Humanitext Reader

琉善 · 船或愿望 §23-27

阿德曼托斯的奢华愿望与吕基诺斯对财富的批判

第 6 段,共 11 段 · 希腊语

内容简介

阿德曼托斯描述完关于奢侈晚宴、给市民分发财物及城邦建设的愿望,但吕基诺斯指出财富的脆弱、生命与健康的不确定性以及财富带来的种种祸患,随后将祈愿的机会让给萨米普斯。

§23ΑΔΕΙΜΑΝΤΟΣ εἶτα δεῖπνα ἐπὶ χρυσοῦ—εὐτελὴς γὰρ ὁ ἄργυρος καὶ οὐ κατ' ἐμέ—, τάριχος μὲν ἐξ Ἰβηρίας, οἶνος δὲ ἐξ Ἰταλίας, ἔλαιον δὲ ἐξ Ἰβηρίας καὶ τοῦτο, μέλι δὲ ἡμέτερον τὸ ἄπυρον, καὶ ὄψα πανταχόθεν καὶ σύες καὶ λαγώς, καὶ ὅσα πτηνά, ὄρνις ἐκ Φάσιδος καὶ ταὼς ἐξ Ἰνδίας καὶ ἀλεκτρυὼν ὁ Νομαδικός· οἱ δὲ σκευάζοντες ἕκαστα σοφισταί τινες περὶ πέμματα καὶ χυμοὺς ἔχοντες.
阿德曼托斯 “然后是用金器盛放的晚餐——因为银器太廉价了,配不上我——,有来自伊比利亚的腌鱼、意大利的葡萄酒、同样来自伊比利亚的橄榄油、我们自己不经火熬的纯天然蜂蜜,还有来自各地的美味佳肴,野猪、野兔,以及各种鸟类:法希斯的雉鸡、印度的孔雀、努米底亚的土鸡;而准备这些每一道菜的,都是些精通糕点和酱汁的行家里手。
εἰ δέ τινι προπίοιμι σκύφον ἢ φιάλην αἰτήσας, ὁ ἐκπιὼν ἀποφερέτω καὶ τὸ ἔκπωμα.
如果我向人要来一只双耳杯或浅盘向某人敬酒,喝干的人就可以把这酒杯也带走。
§24ΑΔΕΙΜΑΝΤΟΣ οἱ δὲ νῦν πλούσιοι πρὸς ἐμὲ Ἶροι δηλαδὴ ἅπαντες, καὶ οὐκέτι τὸ ἀργυροῦν πινάκιον ἢ τὸν σκύφον ἐπιδείξεται Διόνικος ἐν τῇ πομπῇ, καὶ μάλιστα ἐπειδὰν ὁρᾷ τοὺς οἰκέτας τοὺς ἐμοὺς ἀργύρῳ τοσούτῳ χρωμένους.
” 阿德曼托斯 “现在的那些富人,相比于我当然全都成了伊罗斯(乞丐),迪奥尼科斯在游行中再也不会炫耀他的银盘或银杯了,尤其是当他看到我的仆人们都在使用这么多的银器时。
τῇ πόλει δὲ ταῦτα ἐξαίρετα παρ' ἐμοῦ ὑπῆρξεν ἄν, αἱ μὲν διανομαὶ κατὰ μῆνα ἕκαστον δραχμαὶ τῷ μὲν ἀστῷ ἑκατόν, τῷ δὲ μετοίκῳ ἥμισυ τούτων, δημοσίᾳ δὲ ὅσα ἐς κάλλος θέατρα καὶ βαλανεῖα, καὶ τὴν θάλατταν ἄχρι πρὸς τὸ Δίπυλον ἥκειν κἀνταῦθά που λιμένα εἶναι ἐπαχθέντος ὀρύγματι μεγάλῳ τοῦ ὕδατος, ὡς τὸ πλοῖόν μου πλησίον ὁρμεῖν καταφανὲς ὂν ἐκ τοῦ Κεραμεικοῦ.
而我本来会给城邦带来这些格外的恩惠:每月向每个公民分发一百德拉克马,向每个外侨分发这一数额的一半;在公共设施方面,建造极其美观的剧场和浴场,并让海水一直通到双子门,通过开凿一条巨大的渠道把水引过去,使那里成为一个港口,好让我的船能停泊在附近,从凯拉米克斯就能看得清清楚楚。
§25ΑΔΕΙΜΑΝΤΟΣ τοῖς φίλοις δὲ ὑμῖν, Σαμίππῳ μὲν εἴκοσι μεδίμνους ἐπισήμου χρυσίου παραμετρῆσαι τὸν οἰκονόμον ἐκέλευσα ἄν, Τιμολάῳ δὲ πέντε χοίνικας, Λυκίνῳ δὲ χοίνικα, ἀπομεμαγμένην καὶ ταύτην, ὅτι λάλος ἐστὶ καὶ ἐπισκώπτει μου τὴν εὐχήν.
” 阿德曼托斯 “至于你们这些朋友,我本来会命令管家给萨米普斯量出二十美狄姆诺斯印有图案的金币,给提莫劳斯五合,给吕基诺斯一合,而且这最后一合还要是用木片抹平、毫不溢出的,因为他多嘴多舌,还嘲弄我的愿望。
τοῦτον ἐβουλόμην βιῶναι τὸν βίον πλουτῶν ἐς ὑπερβολὴν καὶ τρυφῶν καὶ πάσαις ἡδοναῖς ἀφθόνως χρώμενος.
我本想过着这样的生活,富裕到极点,穷奢极欲,毫无保留地享受一切快乐。
εἴρηκα, καί μοι ὁ Ἑρμῆς τελεσιουργήσειεν αὐτά.
我已经说完了,愿赫尔墨斯为我成就这些事。
§26ΛΥΚΙΝΟΣ Οἶσθα οὖν, ὦ Ἀδείμαντε, ὡς πάνυ σοι ἀπὸ λεπτῆς κρόκης ὁ πᾶς οὑτοσὶ πλοῦτος ἀπήρτηται, καὶ ἢν ἐκείνη ἀπορραγῇ, πάντα οἴχεται καὶ ἄνθρακές σοι ὁ θησαυρὸς ἔσται;
” 吕基诺斯 “那么,阿德曼托斯,你知道你这所有的财富都悬在一根极细的线(纬线)上吗? 如果那根线断了,一切都会化为乌有,你的宝藏也会变成木炭吗?
ΑΔΕΙΜΑΝΤΟ Πῶς λέγεις, ὦ Λυκῖνε;
” 阿德曼托斯 “你这是什么意思,吕基诺斯?
ΛΥΚΙΝΟΣ Ὅτι, ὦ ἄριστε, ἄδηλον ὁπόσον χρόνον βιώσει πλουτῶν.
” 吕基诺斯 “因为,好朋友,你能在富有中活多久是不可知的。
τίς γὰρ οἶδεν εἰ ἔτι παρακειμένης σοι τῆς χρυσῆς τραπέζης, πρὶν ἐπιβαλεῖν τὴν χεῖρα καὶ ἀπογεύσασθαι τοῦ ταὼ ἢ τοῦ Νομάδος ἀλεκτρυόνος, ἀποφυσήσας τὸ ψυχίδιον ἄπει γυψὶ καὶ κόραξι πάντα ἐκεῖνα καταλιπών;
有谁知道,当金桌子还摆在你面前,甚至在你伸手尝到孔雀或努米底亚土鸡之前,你是不是就会吐出最后一口微弱的气息,丢下所有这些东西去喂秃鹰和乌鸦呢?
ἢ ἐθέλεις καταριθμήσομαί σοι τοὺς μὲν αὐτίκα πρὶν ἀπολαῦσαι τοῦ πλούτου ἀποθανόντας, ἐνίους δὲ καὶ ζῶντας ἀποστερηθέντας ὧν εἶχον ὑπό τινος βασκάνου πρὸς τὰ τοιαῦτα δαίμονος;
还是你想让我给你一一列举,那些在享受财富之前就立刻死去的人,以及一些人在活着的时候就被某个对此类事情心怀嫉妒的神明夺走了一切的人?
ἀκούεις γάρ που τὸν Κροῖσον καὶ τὸν Πολυκράτην πολύ σου πλουσιωτέρους γενομένους ἐκπεσόντας ἐν βραχεῖ τῶν ἀγαθῶν ἁπάντων.
你大概听说过,克罗伊索斯和波留克拉底曾变得比你富有多了,但却在短时间内从所有的幸福中跌落下来。
§27ΛΥΚΙΝΟΣ ἵνα δέ σοι καὶ τούτους ἀφῶ, τό γε ὑγιαίνειν ἐχέγγυον οἴει σοι γενήσεσθαι καὶ βέβαιον;
” 吕基诺斯 “即使我向你免提这些人,你以为健康对你来说就是有保障和稳固的吗?
ἢ οὐχ ὁρᾷς πολλοὺς τῶν πλουσίων κακοδαιμόνως διάγοντας ὑπὸ τῶν ἀλγηδόνων, τοὺς μὲν οὐδὲ βαδίζειν δυναμένους, ἐνίους δὲ τυφλοὺς ἢ τῶν ἐντοσθιδίων τι ἀλγοῦντας;
难道你没有看到许多富人因疼痛而过着悲惨的生活,有的甚至不能行走,有的双目失明,或者内脏的某个部位痛苦不堪?
ὅτι μὲν γὰρ οὐκ ἂν ἕλοιο πλουτῶν δὶς τοσοῦτον πλοῦτον ὅμοια πάσχειν Φανομάχῳ τῷ πλουσίῳ καὶ θηλύνεσθαι ὡς ἐκεῖνος εὖ οἶδα, κἂν μὴ εἴπῃς.
因为我很清楚,即使你不说,你也绝不愿在拥有两倍财富的同时,承受像富人法诺马科斯那样的痛苦,并像他一样变得萎靡不振。
ἐῶ λέγειν ὅσας ἐπιβουλὰς μετὰ τοῦ πλούτου καὶ λῃστὰς καὶ φθόνον καὶ μῖσος παρὰ τῶν πολλῶν.
更不用说伴随着财富而来的各种阴谋、强盗,以及大众的嫉妒和仇恨。
ὁρᾷς οἵων σοι πραγμάτων αἴτιος ὁ θησαυρὸς γίγνεται;
你看到你的宝藏给你带来了什么样的麻烦了吗?
ΑΔΕΙΜΑΝΤΟΣ Ἀεὶ σύ μοι, ὦ Λυκῖνε, ὑπεναντίος·
” 阿德曼托斯 “吕基诺斯,你总是跟我作对。
ὥστε οὐδὲ τὴν χοίνικα ἔτι λήψῃ ἐς τέλος μου τῆς εὐχῆς ἐπηρεάζων.
所以你连那一合也别想得到了,因为你一直到最后都在侮辱我的愿望。
ΛΥΚΙΝΟΣ Τοῦτο μὲν ἤδη κατὰ τοὺς πολλοὺς τῶν πλουσίων ἀναδύῃ καὶ ἀνακαλεῖς τὴν ὑπόσχεσιν.
” 吕基诺斯 “这就像许多富人一样,你现在开始退缩并收回你的诺言了。
ἀλλὰ σὺ ἤδη ὁ Σάμιππος εὔχου.
不过萨米普斯,现在轮到你祈愿了。 ”

词汇与语法注释

  1. §24ταῦτα ἐξαίρετα παρ' ἐμοῦ ὑπῆρξεν ἄν — 直说过去时 + 语气助词 ἄν(ὑπῆρξεν ἄν)表示非现实的结论(“如果我的愿望实现,这些事情本来会发生”)。接下来的不定式 ἥκειν 和 εἶναι 作为 tauta 的同位语具体展开其内容,或作为 ὑπῆρξεν ἄν 的主语/补足语。
  2. §25ἀπομεμαγμένην — 动词 ἀπομάσσω(擦去、抹平)的完美被动分词。指在用量器(合/choinix)量取粮食时,不用高出边缘的“满盛”,而是用木片等抹平、不留余数的状态。这强调了阿德曼托斯对吕基诺斯的吝啬和恶意,不愿多给一丝一毫。
  3. §26ἄνθρακές σοι ὁ θησαυρὸς ἔσται — “宝藏将变成木炭”这一表述源自希腊著名谚语,意指原本期待的丰厚财富或好运突然化为乌有,变成毫无价值之物。
  4. §27ὅτι μὲν γὰρ οὐκ ἂν ἕλοιο ... εὖ οἶδα — 整体结构为主句 εὖ οἶδα(我深知)支配 ὅτι 引导的宾语从句。从句中的 οὐκ ἂν ἕλοιο 为 ἄν + 祈愿式,表示潜在可能性(“你绝不会选择”)。

引用这一段

琉善, 船或愿望 §23-27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg065.humanitext-grc3:23-27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。