Humanitext Reader

琉善 · 海神对话录 §3.1-3.2

阿尔斐俄斯的恋情与波塞冬的鼓励

第 3 段,共 15 段 · 希腊语

内容简介

海神波塞冬拦住不与海水混合而流淌的河神阿尔斐俄斯,得知他正爱着西西里的泉水阿瑞图萨,便祝福并放行让他前去相会。

§3.1ΠΟΣΕΙΔΩΝ Τί τοῦτο, ὦ Ἀλφειέ;
ΠΟΣΕΙΔΩΝ 这是怎么回事,阿尔斐俄斯?
μόνος τῶν ἄλλων ἐμπεσὼν ἐς τὸ πέλαγος οὔτε ἀναμίγνυσαι τῇ ἅλμῃ, ὡς νόμος ποταμοῖς ἅπασιν, οὔτε ἀναπαύεις σεαυτὸν διαχυθείς, ἀλλὰ διὰ τῆς θαλάσσης συνεστὼς καὶ γλυκὺ φυλάττων τὸ ῥεῖθρον, ἀμιγὴς ἔτι καὶ καθαρὸς ἐπείγῃ οὐκ οἶδ’ ὅπου βύθιος ὑποδὺς καθάπερ οἱ λάροι καὶ ἐρωδιοί;
与其他河流不同,唯独你流入大海,既不与盐水混合(正如所有河流的规律那样),也不通过分散流淌来让自己安息,而是凝聚着穿过海洋,保持着甘甜的溪流,依然不混杂且纯净,就像海鸥和苍鹭一样潜入深渊,急匆匆地不知要去哪里?
καὶ ἔοικας ἀνακύψειν που καὶ αὖθις ἀναφανεῖν σεαυτόν.
而且你似乎要在某个地方浮出水面,再次显露自己。
ΑΛΦΕΙΟΣ Ἐρωτικόν τι τὸ πρᾶγμά ἐστιν, ὦ Πόσειδον, ὥστε μὴ ἔλεγχε· ἠράσθης δὲ καὶ αὐτὸς πολλάκις.
ΑΛΦΕΙΟΣ 波塞冬啊,这是一件情事,所以请不要盘问我;你进自己也曾多次恋爱。
ΠΟΣΕΙΔΩΝ Γυναικός, ὦ Ἀλφειέ, ἢ νύμφης ἐρᾷς ἢ καὶ τῶν Νηρεΐδων ἁλίας;
ΠΟΣΕΙΔΩΝ 阿尔斐俄斯,你爱上的是凡间女子、仙女,还是海洋中的涅瑞伊得斯之一?
ΑΛΦΕΙΟΣ Οὔκ, ἀλλὰ πηγῆς, ὦ Πόσειδον.
ΑΛΦΕΙΟΣ 不,波塞冬啊,而是一口泉水。
ΠΟΣΕΙΔΩΝ Ἡ δὲ ποῦ σοι γῆς αὕτη ῥεῖ;
ΠΟΣΕΙΔΩΝ 那它是在大地的什么地方为你流淌呢?
ΑΛΦΕΙΟΣ Νησιῶτίς ἐστι Σικελή· Ἀρέθουσαν αὐτὴν ὀνομάζουσιν.
ΑΛΦΕΙΟΣ 她是西西里的岛民;人们叫她阿瑞图萨。
§3.2ΠΟΣΕΙΔΩΝ Οἶδα οὐκ ἄμορφον, ὦ Ἀλφειέ, τὴν Ἀρέθουσαν, ἀλλὰ διαυγής ἐστι καὶ διὰ καθαροῦ ἀναβλύζει καὶ τὸ ὕδωρ ἐπιπρέπει ταῖς ψηφῖσιν ὅλον ὑπὲρ αὐτῶν φαινόμενον ἀργυροειδές.
ΠΟΣΕΙΔΩΝ 阿尔斐俄斯,我知道阿瑞图萨并不丑陋,她晶莹剔透,从清澈的地方涌出,泉水在鹅卵石上显得格外醒目,在它们上面呈现出整片银白。
ΑΛΦΕΙΟΣ Ὡς ἀληθῶς οἶσθα τὴν πηγήν, ὦ Πόσειδον· παρ' ἐκείνην οὖν ἀπέρχομαι.
ΑΛΦΕΙΟΣ 波塞冬啊,你真清楚地了解这口泉水;因此我正要赶往她那里。
ΠΟΣΕΙΔΩΝ Ἀλλ' ἄπιθι μὲν καὶ εὐτύχει ἐν τῷ ἔρωτι·
ΠΟΣΕΙΔΩΝ 那么去吧,祝你在爱情中好运。
ἐκεῖνο δέ μοι εἰπέ, ποῦ τὴν Ἀρέθουσαν εἶδες αὐτὸς μὲν Ἀρκὰς ὤν, ἡ δὲ ἐν Συρακούσαις ἐστίν;
但请告诉我这件事:你本身是个阿卡迪亚人,而她却在叙拉古,你是在哪里见到阿瑞图萨的?
ΑΛΦΕΙΟΣ Ἐπειγόμενόν με κατέχεις, ὦ Πόσειδον, περίεργα ἐρωτῶν.
ΑΛΦΕΙΟΣ 波塞冬啊,你在我急着赶路时拉住我,问些多管闲事的问题。
ΠΟΣΕΙΔΩΝ Εὖ λέγεις·
ΠΟΣΕΙΔΩΝ 说得对。
χώρει παρὰ τὴν ἀγαπωμένην, καὶ ἀναδὺς ἀπὸ τῆς θαλάσσης συναναμίγνυσο τῇ πηγῇ καὶ ἓν ὕδωρ γίγνεσθε.
去你心爱的人那里吧,从海里浮上来,与那泉水交融,成为一体之水。

词汇与语法注释

  1. §3.1διαχυθείς — 动词 διαχέω(分散、散开)的无定过去时被动分词,在此表示方式或手段(“通过被分散”),修饰 ἀναπαύεις σεαυτόν(让自己安息)。
  2. §3.1ποῦ γῆς — 由表示场所的副词 ποῦ(哪里)与表示部分的属格 γῆς(大地的、世界的)结合而成的惯用表达,意为“究竟在大地的什么地方”。
  3. §3.2αὐτὸς μὲν Ἀρκὰς ὤν — 分词 ὤν 在此表示让步(“尽管你本身是阿卡迪亚人”),并通过 μὲν ... δὲ 与后面的分句 ἥ δὲ ἐν Συρακούσαις ἐστίν(“而她却在叙拉古”)形成对比,强调了阿尔斐俄斯河的源头阿卡迪亚与阿瑞图萨泉所在的叙拉古之间的地理距离。
  4. §3.2γίγνεσθε — 动词 γίγνομαι 的第二人称复数现在时命令行动词。尽管波塞冬是在对阿尔斐俄斯单个人说话,但由于预见到他与阿瑞图萨两人将合二为一,因此使用了复数形式。

引用这一段

琉善, 海神对话录 §3.1-3.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:3.1-3.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。