Humanitext Reader

琉善 · 船或愿望 §19-22

沉船的担忧与阿德曼托斯对宝藏及奢华生活的幻想

第 5 段,共 11 段 · 希腊语

内容简介

吕基诺斯、阿德曼托斯和提莫劳斯开玩笑地讨论了船上用等量金币代替小麦会导致船只沉没的危险。随后,阿德曼托斯调整了他的愿望,想象在自家庭院的雕像下发现宝藏,并开始幻想拥有希腊各地的肥沃土地、紫衣、金质器皿和众多仆从的奢华生活。

§19ΛΥΚΙΝΟΣ Τί τοῦτο, ὦ Ἀδείμαντε;
吕基诺斯 “这是怎么回事,阿德曼托斯?
καταδύσεταί σοι τὸ πλοῖον, οὐ γὰρ ἴσον βάρος πυροῦ καὶ τοῦ ἰσαρίθμου χρυσίου.
你的船会沉下去的,因为小麦的重量和同等数量金币的重量是不同的。
ΑΔΕΙΜΑΝΤΟΣ Μὴ φθόνει, ὦ Λυκῖνε, ἀλλ’ ἐπειδὰν εἰς σὲ παρέλθῃ ἡ εὐχή, τὴν Πάρνηθα ἐκείνην, εἰ θέλεις, ὅλην χρυσῆν ποιήσας ἔχε, κἀγὼ σιωπήσομαί σοι.
” 阿德曼托斯 “不要嫉妒我,吕基诺斯。 但是等轮到你祈愿的时候,如果你愿意,就把那座帕尔内斯山整个变成金子据为己有吧,那我也会对你保持沉默的。
ΛΥΚΙΝΟΣ Ἀλλ' ὑπὲρ ἀσφαλείας τοῦτο ἔγωγε τῆς σῆς ἐποιησάμην, ὡς μὴ ἀπολέσθαι ἅπαντας μετὰ τοῦ χρυσίου.
” 吕基诺斯 “但我说这话确实是为了你的安全,免得所有人连同金子一起丧命。
καὶ τὰ μὲν ὑμέτερα μέτρια, τὸ μειράκιον δὲ τὸ ὡραῖον ἀποπνιγήσεται ἄθλιον νεῖν οὐκ ἐπιστάμενον.
你们的事情倒还罢了,但那个可怜的美丽少年不会游泳,会被淹死的。
ΤΙΜΟΛΑΟΣ Θάρρει, ὦ Λυκῖνε.
” 提莫劳斯 “放心吧,吕基诺斯。
οἱ δελφῖνες γὰρ αὐτὸ ὑποδύντες ἐξοίσουσιν ἐπὶ τὴν γῆν.
因为海豚会钻到他身下,把他驮到陆地上来。
ἢ νομίζεις κιθαρῳδὸν μέν τινα σωθῆναι παρ' αὐτῶν καὶ ἀπολαβεῖν τὸν μισθὸν ἀντὶ τῆς ᾠδῆς καὶ νεκρόν τι ἄλλο παιδίον ἐς τὸν Ἰσθμὸν ἐπὶ δελφῖνος ὁμοίως προσκομισθῆναι, τὸν δὲ Ἀδειμάντου οἰκέτην τὸν νεώνητον ἀπορήσειν δελφῖνος ἐρωτικοῦ;
难道你以为,既然某位琴手能被它们救起并因其歌声而重新获得报酬,另一个死去的孩子也同样被海豚驮着送到地峡,阿德曼托斯新买的奴隶就会缺了一只爱上他的海豚吗?
ΑΔΕΙΜΑΝΤΟΣ Καὶ σὺ γάρ, Τιμόλαε, μιμῇ Λυκῖνον καὶ ἐπιμετρεῖς τῶν σκωμμάτων, καὶ ταῦτα εἰσηγητὴς αὐτὸς γενόμενος;
” 阿德曼托斯 “提莫劳斯,你也模仿吕基诺斯并火上浇油地嘲讽,更何况你还是这个点子的发起人?
§20ΤΙΜΟΛΑΟΣ Ἄμεινον γὰρ ἦν πιθανώτερον αὐτὸ ποιεῖν και τινα θησαυρὸν ὑπὸ τῇ κλίνῃ ἀνευρεῖν, ὡς μὴ πράγματα ἔχοις ἐκ τοῦ πλοίου μετατιθεὶς χρυσίον ἐς τὸ ἄστυ.
” 提莫劳斯 “因为这本来可以弄得更逼真些,比如在床底下发现一处宝藏,这样你就不用费事把金子从船上运到城里去了。
ΑΔΕΙΜΑΝΤΟΣ Εὖ λέγεις, καὶ ἀνορωρύχθω θησαυρὸς ὑπὸ τὸν Ἑρμῆν τὸν λίθινον, ὅς ἐστιν ἡμῖν ἐν τῇ αὐλῇ, μέδιμνοι χίλιοι ἐπισήμου χρυσίου.
” 阿德曼托斯 “说得好,那就让在我们庭院里的那座石雕赫尔墨斯像下面挖出一处宝藏吧:一千美狄姆诺斯印有图案的金币。
εὐθὺς οὖν κατὰ τὸν Ἡσίοδον οἶκος τὸ πρῶτον, ὡς ἂν ἐπισημότατα οἰκοίην, καὶ τὰ περὶ τὸ ἄστυ πάντα ὠνησάμην ἤδη πλὴν ὅσα θύμον καὶ λίθοι, καὶ ἐν Ἐλευσῖνι ὅσα ἐπὶ θαλάττῃ καὶ περὶ τὸν Ἰσθμὸν ὀλίγα τῶν ἀγώνων ἕνεκα, εἴ ποτε δὴ τὰ Ἴσθμια ἐπιδημήσαιμι, καὶ τὸ Σικυώνιον πεδίον, καὶ ὅλως εἴ πού τι ἢ συνηρεφὲς ἢ ἔνυδρον ἢ εὔκαρπον ἐν τῇ Ἑλλάδι, πάντα ἐν ὀλίγῳ Ἀδειμάντου ἔσται.
那么首先,正如赫西俄德所说,先置办一所房子,这样我就可以生活得极其显赫;我已经买下了城里所有的周边土地,除了那些只长百里香和石头的地方;在埃勒夫西斯买下所有靠海的土地,在地峡附近也买下一些为了运动会(如果我去参加地峡运动会的话),还有西锡安平原,总之在希腊境内,只要是有绿荫、水源充足或土地肥沃的地方,不一会儿就会全归阿德曼托斯所有。
ὁ χρυσὸς δὲ κοῖλος ἡμῖν ἐμφαγεῖν, τὰ δὲ ἐκπώματα οὐ κοῦφα ὡς τὰ Ἐχεκράτους, ἀλλὰ διτάλαντον ἕκαστον τὴν ὁλκήν.
我们要用凹陷的金器来进餐,而杯子绝不像埃克克拉底的那些那么轻,而是每一个重达双塔兰同。
§21ΛΥΚΙΝΟΣ Εἶτα πῶς ὁ οἰνοχόος ὀρέξει πλῆρες οὕτω βαρὺ ἔκπωμα;
” 吕基诺斯 “然后,斟酒人要怎么把装满酒、这么重的杯子递给你?
ἢ σὺ δέξῃ παρ' αὐτοῦ ἀμογητὶ οὐ σκύφον, ἀλλὰ Σισύφειόν τι βάρος ἀναδιδόντος;
或者,当他递给你的不是杯子,而是像西绪福斯的重担一样的重物时,你难道能毫不费力地从他手里接过来吗?
ΑΔΕΙΜΑΝΤΟΣ Ἄνθρωπε, μή μοι ἀνάλυε τὴν εὐχήν.
” 阿德曼托斯 “老兄,别拆我的台(毁了我的愿望)。
ἐγὼ δὲ καὶ τὰς τραπέζας ὅλας χρυσᾶς ποιήσομαι καὶ τὰς κλίνας χρυσᾶς, εἰ δὲ μὴ σιωπήσῃ, καὶ τοὺς διακόνους αὐτούς.
我还要把桌子全做成金的,床也做成金的,要是你还不闭嘴,连仆人们也全都做成金的。
ΛΥΚΙΝΟΣ Ὅρα μόνον μὴ ὥσπερ τῷ Μίδᾳ καὶ ὁ ἄρτος σοι καὶ τὸ ποτὸν χρυσὸς γένηται καὶ πλουτῶν ἄθλιος ἀπόλῃ λιμῷ διαφθαρεὶς πολυτελεῖ.
” 吕基诺斯 “你可得小心,别像迈达斯那样,连面包和饮料也都变成金子,结果在富有中因这种昂贵的饥荒而悲惨地死去。
§22ΑΔΕΙΜΑΝΤΟΣ Τὰ σὰ ῥυθμιεῖς πιθανώτερον, ὦ Λυκῖνε, μετ' ὀλίγον, ἐπειδὰν αὐτὸς αἰτῇς.
” 阿德曼托斯 “吕基诺斯,一会儿你自己祈愿的时候,再去把你的愿望调整得更逼真些吧。
ἐσθὴς ἐπὶ τούτοις ἁλουργὶς καὶ ὁ βίος οἷος ἁβρότατος, ὕπνος ἐφ' ὅσον ἥδιστος, φίλων πρόσοδοι καὶ δεήσεις καὶ τὸ ἅπαντας ὑποπτήσσειν καὶ προσκυνεῖν, καὶ οἱ μὲν ἕωθεν πρὸς ταῖς θύραις ἄνω καὶ κάτω περιπατήσουσιν, ἐν αὐτοῖς δὲ καὶ Κλεαίνετος καὶ Δημόκριτος οἱ πάνυ, καὶ προσελθοῦσιν γε αὐτοῖς καὶ πρὸ τῶν ἄλλων εἰσδεχθῆναι ἀξιοῦσι θυρωροὶ ἑπτὰ ἐφεστῶτες, εὐμεγέθεις βάρβαροι, προσαραξάτωσαν ἐς τὸ μέτωπον εὐθὺ τὴν θύραν, οἷα νῦν αὐτοὶ ποιοῦσιν.
除此以外,我的衣服要是紫色的,生活要是极其奢华的,睡眠是想睡多久就睡多久的甜美,还有朋友们的拜访和求见,以及所有人对我的敬畏和顶礼膜拜。 有人从清早就开始在门前走来走去,其中甚至包括大名鼎鼎的克莱内托斯和德谟克利特;当他们走上前来、要求比别人先被接见时,让守在那里的七个门房——身材高大的蛮族奴隶——直接把门朝他们的额头撞上去关上,就像他们现在对别人所做的那样。
ἐγὼ δέ, ὁπόταν δόξῃ, προκύψας ὥσπερ ὁ ἥλιος ἐκείνων μὲν οὐδ’ ἐπιβλέψομαι ἐνίους, εἰ δέ τις πένης, οἷος ἦν ἐγὼ πρὸ τοῦ θησαυροῦ, φιλοφρονήσομαι τοῦτον καὶ λουσάμενον ἥκειν κελεύσω τὴν ὥραν ἐπὶ τὸ δεῖπνον. οἱ δὲ ἀποπνιγήσονται οἱ πλούσιοι ὁρῶντες ὀχήματα, ἵππους καὶ παῖδας ὡραίους ὅσον δισχιλίους, ἐξ ἁπάσης ἡλικίας ὅ τι περ τὸ ἀνθηρότατον.
而我,高兴的时候就像太阳一样探出头来,对他们中的某些人甚至看都不看一眼,但如果有什么穷人,就像我在发现宝藏前那样,我会亲切地款待他,让他洗过澡后准时来吃晚饭。 而那些富人们看到我的车马、马匹和大约两千个美丽的少年仆人——全都是各个年龄段中最娇嫩的花朵时,将会嫉妒得喘不过气来。 ”

词汇与语法注释

  1. §19τοῦ ἰσαρίθμου χρυσίου — 缩略比较(comparatio compendiaria)的例子。此处将小麦的“重量”(βάρος)与金币的“重量”进行对比,但省略了后半部分的“重量”,直接将属格“同等数量的金子”(τοῦ ἰσαρίθμου χρυσίου)置于对比位置。
  2. §20οἶκος τὸ πρῶτον — 典出赫西俄德《工作与时日》第405行(“首先是房子,然后是女人和耕牛”)。此处省略了动词,根据赫西俄德的语境,应当补出表示义务或建议(如“应当置办”)的含义。
  3. §20ὅσα θύμον καὶ λίθοι — 字面意思是“凡是百里香和石头的东西”,这是一个惯用表达,指无法种植作物的贫瘠无用土地。其先行词已被融合进关系代词 ὅσα 中。
  4. §21ἀμογητὶ οὐ σκύφον, ἀλλὰ Σισύφειόν τι βάρος ἀναδιδόντος — 属格分词短语 `ἀναδιδόντος` 修饰前置词短语 `παρ' αὐτοῦ` 中的 `αὐτοῦ`(指代斟酒人),并以 `οὐ σκύφον, ἀλλὰ Σισύφειόν τι βάρος` 作为其宾语。副词 `ἀμογητὶ` 则修饰主句动词 `δέξῃ`。
  5. §22προσαραξάτωσαν — 第三人称复数命令语气(不定过去时)。主语是紧接在前面提到的七位门房(`θυρωροὶ ἑπτὰ`),表示将宾语门(`τὴν θύραν`)猛力撞向“他们的额头”(`ἐς τὸ μέτωπον`)的粗暴动作。

引用这一段

琉善, 船或愿望 §19-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:19-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。