Humanitext Reader

琉善 · 海神对话录 §11.1-11.2

南风与西风论渡海前往埃及的伊俄

第 11 段,共 15 段 · 希腊语

内容简介

南风与西风谈论被赫耳墨斯领往埃及的伊俄,探讨她将成为神明统治风群的命运,并目睹了她恢复人身的奇妙转变。

§11.1ΝΟΤΟΣ Ταύτην, ὦ Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ τοῦ πελάγους εἰς Αἴγυπτον ὁ Ἑρμῆς ἄγει, ὁ Ζεὺς διεκόρησεν ἁλοὺς ἔρωτι;
南风泽费罗斯啊,赫耳墨斯正领着渡海前往埃及的这只小母牛,就是宙斯因陷入爱河而夺去贞操的那位吗?
ΖΕΦΥΡΟΣ Ναί, ὦ Νότε·
泽费罗斯是的,南风。
οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς ἦν τοῦ ποταμοῦ Ἰνάχου·
但那时她不是小母牛,而是河神伊纳科斯的女儿。
νῦν δὲ ἡ Ἥρα τοιαύτην ἐποίησεν αὐτὴν ζηλοτυπήσασα, ὅτι πάνυ ἑώρα ἐρῶντα τὸν Δία.
现在的赫拉出于嫉妒把她变成了这样,因为她清清楚楚地看到宙斯正深爱着她。
ΝΟΤΟΣ Νῦν δὲ ἔτι ἐρᾷ τῆς βοός;
南风那他现在还爱着那只牛吗?
ΖΕΦΥΡΟΣ Καὶ μάλα, καὶ διὰ τοῦτο αὐτὴν εἰς Αἴγυπτον ἔπεμψεν καὶ ἡμῖν προσέταξε μὴ κυμαίνειν τὴν θάλασσαν ἔστ' ἂν διανήξεται, ὡς ἀποτεκοῦσα ἐκεῖ—κυεῖ δὲ ἤδη—θεὸς γένοιτο καὶ αὐτὴ καὶ τὸ τεχθέν.
泽费罗斯极爱,也正因如此,他才把她送往埃及,并命令我们在她游过去之前不许让大海起风浪,以便她在那里生产——她已经怀孕了——使她自己和生下的孩子都能成为神。
§11.2ΝΟΤΟΣ Ἡ δάμαλις θεός;
南风小母牛成为神?
ΖΕΦΥΡΟΣ Καὶ μάλα, ὦ Νότε·
泽费罗斯确实如此,南风。
ἄρξει τε, ὡς ὁ Ἑρμῆς ἔφη, τῶν πλεόντων καὶ ἡμῶν ἔσται δέσποινα, ὅντινα ἂν ἡμῶν ἐθέλῃ ἐκπέμψαι ἢ κωλῦσαι ἐπιπνεῖν.
正如赫耳墨斯所说,她将统治航海的人,并将成为我们的女主人,可以随意派遣我们中的任何一个,或者阻止我们吹风。
ΝΟΤΟΣ Θεραπευτέα τοιγαροῦν, ὦ Ζέφυρε, ἤδη δέσποινά γε οὖσα. εὐνουστέρα γὰρ ἂν οὕτως γένοιτο.
南风那么,泽费罗斯啊,既然她已经是女主人了,我们就必须好好侍奉她,因为这样她可能会对我们更加和善。
ΖΕΦΥΡΟΣ Ἀλλ' ἤδη γὰρ διεπέρασε καὶ ἐξένευσεν ἐς τὴν γῆν.
泽费罗斯不过,她已经渡过去并游上岸了。
ὁρᾷς ὅπως οὐκέτι μὲν τετραποδητὶ βαδίζει, ἀνορθώσας δὲ αὐτὴν ὁ Ἑρμῆς γυναῖκα παγκάλην αὖθις ἐποίησεν;
你瞧,她不再用四肢行走了,赫耳墨斯扶她站直,又把她变成了一个极其美丽的女人。
ΝΟΤΟΣ Παράδοξα γοῦν ταῦτα, ὦ Ζέφυρε·
南风这真是奇事,泽费罗斯。
οὐκέτι τὰ κέρατα οὐδὲ οὐρὰ καὶ δίχηλα τὰ σκέλη, ἀλλ’ ἐπέραστος κόρη.
不再有角,也没有尾巴和分蹄的腿,而是一个可爱的少女。
ὁ μέντοι Ἑρμῆς τί παθὼν μεταβέβληκεν ἑαυτὸν καὶ ἀντὶ νεανίου κυνοπρόσωπος γεγένηται;
不过,赫耳墨斯到底遭遇了什么,竟然改变了自己,变成狗脸而不是年轻人的模样?
ΖΕΦΥΡΟΣ Μὴ πολυπραγμονῶμεν, ὅτι ἄμεινον ἐκεῖνος οἶδε τὸ πρακτέον.
泽费罗斯我们别多管闲事了,因为他自己更清楚该怎么做。

词汇与语法注释

  1. 306ἔστ' ἂν διανήξεται — 紧跟在 ἔστε 批(直到……)之后的动词。在通常需要虚拟语气(διανήξηται)的地方,此处使用了将来直说语气(διανήξεται)(或由于手稿抄写混淆)。这是后古典希腊语中虚拟语气与将来直说语气在形式和功能上混淆的一个例证。
  2. p.v.7.p.218ὅντινα ἂν ἡμῶν ἐθέλῃ ἐκπέμψαι ἢ κωλῦσαι ἐπιπνεῖν — 注意修饰关系代词 ὅντινα 的部分属格 ἡμῶν(我们之中的哪一个),以及不定式 ἐπιπνεῖν(吹风)的主语省略。κωλῦσαι(阻止)的直接宾语以及 ἐπιπνεῖν 的逻辑主语均为该关系代词所指代的那股风(ὅντινα)。
  3. p.v.7.p.218θεραπευτέα — 动形容词 θεραπευτέος 的中性复数形式。此处作为非人称用法,表示义务或必要性:“必须(对她)款待/奉承”。
  4. 307τί παθὼν — 使用分词的惯用表达,字面意为“遭受了什么?”或“怎么回事?”。用于询问行为者为何做出如此反常或难以理解的举动(在此指由年轻人自愿转变为狗头人身)。

引用这一段

琉善, 海神对话录 §11.1-11.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg067.humanitext-grc3:11.1-11.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。