§10.1ΞΑΝΘΟΣ
Δέξαι με, ὦ θάλασσα, δεινὰ πεπονθότα καὶ κατάσβεσόν μου τὰ τραύματα.
克桑托斯海洋啊,接纳我吧,我遭受了悲惨的折磨,快熄灭我伤口上的火吧。
ΘΑΛΑΣΣΑ
Τί τοῦτο, ὦ Ξάνθε;
海洋这是怎么回事,克桑托斯?
τίς σε κατέκαυσεν;
谁把你烧成这样的?
ΞΑΝΘΟΣ
Ὁ Ἥφαιστος.
克桑托斯是赫菲斯托斯。
ἀλλ’ ἀπηνθράκωμαι ὅλος ὁ κακοδαίμων καὶ ζέω.
可怜的我整个人都变成了炭,还在沸腾呢。
ΘΑΛΑΣΣΑ
Διὰ τί δαί σοι καὶ ἐνέβαλε τὸ πῦρ;
海洋他究竟为什么要向你投火呢?
ΞΑΝΘΟΣ
Διὰ τὸν ταύτης υἱὸν τῆς Θέτιδος· ἐπεὶ γὰρ φονεύοντα τοὺς Φρύγας ἱκετεύσας οὐκ ἔπαυσα τῆς ὀργῆς, ἀλλ’ ὑπὸ τῶν νεκρῶν ἐνέφραττέ μοι τὸν ῥοῦν, ἐλεήσας τοὺς ἀθλίους ἐπῆλθον ἐπικλύσαι ἐθέλων, ὡς φοβηθεὶς ἀπόσχοιτο τῶν ἀνδρῶν.
克桑托斯都是因为这位忒提斯的儿子;因为当他屠杀弗里吉亚人时,我哀求他,却无法阻止他的愤怒,他反而用尸体堵塞了我的河道,我出于对那些可怜人的怜悯,便冲上前去想要淹没他,好让他感到害怕而停止攻击那些人。
§10.2ΞΑΝΘΟΣ
ἐνταῦθα ὁ Ἥφαιστος—ἔτυχε γὰρ πλησίον που ὤν—πᾶν οἶμαι ὅσον ἐν τῇ καμίνῳ πῦρ εἶχεν καὶ ὅσον ἐν τῇ Αἴτνῃ φέρων ἐπῆλθέ μοι, καὶ ἔκαυσε μὲν τὰς πτελέας μου καὶ μυρίκας, ὤπτησε δὲ καὶ τοὺς κακοδαίμονας ἰχθῦς καὶ τὰς ἐγχέλεις, αὐτὸν δὲ ἐμὲ ὑπερκαχλάσαι ποιήσας μικροῦ δεῖν ὅλον ξηρὸν εἴργασται.
克桑托斯就在那时,赫菲斯托斯——他碰巧就在附近——我想他把他熔炉里所有的火,以及埃特纳火山里所有的火都带了过来,向我袭来,不仅烧毁了我的榆树和柽柳,还烤熟了那些可怜的鱼和鳗鱼,甚至使我自己沸腾起来,几乎把我整条河都弄干了。
ὁρᾷς γοῦν ὅπως διάκειμαι ἀπὸ τῶν ἐγκαυμάτων.
你看看,我因这些烧伤落到了怎样的境地。
ΘΑΛΑΣΣΑ
Θολερός, ὦ Ξάνθε, καὶ θερμός, ὡς εἰκός, τὸ αἷμα μὲν ἀπὸ τῶν νεκρῶν, ἡ θέρμη δέ, ὡς φῄς, ἀπὸ τοῦ πυρός·
海洋克桑托斯,你又浑浊又热,这也是理所当然的;血是从尸体来的,而热度正如你所说,是从火来的。
καὶ εἰκότως, ὦ Ξάνθε, ὃς ἐπὶ τὸν ἐμὸν υἱωνὸν ὥρμησας οὐκ αἰδεσθεὶς ὅτι Νηρεΐδος υἱὸς ἦν.
这也是理所应当的,克桑托斯,你竟然袭击我的外孙,完全不敬重他是涅瑞伊得斯的儿子。
ΞΑΝΘΟΣ
Οὐκ ἔδει οὖν ἐλεῆσαι γείτονας ὄντας τοὺς Φρύγας;
克桑托斯难道我不该怜悯身为邻居的弗里吉亚人吗?
ΘΑΛΑΣΣΑ
Τὸν Ἥφαιστον δὲ οὐκ ἔδει ἐλεῆσαι Θέτιδος υἱὸν ὄντα τὸν Ἀχιλλέα;
海洋难道赫菲斯托斯就不该怜悯忒提斯的儿子阿喀琉斯吗?