§2.1ΚΥΚΛΩΨ
Ὦ πάτερ, οἷα πέπονθα ὑπὸ τοῦ καταράτου ξένου, ὃς μεθύσας ἐξετύφλωσέ με κοιμωμένῳ ἐπιχειρήσας.
ΚΥΚΛΩΨ 父亲啊,那个该死的外邦人让我遭受了怎样的痛苦啊! 他灌醉了我,乘我睡着时袭击了我,弄瞎了我的眼睛。
ΠΟΣΕΙΔΩΝ
Τίς δὲ ἦν ὁ ταῦτα τολμήσας, ὦ Πολύφημε;
ΠΟΣΕΙΔΩΝ 波吕斐摩斯,是谁竟敢做出这种事?
ΚΥΚΛΩΨ
Τὸ μὲν πρῶτον Οὖτιν ἑαυτὸν ἀπεκάλει, ἐπεὶ δὲ διέφυγε καὶ ἔξω ἦν βέλους, Ὀδυσσεὺς ὀνομάζεσθαι ἔφη.
ΚΥΚΛΩΨ 起初他自称“奥提斯”,但当他逃脱并到了我的投石范围之外时,他说他叫奥德修斯。
ΠΟΣΕΙΔΩΝ
Οἶδα ὃν λέγεις, τὸν Ἰθακήσιον· ἐξ Ἰλίου δ’ ἀνέπλει.
ΠΟΣΕΙΔΩΝ 我知道你说的是谁,就是那个伊萨卡人;他是从伊利翁起航回来的。
ἀλλὰ πῶς ταῦτα ἔπραξεν οὐδὲ πάνυ εὐθαρσὴς ὤν;
但是,他一点也不勇敢,怎么能做出这种事呢?
§2.2ΚΥΚΛΩΨ
Κατέλαβον αὐτοὺς ἐν τῷ ἄντρῳ ἀπὸ τῆς νομῆς ἀναστρέψας πολλούς τινας, ἐπιβουλεύοντας δῆλον ὅτι τοῖς ποιμνίοις·
ΚΥΚΛΩΨ 我放牧归来时,发现他们有许多人在我的洞穴里,显然是在图谋我的羊群。
ἐπεὶ γὰρ ἐπέθηκα τῇ θύρᾳ τὸ πῶμα—πέτρα δέ ἐστί μοι παμμεγέθης—καὶ τὸ πῦρ ἀνέκαυσα ἐναυσάμενος ὃ ἔφερον δένδρον ἀπὸ τοῦ ὄρους, ἐφάνησαν ἀποκρύπτειν αὑτοὺς πειρώμενοι·
因为当我把盖子——对我来说是一块巨大的岩石——挡在门口,并用我从山上带回来的树木点燃起火时,他们显露出正试图藏匿自己。
ἐγὼ δὲ συλλαβών τινας αὐτῶν, ὥσπερ εἰκὸς ἦν, κατέφαγον λῃστάς γε ὄντας.
我抓住他们中的几个,理所当然地把他们吃掉了,因为他们确实是强盗。
ἐνταῦθα ὁ πανουργότατος ἐκεῖνος, εἴτε Οὖτις εἴτε Ὀδυσσεὺς ἦν, δίδωσί μοι πιεῖν φάρμακόν τι ἐγχέας, ἡδὺ μὲν καὶ εὔοσμον, ἐπιβουλότατον δὲ καὶ ταραχωδέστατον·
这时,那个最狡猾的家伙,不管是叫奥提斯还是奥德修斯,倒了一种药给我喝,那药虽然甘甜芬芳,却极具欺骗性且令人迷糊。
ἅπαντα γὰρ εὐθὺς ἐδόκει μοι περιφέρεσθαι πιόντι καὶ τὸ σπήλαιον αὐτὸ ἀνεστρέφετο καὶ οὐκέτι ὅλως ἐν ἐμαυτοῦ ἤμην, τέλος δὲ εἰς ὕπνον κατεσπάσθην.
我一喝下去,立刻觉得周围的一切都在旋转,洞穴本身也在颠倒,我完全失去了知觉,最后被拖入了沉睡。
ὁ δὲ ἀποξύνας τὸν μοχλὸν καὶ πυρώσας προσέτι ἐτύφλωσέ με καθεύδοντα, καὶ ἀπ' ἐκείνου τυφλός εἰμί σοι, ὦ Πόσειδον.
而他削尖了木桩,并且在火上烧红,戳瞎了沉睡中的我,从那以后,波塞冬啊,我就在你面前成了瞎子。
§2.3ΠΟΣΕΙΔΩΝ
Ὡς βαθὺν ἐκοιμήθης, ὦ τέκνον, ὃς οὐκ ἐξέθορες μεταξὺ τυφλούμενος.
ΠΟΣΕΙΔΩΝ 孩子,你睡得真沉啊,被弄瞎眼睛时居然没有跳起来。
ὁ δ’ οὖν Ὀδυσσεὺς πῶς διέφυγεν;
那奥德修斯究竟是怎么逃脱的?
οὐ γὰρ ἂν εὖ οἶδ’ ὅτι ἠδυνήθη ἀποκινῆσαι τὴν πέτραν ἀπὸ τῆς θύρας.
因为我很清楚,他是不可能把那块岩石从门口移开的。
ΚΥΚΛΩΨ
Ἀλλ' ἐγὼ ἀφεῖλον, ὡς μᾶλλον αὐτὸν λάβοιμι ἐξιόντα, καὶ καθίσας παρὰ τὴν θύραν ἐθήρων τὰς χεῖρας ἐκπετάσας, μόνα παρεὶς τὰ πρόβατα εἰς τὴν νομήν, ἐντειλάμενος τῷ κριῷ ὅσα ἐχρῆν πράττειν αὐτὸν ὑπὲρ ἐμοῦ.
ΚΥΚΛΩΨ 但是我自己把岩石移开了,以便在他出去时更容易抓住他。 我坐在门口,张开双手搜寻,只让羊群出去放牧,并叮嘱公羊它应该为我做些什么。
§2.4ΠΟΣΕΙΔΩΝ
Μανθάνω· ὑπ' ἐκείνοις ἔλαθον ὑπεξελθόντες·
ΠΟΣΕΙΔΩΝ 我明白了,他们是躲在羊群下面偷偷溜出去的。
σὲ δὲ τοὺς ἄλλους Κύκλωπας ἔδει ἐπιβοήσασθαι ἐπ' αὐτόν.
你当时应该呼唤其他的独眼巨人来帮你对付他。
ΚΥΚΛΩΨ
Συνεκάλεσα, ὦ πάτερ, καὶ ἧκον·
ΚΥΚΛΩΨ 父亲,我召集了他们,他们也来了。
ἐπεὶ δὲ ἤροντο τοῦ ἐπιβουλεύοντος τοὔνομα κἀγὼ ἔφην ὅτι Οὖτίς ἐστι, μελαγχολᾶν οἰηθέντες με ἀπιόντες ᾤχοντο.
但当他们询问图谋者的名字时,我说是“奥提斯”,他们以为我发疯了,便纷纷离去。
οὕτω κατεσοφίσατό με ὁ κατάρατος τῷ ὀνόματι.
那个该死的家伙就这样用名字愚弄了我。
καὶ ὃ μάλιστα ἠνίασέ με, ὅτι καὶ ὀνειδίζων ἐμοὶ τὴν συμφοράν, Οὐδὲ ὁ πατήρ, φησίν, ὁ Ποσειδῶν ἰάσεται σε.
最让我难受的是,他还嘲笑我的灾难,说:“连你的父亲波塞冬也治不好你。
ΠΟΣΕΙΔΩΝ
Θάρρει, ὦ τέκνον· ἀμυνοῦμαι γὰρ αὐτόν, ὡς μάθῃ ὅτι, εἰ καὶ πήρωσίν μοι τῶν ὀφθαλμῶν ἰᾶσθαι ἀδύνατον, τὰ γοῦν τῶν πλεόντων [τὸ σῴζειν αὐτοὺς καὶ ἀπολλύναι] ἐπ' ἐμοί ἐστι· πλεῖ δὲ ἔτι.
” ΠΟΣΕΙΔΩΝ 放心吧,孩子,我会向他报仇的,好让他知道,即使我无法医治眼睛的失明,但至少航海者的命运——拯救他们或毁灭他们——是掌握在我手中的;而他现在还在航行。