Humanitext Reader

琉善 · 海神对话录 §13.1-13.2

厄尼培乌斯与波塞冬关于欺骗堤洛的争论

第 13 段,共 15 段 · 希腊语

内容简介

河神厄尼培乌斯强烈谴责波塞冬化作自己的模样欺骗并夺走了纯洁少女堤洛的贞洁。对此,波塞冬反驳称,这完全是因为厄尼培乌斯自己先前冷落并忽视了堤洛的爱意。

§13.1ΕΝΙΠΕΥΣ Οὐ καλὰ ταῦτα, ὦ Πόσειδον· εἰρήσεται γὰρ τἀληθές·
厄尼培乌斯这不公平,波塞冬;因为必须说实话。
ὑπελθών μου τὴν ἐρωμένην εἰκασθεὶς ἐμοὶ διεκόρησας τὴν παῖδα· ἡ δὲ ᾤετο ὑπ' ἐμοῦ αὐτὸ πεπονθέναι καὶ διὰ τοῦτο παρεῖχεν ἑαυτήν.
你化作我的模样,接近我的爱人,夺走了那姑娘的贞洁;而她以为这事是我对她做的,因此才委身于你。
ΠΟΣΕΙΔΩΝ Σὺ γάρ, ὦ Ἐνιπεῦ, ὑπεροπτικὸς ἦσθα καὶ βραδύς, ὃς κόρης οὕτω καλῆς φοιτώσης ὁσημέραι παρὰ σέ, ἀπολλυμένης ὑπὸ τοῦ ἔρωτος, ὑπερεώρας καὶ ἔχαιρες λυπῶν αὐτήν, ἡ δὲ περὶ τὰς ὄχθας ἁλύουσα καὶ ἐπεμβαίνουσα καὶ λουομένη ἐνίοτε ηὔχετό σοι ἐντυχεῖν, σὺ δὲ ἐθρύπτου πρὸς αὐτήν.
波塞冬因为你啊,厄尼培乌斯,你傲慢而迟钝。 面对一个如此美丽的姑娘天天来到你身边,为爱憔悴,你却对她不屑一顾,还以让她痛苦为乐。 她在大堤旁徘徊,踏入水中并沐浴,时而祈求与你相见,你却对她摆谱架子。
§13.2ΕΝΙΠΕΥΣ Τί οὖν;
厄尼培乌斯那又怎样?
διὰ τοῦτο ἐχρῆν σε προαρπάσαι τὸν ἔρωτα καὶ καθυποκρίνασθαι Ἐνιπέα ἀντὶ Ποσειδῶνος εἶναι καὶ κατασοφίσασθαι τὴν Τυρὼ ἀφελῆ κόρην οὖσαν;
难道因为这个,你就该强夺这份爱,假扮成厄尼培乌斯而不是波塞冬,去欺骗那纯洁无瑕的姑娘堤洛吗?
ΠΟΣΕΙΔΩΝ Ὀψὲ ζηλοτυπεῖς, ὦ Ἐνιπεῦ, ὑπερόπτης πρότερον ὤν· ἡ Τυρὼ δὲ οὐδὲν δεινὸν πέπονθεν οἰομένη ὑπὸ σοῦ διακεκορῆσθαι.
波塞冬你嫉妒得太晚了,厄尼培乌斯,你先前那么傲慢;况且堤洛也没受什么委屈,因为她还以为是被你占有了呢。
ΕΝΙΠΕΥΣ Οὐ μὲν οὖν·
厄尼培乌斯才不是呢。
ἔφησθα γὰρ ἀπιὼν ὅτι Ποσειδῶν ἦσθα. ὃ καὶ μάλιστα ἐλύπησεν αὐτήν·
因为你离开时说你其实是波塞冬。
καὶ ἐγὼ τοῦτο ἠδίκημαι, ὅτι τὰ ἐμὰ σὺ ηὐφραίνου τότε καὶ περιστήσας πορφύρεόν τι κῦμα, ὅπερ ὑμᾶς συνέκρυπτεν ἅμα, συνῆσθα τῇ παιδὶ ἀντ' ἐμοῦ.
这正是最让她痛苦的地方;而我也在这一点上受到了不公,因为你那时享乐了属于我的东西,还升起一道紫色的巨浪,将你们俩同时遮蔽,代替我和那姑娘亲热。
ΠΟΣΕΙΔΩΝ Ναί· σὺ γὰρ οὐκ ἤθελες, ὦ Ἐνιπεῦ.
波塞冬是的,因为你自己不愿意啊,厄尼培乌斯。

词汇与语法注释

  1. ¦p.v.7.p.224¦κόρης ... ὑπερεώρας — 动词 ὑπερεώρας(ὑπεροράω“忽视、轻视”的未完成过去时单数第二人称)支配属格,在此处属格名词 κόρης(以及修饰它的分词短语 φοιτώσης, ἀπολλυμένης)是它的直接宾语,而非独立属格结构。
  2. §13.2Οὐ μὲν οὖν — 表示强烈否定或相反意思的语气词组合(“绝非如此”、“才没有”)。它强烈否定了前文波塞冬所说的“堤洛并没有遭受什么不幸”,并引出接下来的理由(波塞冬在离开时表露了真身)。

引用这一段

琉善, 海神对话录 §13.1-13.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:13.1-13.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。