Humanitext Reader

琉善 · 海神对话录 §1.1-1.5

多丽丝与盖拉蒂亚论波吕斐摩斯的求爱

第 1 段,共 15 段 · 希腊语

内容简介

海中仙女多丽丝与盖拉蒂亚为了追求盖拉蒂亚的丑陋独眼巨人波吕斐摩斯展开激烈争辩。盖拉蒂亚维护其身世与音乐才能,而多丽丝则无情地嘲笑其外貌与滑稽的求爱举动。

§1.1ΔΩΡΙΣ Καλὸν ἐραστήν, ὦ Γαλάτεια, τὸν Σικελὸν τοῦτον ποιμένα φασὶν ἐπιμεμηνέναι σοί.
多丽丝盖拉蒂亚,人们说那个西西里的牧羊人疯狂地爱上了你,那可真是个俊美的情人啊。
ΓΑΛΑΤΕΙΑ Μὴ σκῶπτε, Δωρί· Ποσειδῶνος γὰρ υἱός ἐστιν, ὁποῖος ἂν ᾖ.
盖拉蒂亚别嘲笑了,多丽丝;因为不管他长得如何,他可是波塞冬的儿子。
ΔΩΡΙΣ Τί οὖν;
多丽丝那又怎样?
εἰ καὶ τοῦ Διὸς αὐτοῦ παῖς ὢν ἄγριος οὕτως καὶ λάσιος ἐφαίνετο καί, τὸ πάντων ἀμορφότατον, μονόφθαλμος, οἴει τὸ γένος ἄν τι ὀνῆσαι αὐτὸν πρὸς τὴν μορφήν;
即使他是宙斯本人的儿子,长得如此野蛮、多毛,而且最丑陋的是,还只有一只眼睛,你以为他的出身能在他的外貌上帮到他什么吗?
ΓΑΛΑΤΕΙΑ Οὐδὲ τὸ λάσιον αὐτοῦ καί, ὡς φῄς, ἄγριον ἄμορφόν ἐστιν—ἀνδρῶδες γάρ—ὅ τε ὀφθαλμὸς ἐπιπρέπει τῷ μετώπῳ οὐδὲν ἐνδεέστερον ὁρῶν ἢ εἰ δύ' ἦσαν.
盖拉蒂亚他的多毛和如你所说的野蛮并不丑陋——因为那很有男子气概——而且他的眼睛长在额头上很相配,看起东西来一点也不比有两只眼睛差。
ΔΩΡΙΣ Ἔοικας, ὦ Γαλάτεια, οὐκ ἐραστὴν ἀλλ’ ἐρώμενον ἔχειν τὸν Πολύφημον, οἷα ἐπαινεῖς αὐτόν.
多丽丝盖拉蒂亚,你似乎没有把波吕斐摩斯当成追求者,而是当成了心上人,瞧你把他夸得。
§1.2ΓΑΛΑΤΕΙΑ Οὐκ ἐρώμενον, ἀλλὰ τὸ πάνυ ὀνειδιστικὸν τοῦτο οὐ φέρω ὑμῶν, καί μοι δοκεῖτε ὑπὸ φθόνου αὐτὸ ποιεῖν, ὅτι ποιμαίνων ποτὲ ἀπὸ τῆς σκοπῆς παιζούσας ἡμᾶς ἰδὼν ἐπὶ τῆς ἠϊόνος ἐν τοῖς πρόποσι τῆς Αἴτνης, καθ' ὃ μεταξὺ τοῦ ὄρους καὶ τῆς θαλάσσης αἰγιαλὸς ἀπομηκύνεται, ὑμᾶς μὲν οὐδὲ προσέβλεψεν, ἐγὼ δὲ ἐξ ἁπασῶν ἡ καλλίστη ἔδοξα, καὶ μόνῃ ἐμοὶ ἐπεῖχε τὸν ὀφθαλμόν.
盖拉蒂亚不是心上人,但我无法忍受你们这种极其刻薄的非难,在我看来你们这样做是出于嫉妒。 因为有一次他放牧时,从瞭望哨看见我们在埃特纳山麓的海滩上玩耍——在山与海之间延伸的那片沙滩上——他连看都没看你们一眼,而我却被看作是所有人中最美丽的,他只把眼睛盯着我一个人。
ταῦτα ὑμᾶς ἀνιᾷ· δεῖγμα γάρ, ὡς ἀμείνων εἰμὶ καὶ ἀξιέραστος, ὑμεῖς δὲ παρώφθητε.
这让你们感到痛苦;因为这证明了我更优秀、更值得被爱,而你们却被忽视了。
ΔΩΡΙΣ Εἰ ποιμένι καὶ ἐνδεεῖ τὴν ὄψιν καλὴ ἔδοξας, ἐπίφθονος οἴει γεγονέναι;
多丽丝如果在一个视力有缺陷的牧羊人眼里你显得美丽,你难道就以为自己成了被嫉妒的对象?
καίτοι τί ἄλλο ἐν σοὶ ἐπαινέσαι εἶχεν ἢ τὸ λευκὸν μόνον;
然而,除了你的白皙之外,他还能称赞你别的什么呢?
καὶ τοῦτο, οἶμαι, ὅτι συνήθης ἐστὶ τυρῷ καὶ γάλακτι· πάντα οὖν τὰ ὅμοια τούτοις ἡγεῖται καλά.
我想,那也只是因为他习惯了奶酪和牛奶;所以他认为所有与这些相似的东西都是美丽的。
§1.3ΔΩΡΙΣ ἐπεὶ τά γε ἄλλα ὁπόταν ἐθελήσῃς μαθεῖν, οἵα τυγχάνεις οὖσα τὴν ὄψιν, ἀπὸ πέτρας τινός, εἴ ποτε γαλήνη εἴη, ἐπικύψασα ἐς τὸ ὕδωρ ἰδὲ σεαυτὴν οὐδὲν ἄλλο ἢ χροίαν λευκὴν ἀκριβῶς· οὐκ ἐπαινεῖται δὲ τοῦτο, ἢν μὴ ἐπιπρέπῃ αὐτῷ καὶ τὸ ἐρύθημα.
多丽丝至于其他方面,每当你想要了解自己长得什么样,只要在风平浪静的时候,从某块岩石上探身向水中看看你自己吧:你无非就是一副纯白色的皮囊;而这种白皙,如果没有红晕来衬托,是不会受到赞美的。
ΓΑΛΑΤΕΙΑ Καὶ μὴν ἐγὼ μὲν ἡ ἀκράτως λευκὴ ὅμως ἐραστὴν ἔχω κἂν τοῦτον, ὐμῶν δὲ οὐκ ἔστιν ἥντινα ἢ ποιμὴν ἢ ναύτης ἢ πορθμεὺς ἐπαινεῖ·
盖拉蒂亚可是,尽管我白得毫无杂色,我好歹还有这么一个情人,而你们中间却没有一个受到过牧羊人、船员或渡夫的称赞。
ὁ δέ γε Πολύφημος τά τε ἄλλα καὶ μουσικός ἐστι.
而且波吕斐摩斯除了别的才能之外,还精通音乐。
§1.4ΔΩΡΙΣ Σιώπα, ὦ Γαλάτεια·
多丽丝闭嘴吧,盖拉蒂亚!
ἠκούσαμεν αὐτοῦ ᾄδοντος ὁπότε ἐκώμασε πρῴην ἐπὶ σέ·
前天他来向你求爱歌唱时,我们听到了他的歌声。
Ἀφροδίτη φίλη, ὄνον ἄν τις ὀγκᾶσθαι ἔδοξεν.
亲爱的阿佛洛狄忒啊,简直让人以为是驴在叫!
καὶ αὐτὴ δὲ ἡ πηκτὶς οἵα;
还有他那竖琴又是什么样子的?
κρανίον ἐλάφου γυμνὸν τῶν σαρκῶν, καὶ τὰ μὲν κέρατα πήχεις ὥσπερ ἦσαν, ζυγώσας δὲ αὐτὰ καὶ ἐνάψας τὰ νεῦρα, οὐδὲ κολλάβοις περιστρέψας, ἐμελῴδει ἄμουσόν τι καὶ ἀπῳδόν, ἄλλο μὲν αὐτὸς βοῶν, ἄλλο δὲ ἡ λύρα ὑπήχει, ὥστε οὐδὲ κατέχειν τὸν γέλωτα ἐδυνάμεθα ἐπὶ τῷ ἐρωτικῷ ἐκείνῳ ᾄσματι·
那是具没有肉的鹿头骨,鹿角就像是琴臂;他用横木把它们连接起来,系上弦,甚至没有用转轴调节,就奏出粗俗且不和谐的调子,他自己吼着一套,里拉琴响着另一套,以至于对那首情歌我们连笑都忍不住。
ἡ μὲν γὰρ Ἠχὼ οὐδὲ ἀποκρίνεσθαι αὐτῷ ἤθελεν οὕτω λάλος οὖσα βρυχομένῳ, ἀλλ’ ᾐσχύνετο, εἰ φανείη μιμουμένη τραχεῖαν ᾠδὴν καὶ καταγέλαστον.
因为即使是爱说话的艾可,在他大吼大叫时也根本不想回应他,而是感到羞愧,唯恐自己显得在模仿那粗糙而可笑的歌声。
§1.5ΔΩΡΙΣ ἔφερεν δὲ ὁ ἐπέραστος ἐν ταῖς ἀγκάλαις ἀθυρμάτιον ἄρκτου σκύλακα τὸ λάσιον αὐτῷ προσεοικότα.
多丽丝而且,那位迷人的追求者怀里还抱着一个玩具——一只在多毛方面跟他一模一模的幼熊。
τίς οὐκ ἂν φθονήσειέ σοι, ὦ Γαλάτεια, τοιούτου ἐραστοῦ;
盖拉蒂亚,谁会不嫉妒你拥有这样一个情人呢?
ΓΑΛΑΤΕΙΑ Οὐκοῦν σύ, Δωρί, δεῖξον ἡμῖν τὸν σεαυτῆς, καλλίω δῆλον ὅτι ὄντα καὶ ᾠδικώτερον καὶ κιθαρίζειν ἄμεινον ἐπιστάμενον.
盖拉蒂亚那么,多丽丝,让我们看看你自己的情人吧,显然他长得更俊美、更会唱歌、也更懂得如何弹奏里拉琴。
ΔΩΡΙΣ Ἀλλὰ ἐραστὴς μὲν οὐδεὶς ἔστι μοι οὐδὲ σεμνύνομαι ἐπέραστος εἶναι· τοιοῦτος δὲ οἷος ὁ Κύκλωψ ἐστί, κινάβρας ἀπόζων ὥσπερ ὁ τράγος, ὠμοβόρος, ὥς φασι, καὶ σιτούμενος τοὺς ἐπιδημοῦντας τῶν ξένων, σοὶ γένοιτο καὶ πάντοτε σὺ ἀντερῴης αὐτοῦ.
多丽丝不过,我可没有什么情人,也不自夸迷人;但像独眼巨人那样——闻起来像公羊一样恶臭、据说是吃生肉的、以造访的异乡人为食的人,就留给你吧,愿你永远也同样爱着他。

词汇与语法注释

  1. §1.1Καλὸν ἐραστήν — 对作不定式主语的“τὸν Σικελὸν τοῦτον ποιμένα”进行说明的宾格同格成分(或感叹宾格)。在语境中带有反讽色彩,意在嘲弄对方的追求者是个“俊美的情人”。
  2. §1.1τὸ πάντων ἀμορφότατον — 修饰紧随其后的“μονόφθαλμος”(独眼的)的插入语中性宾格(括号式同格宾格),起到了“最丑陋的是……”这种强调副词句的作用。
  3. §1.1ἄν τι ὀνῆσαι — 助词 ἄν 与依赖于 οἴει 的不定式 ὀνῆσαι 连用,在间接引语中代表了直陈式过去(ὤνησεν ἄν)或祈愿式(ὀνήσειεν ἄν)的归结从句(虚拟条件或潜在可能),意为“你认为他的出身真的能带来一点点好处吗?”。
  4. §1.4ὄνον ἄν τις ὀγκᾶσθαι ἔδοξεν — 助词 ἄν 与直陈式过去时(ἔδοξεν)连用,表示过去时间的非事实假设或推测(“任何人都会以为是驴子在叫”)。其中的宾格加不定式结构“ὄνον ὀγκᾶσθαι”作为“ἔδοξεν”的补足成分。

引用这一段

琉善, 海神对话录 §1.1-1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:1.1-1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。