Humanitext Reader

琉善 · 船或愿望 §15-18

许愿游戏的提议与阿德曼托斯对黄金的渴望

第 4 段,共 11 段 · 希腊语

内容简介

阿德曼托斯因被嘲笑而感到恼火,威胁要回到船上,但提莫劳斯提议在回雅典的路上,四人轮流向神明许愿。阿德曼托斯第一个开始,他祈愿拥有那艘埃及巨轮及其所有货物,甚至希望船舱里的小麦全部变成达里克金币。

§15ΑΔΕΙΜΑΝΤΟΣ Ὁρᾷς;
阿德曼托斯 “看到了吧?
διὰ τοῦτο ὤκνουν εἰπεῖν ἃ ἐνενόουν, εἰδὼς ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου τὴν εὐχήν.
这就是为什么我犹豫要不要说出我的想法,因为我知道你们会把我的愿望当作笑柄和嘲讽的对象。
ὥστε ἐπιστὰς μικρόν, ἔστ' ἂν ὑμεῖς προχωρήσητε, ἀποπλευσοῦμαι πάλιν ἐπὶ τῆς νεώς.
所以,我稍等片刻,等你们走到前面去,我就再回船上去航行。
πολὺ γὰρ ἄμεινον τοῖς ναύταις προσλαλεῖν ἢ ὑφ' ὑμῶν καταγελᾶσθαι.
因为和船员们聊天,总比被你们嘲笑要好得多。
ΛΥΚΙΝΟΣ Μηδαμῶς, ἐπεὶ συνεμβησόμεθά σοι καὶ αὐτοὶ ἐπιστάντες.
” 吕基诺斯 “绝不,因为我们也要停下来,和你一起登船。
ΑΔΕΙΜΑΝΤΟΣ Ἀλλὰ ὑφαιρήσω τὴν ἀποβάθραν προεισελθών.
” 阿德曼托斯 “但我会先走上去,把登船板撤走。
ΛΥΚΙΝΟΣ Οὐκοῦν ἡμεῖς γε προσνηξόμεθα ὑμῖν.
” 吕基诺斯 “那么我们至少可以游过去。
μὴ γὰρ οἴου σοὶ μὲν εἶναι ῥᾴδιον τηλικαῦτα πλοῖα κτᾶσθαι μήτε πριαμένῳ μήτε ναυπηγησαμένῳ, ἡμεῖς δὲ οὐκ αἰτήσομεν παρὰ τῶν θεῶν ἐπὶ πολλοὺς σταδίους ἀκμῆτες δύνασθαι νεῖν;
难道你认为你不用买也不用造就能轻松拥有这么大的船,而我们却不能求神让我们在游好几个斯塔迪翁时也毫不疲倦吗?
καίτοι πρῴην καὶ ἐς Αἴγιναν ἐπὶ τὴν τῆς Ἐνοδίας τελετὴν, οἶσθα, ἐν ἡλίκῳ σκαφιδίῳ πάντες ἅμα οἱ φίλοι τεττάρων ἕκαστος ὀβολῶν διεπλεύσαμεν, καὶ οὐδὲν ἐδυσχέραινες ἡμᾶς συμπλέοντας, νῦν δὲ ἀγανακτεῖς, εἰ συνεμβησόμεθά σοι, καὶ τὴν ἀποβάθραν προεισελθὼν ἀφαιρεῖς;
而且前几天去埃伊纳岛参加艾诺狄亚的秘仪时,你知不知道,我们所有朋友一起挤在多么小的一只小船里,每个人花四个奥博尔渡了过去,那时你一点也不嫌弃我们同乘,怎么现在我们要和你一起登船你倒生气了,还要先走上去撤走登船板?
ὑπερμαζᾷς γάρ, ὦ Ἀδείμαντε, καὶ ἐς τὸν κόλπον οὐ πτύεις, οὐδὲ οἶσθα ὅστις ὢν ναυκληρεῖς.
阿德曼托斯,你太傲慢了,连朝自己的怀里吐口水以避灾祸都不会,也不知道自己是以什么身份在当船主。
οὕτως ἐπῆρέ σε ἡ οἰκία ἐν καλῷ τῆς πόλεως οἰκοδομηθεῖσα καὶ τῶν ἀκολούθων τὸ πλῆθος.
在城里好地段建起的豪宅和成群的仆从,竟然让你膨胀到了这种地步。
ἀλλ’ ὦγαθέ, πρὸς τῆς Ἴσιδος κἂν τὰ Νειλῷα ταῦτα ταρίχη τὰ λεπτὰ μέμνησο ἡμῖν ἄγειν ἀπ' Αἰγύπτου ἢ μύρον ἀπὸ τοῦ Κανώπου ἢ ἶβιν ἐκ Μέμφιδος, εἰ δὲ ἡ ναῦς ἐδύνατο, καὶ τῶν πυραμίδων μίαν.
不过,好朋友,看在伊西斯的份上,请记得从埃及给我们带些好吃的尼罗河小咸鱼,或者卡诺普斯的香水,或者孟斐斯的朱鹭,如果船载得动,再带一座金字塔来也行。
§16ΤΙΜΟΛΑΟΣ Ἅλις παιδιᾶς, ὦ Λυκῖνε.
” 提莫劳斯 “吕基诺斯,玩笑到此为止吧。
ὁρᾷς, ὡς ἐρυθριᾶν Ἀδείμαντον ἐποίησας πολλῷ τῷ γέλωτι ἐπικλύσας τὸ πλοῖον, ὡς ὑπέραντλον εἶναι καὶ μηκέτι ἀντέχειν πρὸς τὸ ἐπιρρέον;
你难道没看见,你那排山倒海般的笑声让阿德曼托斯的船进了太多水,甚至快要淹没、再也无法抵挡涌入的潮水,以至于让他红了脸吗?
Καὶ ἐπείπερ ἔτι πολὺ ἡμῖν τὸ λοιπόν ἐστιν πρὸς τὸ ἄστυ, διελόμενοι τετραχῆ τὴν ὁδὸν κατὰ τοὺς ἐπιβάλλοντας ἑκάστῳ σταδίους αἰτῶμεν ἅπερ ἂν δοκῇ παρὰ τῶν θεῶν.
既然我们离城里还有很长的路要走,不如把路分成四段,根据每个人分到的里数,向神明祈求自己想要的东西。
οὕτω γὰρ ἂν ἡμᾶς ὅ τε κάματος λάθοι καὶ ἅμα εὐφρανούμεθα ὥσπερ ἡδίστῳ ὀνείρατι ἑκουσίῳ περιπεσόντες, ἐφ' ὅσον βουλόμεθα, εὖ ποιήσοντι ἡμᾶς·
这样我们就能忘记疲劳,同时还能像坠入一个最美妙、自愿的梦境一样自娱自乐,只要我们愿意,这梦境就会让我们感到幸福;祈愿的尺度由每个人自己决定,并且假定神明会提供一切,即使这在自然界中是不可能的。
παρ' αὐτῷ γὰρ ἑκάστῳ ἔστω τὸ μέτρον τῆς εὐχῆς, καὶ οἱ θεοὶ πάντα ὑποκείσθωσαν παρέξοντες, εἰ καὶ τῇ φύσει ἀπίθανα ἔσται. τὸ δὲ μέγιστον, ἐπίδειξις ἔσται τὸ πρᾶγμα ὅστις ἂν ἄριστα χρήσαιτο τῷ πλούτῳ καὶ τῇ εὐχῇ, δηλώσει γὰρ οἷος ἂν καὶ πλουτήσας ἐγένετο.
最重要的是,这将是一次展示,看谁能最好地利用财富和愿望,因为这将表明一个人一旦变富会成为什么样的人。
§17ΣΑΜΙΠΠΟΣ Καλῶς, ὦ Τιμόλαε, καὶ πείθομαί σοι καὶ ὅταν ὁ καιρὸς καλῇ, εὔξομαι ἅπερ ἂν δοκῇ.
” 萨米普斯 “极好,提莫劳斯,我同意你的看法,等轮到我的时候,我也会祈求我想要的东西。
εἰ μὲν γὰρ Ἀδείμαντος βούλεται, οὐδὲ ἐρωτᾶν οἶμαι, ὅς γε δὴ ἐν τῇ νηΐ τὸν ἕτερον πόδα ἔχει.
至于阿德曼托斯愿不愿意,我想都不用问,因为他的一只脚早就在船上了。
χρὴ δὲ καὶ Λυκίνῳ δοκεῖν.
不过也得吕基诺斯同意才行。
ΛΡΚΙΝΟΣ Ἀλλὰ πλουτῶμεν, εἰ τοῦτο ἄμεινον, μὴ καὶ βασκαίνειν ἐν ταῖς κοιναῖς εὐτυχίαις δοκῶ.
” 吕基诺斯 “那我们也变富吧,如果这样更好的话,免得我显得好像在嫉妒我们共同的幸运似的。
ΑΔΕΙΜΑΝΤΟΣ Τίς γοῦν πρῶτος ἄρξεται;
” 阿德曼托斯 “那么谁先开始呢?
ΛΥΚΙΝΟΣ Σύ, ὦ Ἀδείμαντε, εἶτα μετὰ σὲ οὑτοσὶ Σάμιππος, εἶτα Τιμόλαος, ἐγὼ δὲ ὀλίγον ὅσον ἡμιστάδιον τὸ πρὸ τοῦ Διπύλου ἐπιλήψομαι τῇ εὐχῇ, καὶ τοῦτο ὡς οἷόν τε παραδραμών.
” 吕基诺斯 “你,阿德曼托斯,然后是你之后的萨米普斯,接着是提莫劳斯。 而我,将在迪皮隆大门前那仅仅半个斯塔迪翁左右的微小距离里进行我的祈愿,而且我还要尽可能飞快地跑过去完成它。
§18ΑΔΕΙΜΑΝΤΟΣ Οὐκοῦν ἐγὼ μὲν οὐδὲ νῦν ἀποστήσομαι τῆς νεώς, ἀλλ’, ἐπείπερ ἔξεστιν, ἐπιμετρήσω τῇ εὐχῇ.
” 阿德曼托斯 “既然如此,我现在也不会离开这艘船,而且既然是被允许的,我就要尽情地盘算我的愿望。
ὁ δὲ Ἑρμῆς ὁ κερδῷος ἐπινευσάτω ἅπασιν.
愿掌管财富的赫尔墨斯向这一切点头默许。
ἔστω γὰρ τὸ πλοῖον καὶ τὰ ἐν αὐτῷ πάντα ἐμὰ καὶ ὁ φόρτος οἱ ἔμποροι αἱ γυναῖκες οἱ ναῦται καὶ ἄλλο εἴ τι ἥδιστον κτημάτων ἁπάντων.
让这艘船和里面的一切都归我所有,包括货物、商人、女人、船员,以及所有财产中最美好的一切。
ΣΑΜΙΠΠΟΣ Λέληθας σεαυτὸν ἔχων ἐν τῇ νηΐ.
” 萨米普斯 “你都没注意到你船上还载着什么。
ΑΔΕΙΜΑΝΤΟΣ Τὸν παῖδα φής, ὦ Σάμιππε, τὸν κομήτην.
” 阿德曼托斯 “你是说那个留着长发的男孩吗,萨米普斯?
κἀκεῖνος οὖν ἔστω ἐμός.
那他也归我所有吧。
ὁπόσος δὲ ὁ πυρὸς ἔνδον ἐστίν, οὗτος ὁ ἀριθμὸς ἅπας χρυσίον ἐπίσημον γενέσθω, τοσοῦτοι δαρεικοί.
不管里面有多少小麦,全部变成印有图案的金币,也就是同等数量的达里克金币。 ”

词汇与语法注释

  1. p.v.6.p.448ὅτι ἐν γέλωτι καὶ σκώμματι ποιήσεσθέ μου τὴν εὐχήν — 介词短语 `ἐν γέλωτι` 与 `σκώμματι` 作为动词 `ποιήσεσθε` 的述语性补足语,意为“将我的愿望当成笑柄和嘲讽”。此处 `ἐν` 表示某种状态或形式。
  2. p.v.6.p.448ὅστις ὢν ναυκληρεῖς — 与关系代词 `ὅστις` 一致的分词 `ὢν` 起到述语性补足语的作用,强调主语(第二人称单数)的身分或性质,构成“你都不知道自己是以什么身分在做船主”的责备语气。
  3. p.v.6.p.448ὡς ὑπέραντλον εἶναι — 由连词 `ὡς` 引导的不定式 `εἶναι` 构成结果从句。不定式的逻辑主语为前文的宾格 `τὸ πλοῖον`(船),用来表达比喻性的结果:“以至于(因笑声而)船只进水过深”。
  4. p.v.6.p.448οἷος ἂν καὶ πλουτήσας ἐγένετο — 间接疑问句中由 `ἄν` 与直陈式过去时(不定过去时)`ἐγένετο` 构成的虚拟语气(与过去相反)。不定过去时分词 `πλουτήσας` 充当条件从句(相当于 `εἰ ἐπλούτησας`,“如果他变富的话”),表示“如果他真的变富了,他会成为一个怎样的人”。
  5. p.v.6.p.452Λέληθας σεαυτὸν ἔχων — 动词 `λανθάνω`(不知不觉、没注意到)与反身代词宾格 `σεαυτόν` 及主格分词 `ἔχων` 连用的惯用句式。由于主句主语(第二人称单数)与分词的逻辑主语一致,分词用主格而非宾格。意为“你都没注意到自己(在船上)还带着(那个少年)”。

引用这一段

琉善, 船或愿望 §15-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:15-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。