Humanitext Reader

琉善 · 海神对话录 §12.1-12.2

救助漂流的达那厄与婴儿珀耳修斯

第 12 段,共 15 段 · 希腊语

内容简介

多里斯和忒提斯讨论了被父亲阿克里西俄斯关进箱子扔进海里的达那厄与婴儿珀耳修斯的悲惨命运。得知他们仍在塞里福斯岛附近漂浮后,两位仙女决定把箱子推入当地渔夫的网中救出他们。

§12.1ΔΩΡΙΣ Τί δακρύεις, ὦ Θέτι;
多里斯忒提斯啊,你为什么哭泣?
ΘΕΤΙΣ Καλλίστην, ὦ Δωρί, κόρην εἶδον ἐς κιβωτὸν ὑπὸ τοῦ πατρὸς ἐμβληθεῖσαν, αὐτήν τε καὶ βρέφος αὐτῆς ἀρτιγέννητον·
忒提斯多里斯啊,我看见一个极其美丽的少女被父亲关进箱子投了进去,她自己和她那刚出生的婴儿都在里面。
ἐκέλευσεν δὲ ὁ πατὴρ τοὺς ναύτας ἀναλαβόντας τὸ κιβώτιον, ἐπειδὰν πολὺ τῆς γῆς ἀποσπάσωσιν, ἀφεῖναι εἰς τὴν θάλασσαν, ὡς ἀπόλοιτο ἡ ἀθλία, καὶ αὐτὴ καὶ τὸ βρέφος.
父亲命令水手们抬走箱子,等他们驶离陆地很远时,就把它扔进海里,好让那个可怜的女人和婴儿一同死去。
ΔΩΡΙΣ Τίνος ἕνεκα, ὦ ἀδελφή;
多里斯为了什么呢,姐姐?
εἰπέ, εἴ τι ἔμαθες ἀκριβῶς.
如果你知道确切的情况,就请告诉我。
ΘΕΤΙΣ Ἅπαντα.
忒提斯我全都知晓。
ὁ γὰρ Ἀκρίσιος ὁ πατὴρ αὐτῆς καλλίστην οὖσαν ἐπαρθένευεν ἐς χαλκοῦν τινα θάλαμον ἐμβαλών·
她的父亲阿克里西俄斯因为她极其美丽,就把她关进一个青铜室里以保持她的处女之身。
εἶτα, εἰ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, φασὶ δ’ οὖν τὸν Δία χρυσὸν γενόμενον ῥυῆναι διὰ τοῦ ὀρόφου ἐπ' αὐτήν, δεξαμένην δὲ ἐκείνην ἐς τὸν κόλπον καταρρέοντα τὸν θεὸν ἐγκύμονα γενέσθαι.
接着,虽然我无法断定这是否真实,但人们都说,宙斯化作黄金,穿过屋顶流到了她身上,而她把那流淌下来的神接进怀里,从而怀了孕。
τοῦτο αἰσθόμενος ὁ πατήρ, ἄγριός τις καὶ ζηλότυπος γέρων, ἠγανάκτησε καὶ ὑπό τινος μεμοιχεῦσθαι οἰηθεὶς αὐτὴν ἐμβάλλει εἰς τὴν κιβωτὸν ἄρτι τετοκυῖαν.
父亲察觉到这件事后,这个粗野而多疑的老头大发雷霆,认为她与某人通奸,便把刚刚分娩的她关进了箱子。
§12.2ΔΩΡΙΣ Ἡ δὲ τί ἔπραττεν, ὦ Θέτι, ὁπότε καθίετο;
多里斯忒提斯啊,当她被放下去的时候,她又在做什么呢?
ΘΕΤΙΣ Ὑπὲρ αὐτῆς μὲν ἐσίγα, ὦ Δωρί, καὶ ἔφερε τὴν καταδίκην.
忒提斯多里斯啊,为了她自己,她保持沉默,承受着惩罚。
τὸ βρέφος δὲ παρῃτεῖτο μὴ ἀποθανεῖν δακρύουσα καὶ τῷ πάππῳ δεικνύουσα αὐτό, κάλλιστον ὄν·
但她哭泣着乞求不要让婴儿死去,并把那极其美丽的婴儿展示给祖父看。
τὸ δὲ ὑπ' ἀγνοίας τῶν κακῶν ὑπεμειδία πρὸς τὴν θάλασσαν.
而那婴儿因为不知道面临的灾祸,还朝着大海微笑呢。
ὑποπίμπλαμαι αὖθις τοὺς ὀφθαλμοὺς δακρύων μνημονεύσασα αὐτῶν.
一想起他们,我的眼里就又噙满了泪水。
ΔΩΡΙΣ Κἀμὲ δακρῦσαι ἐποίησας.
多里斯你也让我流泪了。
ἀλλ’ ἤδη τεθνᾶσιν;
但是,他们已经死了吗?
ΘΕΤΙΣ Οὐδαμῶς·
忒提斯绝没有。
νήχεται γὰρ ἔτι ἡ κιβωτὸς ἀμφὶ τὴν Σέριφον ζῶντας αὐτοὺς φυλάττουσα.
那箱子还在塞里福斯岛附近漂浮,保全着他们的生命。
ΔΩΡΙΣ Τί οὖν οὐχὶ σῴζομεν αὐτοὺς τοῖς ἁλιεῦσι τούτοις ἐμβαλοῦσαι ἐς τὰ δίκτυα τοῖς Σεριφίοις;
多里斯那么,我们为什么不把他们放入这些塞里福斯渔夫的网里,把他们救下来呢?
οἱ δὲ ἀνασπάσαντες σώσουσι δῆλον ὅτι.
渔夫们拉起网来,显然就会救了他们。
ΘΕΤΙΣ Εὖ λέγεις, οὕτω ποιῶμεν·
忒提斯你说得对,我们就这样做吧。
μὴ γὰρ ἀπολέσθω μήτε αὐτὴ μήτε τὸ παιδίον οὕτως ὂν καλόν.
绝不能让那个女人和那个如此美丽的孩子死去。

词汇与语法注释

  1. 12.1αὐτήν τε καὶ βρέφος — 短语 αὐτήν τε καὶ βρέφος(她自己与婴儿)或与前文的对格短语 καλλίστην... κόρην 作同格成分,或作为动词 εἶδον 的并列直接宾语。代词 αὐτήν 起到强调少女自身的作用。
  2. 319ὡς ἀπόλοιτο — 引入目的从句的连词 ὡς 后接希求语气 ἀπόλοιτο(ἀπόλλυμαι 的强变化不定过去时第三人称单数)。由于主句动词 ἐκέλευσεν 是过去时态(不定过去时),根据历史时态后从句的语气一致规则(sequence of moods),目的从句中使用了希求语气代替虚拟语气。
  3. 12.1δεξαμένην δὲ ἐκείνην — 这是受动词 φασί 支配的“对格加不定式”(A.C.I.)结构的一部分。对格代词 ἐκείνην 用作不定式 γενέσθαι 的逻辑主语,分词 δεξαμένην 在性、数、格上与之保持一致。该分词的直接宾语是 καταρρέοντα τὸν θεὸν。
  4. p.v.7.p.222τὸ δὲ — 中性单数定冠词用作指示代词,指代上下文中的中性名词 τὸ βρέφος(婴儿)并作主语。与小词 δέ 结合,用来对比母亲的行为(母亲在一旁哭诉,而它却在微笑)。
  5. 320Τί οὖν οὐχὶ — 字面意为“那么我们为什么不……?”,该结构(τί οὐ + 现在时直陈语气)在惯用法中用作强烈的、即刻的建议或邀请(“让我们做……”或“我们何不……”)。

引用这一段

琉善, 海神对话录 §12.1-12.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:12.1-12.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。