Humanitext Reader

琉善 · 海神对话录 §14.1-14.4

珀耳修斯斩杀海怪与解救安德洛墨达

第 14 段,共 15 段 · 希腊语

内容简介

特里同向涅瑞伊得斯们讲述了她们派出的海怪如何被珀耳修斯击杀、安德洛墨达如何获救并与他成婚的经过,涅瑞伊得斯们最终释怀。

§14.1ΤΡΙΤΩΝ Τὸ κῆτος ὑμῶν, ὦ Νηρεΐδες, ὃ ἐπὶ τὴν τοῦ Κηφέως θυγατέρα τὴν Ἀνδρομέδαν ἐπέμψατε, οὔτε τὴν παῖδα ἠδίκησεν, ὡς οἴεσθε, καὶ αὐτὸ ἤδη τέθνηκεν.
特里同涅瑞伊得斯们啊,你们派去对付克斐乌斯女儿安德洛墨达的那只海怪,既没有像你们想象的那样伤害那姑娘,它自己现在也已经死了。
ΝΗΡΕΙΔΕΣ Ὑπὸ τίνος, ὦ Τρίτων;
涅瑞伊得斯被谁杀死的,特里同?
ἢ ὁ Κηφεὺς καθάπερ δέλεαρ προθεὶς τὴν κόρην ἀπέκτεινεν ἐπιών, λοχήσας μετὰ πολλῆς δυνάμεως;
难道是克斐乌斯把女儿像诱饵一样设在前面,带领大军设伏袭击,把大怪杀死的吗?
ΤΡΙΤΩΝ Οὔκ·
特里同不。
ἀλλὰ ἴστε, οἶμαι, ὦ Ἰφιάνασσα, τὸν Περσέα, τὸ τῆς Δανάης παιδίον, ὃ μετὰ τῆς μητρὸς ἐν τῇ κιβωτῷ ἐμβληθὲν εἰς τὴν θάλασσαν ὑπὸ τοῦ μητροπάτορος ἐσώσατε οἰκτείρασαι αὐτούς.
不过我想,伊菲阿纳萨,你一定知道达那厄的孩子珀耳修斯,就是他被外祖父和母亲一起装在箱子里投入海中时,你们动了恻隐之心救了他们的那个孩子。
ΙΦΙΑΝΑΣΣΑ Οἶδα ὃν λέγεις·
伊菲阿纳萨我知道你说的是谁。
εἰκὸς δὲ ἤδη νεανίαν εἶναι καὶ μάλα γενναῖόν τε καὶ καλὸν ἰδεῖν.
现在他想必已经是个青年了,而且看上去一定非常高贵美丽。
ΤΡΙΤΩΝ Οὗτος ἀπέκτεινεν τὸ κῆτος.
特里同就是他杀死了海怪。
ΙΦΙΑΝΑΣΣΑ Διὰ τί, ὦ Τρίτων;
伊菲阿纳萨为什么,特里同?
οὐ γὰρ δὴ σῶστρα ἡμῖν τοιαῦτα ἐκτίνειν αὐτὸν ἐχρῆν.
他本不该向我们支付这样的一笔救命之恩的报答。
§14.2ΤΡΙΤΩΝ Ἐγὼ ὑμῖν φράσω τὸ πᾶν ὡς ἐγένετο·
特里同我会把事情的经过原原本本地告诉你们。
ἐστάλη μὲν οὗτος ἐπὶ τὰς Γοργόνας ἆθλόν τινα τῷ βασιλεῖ ἐπιτελῶν, ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Λιβύην— ΙΦΙΑΝΑΣΣΑ Πῶς, ὦ Τρίτων;
他被派去对付戈耳工女妖,为国王完成一项难关。 而当他到达利比亚时—— 伊菲阿纳萨怎么去的,特里同?
μόνος;
独自一人吗?
ἢ καὶ ἄλλους συμμάχους ἦγεν;
还是他也带了其他的盟友?
ἄλλως γὰρ δύσπορος ἡ ὁδός.
因为否则的话,那条路是很难走的。
ΤΡΙΤΩΝ Διὰ τοῦ ἀέρος·
特里同在空中。
ὑπόπτερον γὰρ αὐτὸν ἡ Ἀθηνᾶ ἔθηκεν.
因为雅典娜让他长了翅膀。
ἐπεὶ δ’ οὖν ἧκεν ὅπου διῃτῶντο, αἱ μὲν ἐκάθευδον, οἶμαι, ὁ δὲ ἀποτεμὼν τῆς Μεδούσης τὴν κεφαλὴν ᾤχετο ἀποπτάμενος.
当他来到她们居住的地方时,她们想必正在睡觉。 他砍下美杜莎的头,就飞走了。
ΙΦΙΑΝΑΣΣΑ Πῶς ἰδών;
伊菲阿纳萨他是怎么看着砍的?
ἀθέατοι γάρ εἰσιν·
因为她们是不能被直视的。
ἢ ὃς ἂν ἴδῃ, οὐκ ἄν τι ἄλλο μετὰ ταύτας ἴδοι.
凡是看了她们的人,在这之后就再也看不到别的东西了。
ΤΡΙΤΩΝ Ἡ Ἀθηνᾶ τὴν ἀσπίδα προφαίνουσα—τοιαῦτα γὰρ ἤκουσα διηγουμένου αὐτοῦ πρὸς τὴν Ἀνδρομέδαν καὶ πρὸς τὸν Κηφέα ὕστερον—ἡ Ἀθηνᾶ δὴ ἐπὶ τῆς ἀσπίδος ἀποστιλβούσης ὥσπερ ἐπὶ κατόπτρου παρέσχεν αὐτῷ ἰδεῖν τὴν εἰκόνα τὴς Μεδούσης·
特里同雅典娜递出盾牌——因为后来我听见他向安德洛墨达和克斐乌斯讲述过这些——雅典娜在像镜子一样闪闪发光的盾牌上,让他看到了美杜莎的映像。
εἶτα λαβόμενος τῇ λαιᾷ τῆς κόμης, ἐνορῶν δ’ ἐς τὴν εἰκόνα, τῇ δεξιᾷ τὴν ἅρπην ἔχων, ἀπέτεμεν τὴν κεφαλὴν αὐτῆς, καὶ πρὶν ἀνεγρέσθαι τὰς ἀδελφὰς ἀνέπτατο.
然后他左手抓住她的头发,看着映像,右手拿着镰刀,砍下了她的头,在她的姐妹们醒来之前就飞走了。
§14.3ΤΡΙΤΩΝ ἐπεὶ δὲ κατὰ τὴν παράλιον ταύτην Αἰθιοπίαν ἐγένετο, ἤδη πρόσγειος πετόμενος, ὁρᾷ τὴν Ἀνδρομέδαν προκειμένην ἐπί τινος πέτρας προβλῆτος προσπεπατταλευμένην, καλλίστην, ὦ θεοί, καθειμένην τὰς κόμας, ἡμίγυμνον πολὺ ἔνερθε τῶν μαστῶν·
特里同当他来到这片埃塞俄比亚海岸,已经低空飞行时,他看到安德洛墨达被锁在一块突出的岩石上。 噢,诸神啊,她披散着头发,大半个身子甚至胸部以下都裸露着,真是美丽极了。
καὶ τὸ μὲν πρῶτον οἰκτείρας τὴν τύχην αὐτῆς ἀνηρώτα τὴν αἰτίαν τῆς καταδίκης, κατὰ μικρὸν δὲ ἁλοὺς ἔρωτι—ἐχρῆν γὰρ σεσῶσθαι τὴν παῖδα—βοηθεῖν διέγνω·
起初,他同情她的命运,询问她被定罪的原因,但渐渐地,他陷入了爱河——因为这姑娘命中注定是要被拯救的——于是他决定施以援手。
καὶ ἐπειδὴ τὸ κῆτος ἐπῄει μάλα φοβερὸν ὡς καταπιόμενον τὴν Ἀνδρομέδαν, ὑπεραιωρηθεὶς ὁ νεανίσκος πρόκωπον ἔχων τὴν ἅρπην τῇ μὲν καθικνεῖται, τῇ δὲ προδεικνὺς τὴν Γοργόνα λίθον ἐποίει αὐτό, τὸ δὲ τέθνηκεν ὁμοῦ καὶ πέπηγεν αὐτοῦ τὰ πολλά, ὅσα εἶδε τὴν Μέδουσαν·
当海怪极其恐怖地逼近,正要吞噬安德洛墨达时,这青年飞到空中,手中紧握镰刀,一手劈砍它,另一手亮出戈耳工的头,将它变成了石头。 海怪当下便死去了,并且它看见美杜莎的大部分身体都僵硬了。
ὁ δὲ λύσας τὰ δεσμὰ τῆς παρθένου, ὑποσχὼν τὴν χεῖρα ὑπεδέξατο ἀκροποδητὶ κατιοῦσαν ἐκ τῆς πέτρας ὀλισθηρᾶς οὔσης, καὶ νῦν γαμεῖ ἐν τοῦ Κηφέως καὶ ἀπάξει αὐτὴν εἰς Ἄργος, ὥστε ἀντὶ θανάτου γάμον οὐ τὸν τυχόντα εὕρετο.
他解开了少女的锁链,伸出手,接住了正踮着脚从湿滑岩石上走下来的她。 如今,他正在克斐乌斯家中举行婚礼,并将带她去阿耳戈斯。 因此,她非但没有死,反而获得了一场非同寻常的婚姻。
§14.4ΙΦΙΑΝΑΣΣΑ Ἐγὼ μὲν οὐ πάνυ τῷ γεγονότι ἄχθομαι·
伊菲阿纳萨我其实对发生的事情一点也不感到难过。
τί γὰρ ἡ παῖς ἠδίκει ἡμᾶς, εἰ ἡ μήτηρ αὐτῆς, ἐμεγαλαυχεῖτο καὶ ἠξίου εἶναι καλλίων;
如果她的母亲吹嘘并自以为更美丽,那这姑娘又对我们犯了什么错呢?
ΔΩΡΙΣ Ὅτι οὕτως ἂν ἤλγησεν ἐπὶ τῇ θυγατρὶ μήτηρ γε οὖσα.
多里斯因为作为母亲,她会为女儿承受如此大的痛苦。
ΙΦΙΑΝΑΣΣΑ Μηκέτι μεμνώμεθα, ὦ Δωρί, ἐκείνων, εἴ τι βάρβαρος γυνὴ ὑπὲρ τὴν ἀξίαν ἐλάλησεν·
伊菲阿纳萨多里斯啊,我们不要再提那些事了,不管那蛮族女人说了什么超出她身份的狂言。
ἱκανὴν γὰρ ἡμῖν τιμωρίαν ἔδωκεν φοβηθεῖσα ἐπὶ τῇ παιδί.
因为她为孩子担惊受怕,已经向我们付出了足够的惩罚。
χαίρωμεν οὖν τῷ γάμῳ.
因此,让我们为这场婚礼而高兴吧。

词汇与语法注释

  1. 14.1ἰδεῖν — 说明性不定式(叙述不定式),限制形容词 `καλόν`,表示“在看这方面”(外表上)。
  2. 14.2λαβόμενος τῇ λαιᾷ τῆς κόμης — 中动分词 `λαβόμενος`(抓住)以属格(`τῆς κόμης`,局部属格)表示接触的部位,以工具与格(`τῇ λαιᾷ`)表示使用的手。
  3. 14.3καθειμένην τὰς κόμας — 完成时被动分词 `καθειμένην`(垂下的)伴随有名词 `τὰς κόμας` 作为关系宾格,表示“披散着头发”的状态。
  4. 14.3πρόκωπον ἔχων τὴν ἅρπην — 形容词 `πρόκωπον` 处于谓语位置,与 `ἔχων` 连用,构成表示伴随状况的谓语性形容词用法,意为“(将大镰刀拔出)处于随时可用状态地握着”。
  5. 14.4Ὅτι οὕτως ἂν ἤλγησεν — 连词 `Ὅti` 引导一个原因从句,回应前文省略的主句(“为什么要惩罚女儿”)。`ἄν` 与直说过去时 `ἤλγησεν` 连用,表示与过去事实相反的虚拟结果(“因为如果她是母亲,本会感到如此痛苦”)。

引用这一段

琉善, 海神对话录 §14.1-14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:14.1-14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。