§7Σκύθης δέ ἐστι τῶν παρ' ἡμῖν εὐπατριδῶν, καὶ ὅμως τἀκεῖ πάντα ἀφεὶς ἥκει συνεσόμενος ὑμῖν καὶ τὰ κάλλιστα ὀψόμενος τῆς Ἑλλάδος, κἀγὼ ἐπίτομόν τινα ταύτην ἐξεῦρον αὐτῷ, ὅπως ῥᾷστα καὶ αὐτὸς μάθοι πάντα καὶ γνώριμος γένοιτο τοῖς ἀρίστοις· τοῦτο δ’ ἦν σοὶ προσαγαγεῖν αὐτόν.
他是我们那里的贵族斯基泰人,然而他抛下了那里的所有一切,来到这里与你们交往,并观赏希腊最美丽的事物。 我为他找到了这条捷径,好让他自己最容易地学到一切,并结识最优秀的人们:这捷径就是将他引荐给你。
εἰ τοίνυν ἐγὼ Σόλωνα οἶδα, οὕτω ποιήσεις καὶ προξενήσεις αὐτοῦ καὶ πολίτην γνήσιον ἀποφανεῖς τῆς Ἑλλάδος.
因此,如果我了解梭伦,你就会这样做,并成为他的保护人,使他成为希腊真正的公民。
καὶ ὅπερ σοι ἔφην μικρὸν ἔμπροσθεν, ὦ Ἀνάχαρσι, πάντα ἑώρακας ἤδη Σόλωνα ἰδών·
正如我刚才对你说的,阿纳哈尔西斯啊,通过见到梭伦,你已经见到了这里的一切。
τοῦτο αἱ Ἀθῆναι, τοῦτο ἡ Ἑλλάς·
这就是雅典,这就是希腊。
οὐκέτι ξένος σύ γε, πάντες σε ἴσασι, πάντες σε φιλοῦσι.
你不再是个异乡人了,所有人都认识你,所有人都喜爱你。
τηλικοῦτόν ἐστι τὸ κατὰ τὸν πρεσβύτην τοῦτον.
这位老人的影响力就是如此巨大。
ἁπάντων ἐπιλήσῃ τῶν ἐν Σκυθίᾳ συνὼν αὐτῷ.
与他相处,你会忘记在斯基泰的一切。
ἔχεις τῆς ἀποδημίας τὰ ἆθλα, τοῦ ἔρωτος τὸ τέλος.
你得到了你远游的奖赏,得到了你热望的终点。
οὗτός σοι ὁ Ἑλληνικὸς κανών, τοῦτο δεῖγμα τῆς φιλοσοφίας τῆς Ἀττικῆς.
这就是你衡量希腊的尺度,这就是阿提卡哲学的标本。
οὕτω τοίνυν γίγνωσκε ὡς εὐδαιμονέστατος ὤν, ὃς συνέσῃ Σόλωνι καὶ φίλῳ χρήσῃ αὐτῷ.
因此,你要自知是最幸福的人,因为你将与梭伦相处,并视他为友。
§8Μακρὸν ἂν εἴη διηγήσασθαι, ὅπως μὲν ἥσθη ὁ Σόλων τῷ δώρῳ, οἷα δὲ εἶπεν, ὡς δὲ τὸ λοιπὸν συνῆσαν, ὁ μὲν παιδεύων καὶ διδάσκων τὰ κάλλιστα, ὁ Σόλων, καὶ φίλον ἅπασι ποιῶν τὸν Ἀνάχαρσιν καὶ προσάγων τοῖς Ἑλλήνων καλοῖς καὶ πάντα τρόπον ἐπιμελούμενος, ὅπως ἥδιστα διατρίψῃ ἐν τῇ Ἑλλάδι, ὁ δὲ τεθηπὼς τὴν σοφίαν αὐτοῦ καὶ μηδὲ τὸν ἕτερον πόδα ἑκὼν εἶναι ἀπολειπόμενος.
若要详细叙述梭伦对这份礼物有多么高兴、说了些什么,以及他们此后如何相处,那将是一篇长篇大论。 梭伦培养并教授他最美丽的事物,使阿纳哈尔西斯成为所有人的朋友,引导他领略希腊人的美好,并用尽各种办法关照,使他在希腊过得最愉快;而阿纳哈尔西斯则对梭伦的智慧惊叹不已,甚至不愿主动离开他半步。
ὡς γοῦν ὑπέσχετο αὐτῷ ὁ Τόξαρις, ἐξ ἑνὸς ἀνδρὸς τοῦ Σόλωνος ἅπαντα ἔγνω ἐν ἀκαρεῖ καὶ πᾶσιν ἦν γνώριμος καὶ ἐτιμᾶτο δι’ ἐκεῖνον.
总之,正如托克萨里斯向他许诺的那样,仅仅通过梭伦这一位男子,他瞬间便知晓了一切,并且因为他而为所有人所熟知并受到尊敬。
οὐ γὰρ μικρὸν ἦν Σόλων ἐπαινῶν, ἀλλ’ οἱ ἄνθρωποι καὶ τοῦτο ὡς νομοθέτῃ ἐπείθοντο καὶ ἐφίλουν οὓς ἐκεῖνος δοκιμάζοι καὶ ἐπίστευον ἀρίστους ἄνδρας εἶναι.
因为梭伦的赞许绝非小事,人们在这件事上也像服从立法者一样顺从他,喜爱他所认可的人,并相信他们是最优秀的人。
τὰ τελευταῖα καὶ ἐμυήθη μόνος βαρβάρων Ἀνάχαρσις, δημοποίητος γενόμενος, εἰ χρὴ Θεοξένῳ πιστεύειν καὶ τοῦτο ἱστοροῦντι περὶ αὐτοῦ·
最后,阿纳哈尔西斯甚至成了唯一获得秘仪入会资格的蛮族人,并被授予了公民权,如果必须相信叙述他这段历史的狄奥克塞诺斯的话。
καὶ οὐκ ἂν οὐδὲ ἀνέστρεψεν οἶμαι ἐς Σκύθας, εἰ μὴ Σόλων ἀπέθανεν.
而且我想,如果不是梭伦去世,他甚至绝不会回到斯基泰人那里。
§9Βούλεσθε οὖν ἐπαγάγω ἤδη τῷ μύθῳ τὸ τέλος, ὡς μὴ ἀκέφαλος περινοστοίη;
那么,你们是否愿意我此时为这个故事画上句号,免得它无头无尾地到处徘徊?
ὥρα γοῦν εἰδέναι οὗτινός μοι εἵνεκα ὁ Ἀνάχαρσις ἐκ Σκυθίας καὶ Τόξαρις τὰ νῦν ἐς Μακεδονίαν ἥκετον ἔτι καὶ Σόλωνα γέροντα ἄνδρα ἐπαγομένω Ἀθήνηθεν.
总之,现在该知道出于什么原因,来自斯基泰的阿纳哈尔西斯和托克萨里斯如今来到了马其顿,甚至还从雅典带上了年迈的梭伦。
φημὶ δὴ ὅμοιόν τι καὶ αὐτὸς παθεῖν τῷ Ἀναχάρσιδι—καὶ πρὸς Χαρίτων μὴ νεμεσήσητέ μοι τῆς εἰκόνος, εἰ βασιλικῷ ἀνδρὶ ἐμαυτὸν εἴκασα· βάρβαρος μὲν γὰρ κἀκεῖνος καὶ οὐδέν τι φαίης ἂν τοὺς Σύρους ἡμᾶς φαυλοτέρους εἶναι τῶν Σκυθῶν.
我确实要说,我自己也经历过与阿纳哈尔西斯类似的事情——凭着美惠三女神起誓,如果我把自己比作一位王室成员,请不要对我的这个比拟感到愤怒;因为他也是个蛮族人,你总不能说我们叙利亚人比斯基泰人更卑微吧。
ἀτὰρ οὐδὲ κατὰ τὸ βασιλικὸν εἰσποιῶ τἀμὰ ἐς τὴν ὁμοιότητα, κατ' ἐκεῖνα δέ.
不过,我并不是在王室身份这一点上把我的情况与他作类比,而是在其他方面。
ὅτε γὰρ πρῶτον ἐπεδήμησα ὑμῶν τῇ πόλει, ἐξεπλάγην μὲν εὐθὺς ἰδὼν τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τῶν ἐμπολιτευομένων τὸ πλῆθος καὶ τὴν ἄλλην δύναμιν καὶ λαμπρότητα πᾶσαν.
因为当我第一次造访你们的城市时,一看到它的规模、美丽、市民的众多以及所有其他的力量与辉煌,我立刻就被震撼了。
ὥστε ἐπὶ πολὺ ἐτεθήπειν πρὸς ταῦτα καὶ οὐκ ἐξήρκουν τῷ θαύματι, οἷόν τι καὶ ὁ νησιώτης ἐκεῖνος νεανίσκος ἐπεπόνθει πρὸς τὴν τοῦ Μενελάου οἰκίαν.
因此,我很长一段时间都对这些事物感到惊叹,无法抑制自己的惊奇,就像那个岛国青年对梅涅劳斯的府邸所产生的那种感受一样。
καὶ ἔμελλον οὕτω διατεθήσεσθαι τὴν γνώμην ἰδὼν πόλιν ἀκμάζουσαν ἀκμῇ τοσαύτῃ καὶ κατὰ τὸν ποιητὴν ἐκεῖνον
"
ἀνθοῦσαν ἀγαθοῖς πᾶσιν οἷς θάλλει πόλις. "
当我看到一座以如此繁盛之势蓬勃发展的城市,并且正如那位诗人所说, "绽放着城市繁荣所需的一切美好事物 "时,我的心境也本该受到这样的震撼。