当赫尔墨斯捡起它并宣读了上面写的话后,我们这些涅瑞伊得斯都沉默不语。
τί γὰρ ἔδει ποιεῖν ἐκείνων παρουσῶν;
毕竟有那些女神在场,我们还能做什么呢?
αἱ δὲ ἀντεποιοῦντο ἑκάστη καὶ αὑτῆς εἶναι τὸ μῆλον ἠξίουν, καὶ εἰ μή γε ὁ Ζεὺς διέστησεν αὐτάς, καὶ ἄχρι χειρῶν ἂν τὸ πρᾶγμα προὐχώρησεν.
但她们却争执起来,每个人都认为苹果应该属于自己,如果不是宙斯把她们拉开,事情甚至会发展到动手打架的地步。
ἀλλ’ ἐκεῖνος, Αὐτὸς μὲν οὐ κρινῶ, φησί, περὶ τούτου,—καίτοι ἐκεῖναι αὐτὸν δικάσαι ἠξίουν—ἄπιτε δὲ ἐς τὴν Ἴδην παρὰ τὸν Πριάμου παῖδα, ὃς οἶδέ τε διαγνῶναι τὸ κάλλιον φιλόκαλος ὤν, καὶ οὐκ ἂν ἐκεῖνος κρίναι κακῶς.
不过宙斯说:“我自己是不想对这件事做出裁决的,”——尽管女神们请求他来裁决——“你们去伊达山找普里阿摩斯的儿子吧,他是一个热爱美的人,懂得如何鉴别更美的事物,而且他决不会做出糟糕的裁断。
ΓΑΛΗΝΗ
Τί οὖν αἱ θεαί, ὦ Πανόπη;
” 加勒涅那女神们后来怎么样了,帕诺佩?
ΠΑΝΟΠΗ
Τήμερον, οἶμαι, ἀπίασιν εἰς τὴν Ἴδην, καί τις ἥξει μετὰ μικρὸν ἀπαγγέλλων ἡμῖν τὴν κρατοῦσαν.
帕诺佩我想她们今天就要去伊达山了,不一会儿就会有人来向我们报告谁获胜了。
ΓΑΛΗΝΗ
Ἤδη σοί φημι, οὐκ ἄλλη κρατήσει τῆς Ἀφροδίτης ἀγωνιζομένης, ἢν μὴ πάνυ ὁ διαιτητὴς ἀμβλυώττῃ.
加勒涅我现在就可以对你说明,既然阿芙洛狄忒参赛,就不会有别人获胜,除非那裁判是个彻头彻尾的睁眼瞎。