Humanitext Reader

琉善 · 斯基泰人或执政官 §4-6

托克萨里斯引荐阿纳哈尔西斯会见梭伦

第 2 段,共 4 段 · 希腊语

内容简介

阿纳哈尔西斯与托克萨里斯相认并分享喜悦,他们都来自斯基泰。为了带阿纳哈尔西斯游览雅典,托克萨里斯将他引荐给城中最受尊崇的智者梭伦。

§4Ἀλλὰ Τόξαρις Σκυθιστὶ προσειπὼν αὐτόν, Οὐ σύ, ἔφη, Ἀνάχαρσις ὢν τυγχάνεις ὁ Δαυκέτου;
此时托克萨里斯用斯基泰语向他打招呼说:“难道你碰巧不是达乌克特斯之子阿纳哈尔西斯吗?
ἐδάκρυσεν ὑφ' ἡδονῆς ὁ Ἀνάχαρσις, ὅτι καὶ ὁμόφωνον εὑρήκει τινά, καὶ τοῦτον εἰδότα ὅστις ἦν ἐν Σκύθαις, καὶ ἤρετο, Σὺ δὲ πόθεν οἶσθα ἡμᾶς, ὦ ξένε;
”阿纳哈尔西斯因喜悦而流下泪来,因为他找到了一个语言相同的人,而且这人还知道他在斯基泰是谁。 他便问道:“异乡人啊,你又是从哪里知道我们的呢?
Καὶ αὐτός, ἔφη, ἐκεῖθέν εἰμι παρ' ὑμῶν, Τόξαρις τοὔνομα, οὐ τῶν ἐπιφανῶν, ὥστε καὶ ἐγνῶσθαι ἄν σοι κατ' αὐτό.
”对方说:“我自己也是从那里、从你们的国土来的,名字叫托克萨里斯,并非显贵之人,因此你也不会单凭名字就知道我。
Μῶν, ἔφη, σὺ ὁ Τόξαρις εἶ περὶ οὗ ἐγὼ ἤκουσα ὥς τις Τόξαρις ἔρωτι τῆς Ἑλλάδος ἀπολιπὼν καὶ γυναῖκα ἐν Σκυθίᾳ καὶ παιδία νεογνὰ οἴχοιτο ἐς Ἀθήνας καὶ νῦν διατρίβοι κεῖθι τιμώμενος ὑπὸ τῶν ἀρίστων;
”“莫非,”阿纳哈尔西斯说,“你就是我听闻过的那位托克萨里斯? 据说有一位托克萨里斯因为对希腊的向往,抛下了在斯基泰的妻子和新生的孩子,前往雅典,如今在那里生活,深受最优秀的人们尊崇?
Ἐγώ, ἔφη, ἐκεῖνός εἰμι, εἴ τις κἀμοῦ λόγος ἔτι παρ' ὑμῖν.
”“我就是那个人,”他说,“如果你们那儿还在谈论我的话。
Οὐκοῦν, ἦ δ’ ὃς ὁ Ἀνάχαρσις, μαθητήν σου ἴσθι με γεγενημένον καὶ ζηλωτὴν τοῦ ἔρωτος ὃν ἠράσθης, ἰδεῖν τὴν Ἑλλάδα, καὶ κατά γε τὴν ἐμπορίαν ταύτην ἀποδημήσας.
”“既然如此,”阿纳哈尔西斯说,“请把我看作你的弟子,以及你曾有过的热望——亲眼看看希腊——的追随者,我也是为了这一探求而远涉重洋。
ἥκω σοι μυρία παθὼν ἐν τοῖς διὰ μέσου ἔθνεσιν, καὶ εἴ γε μὴ σοὶ ἐνέτυχον, ἔγνωστο ἤδη πρὶν ἥλιον δῦναι, ὀπίσω αὖθις ἐπὶ ναῦν κατιέναι· οὕτως ἐτεταράγμην ξένα καὶ ἄγνωστα πάντα ὁρῶν.
我在途中的诸族之间历尽千辛万苦来到这里,如果不是碰见你,在太阳下山之前,我就已经决定要退回到船上去了;看到一切都是如此陌生和未知,我刚才竟是这般惶恐。
ἀλλὰ πρὸς Ἀκινάκου καὶ Ζαμόλξιδος, τῶν πατρῴων ἡμῖν θεῶν, σύ με, ὦ Τόξαρι, παραλαβὼν ξενάγησον καὶ δεῖξον τὰ κάλλιστα τῶν Ἀθήνησιν, εἶτα καὶ τὰ ἐν τῇ ἄλλῃ Ἑλλάδι, νόμων τε τοὺς ἀρίστους καὶ ἀνδρῶν τοὺς βελτίστους καὶ ἤθη καὶ πανηγύρεις καὶ βίον αὐτῶν καὶ πολιτείαν, δι’ ἅπερ σύ τε κἀγὼ μετὰ σὲ τοσαύτην ὁδὸν ἥκομεν, καὶ μὴ περιίδῃς ἀθέατον αὐτῶν ἀναστρέψοντα.
但是,凭着我们祖先的神明阿金纳克斯和萨摩尔克西斯起誓,托克萨里斯啊,请你接待我、指引我,向我展示雅典最美的事物,接着是希腊其他地方的事物,以及最优秀的法律、最杰出的人士、他们的习俗、庆典、生活和政体,这正是你以及紧随你后的我跋涉如此遥远路途的目的;请不要让我连看都没看一眼就打道回府。
§5Τοῦτο μέν, ἔφη ὁ Τόξαρις, ἥκιστα ἐρωτικὸν εἴρηκας, ἐπὶ τὰς θύρας αὐτὰς ἐλθόντα οἴχεσθαι ἀπιόντα.
” “哎呀,”托克萨里斯说,“你这话可一点也不像个心怀热望的人会说的,既然已经来到了门槛前,却还要转身离去。
πλὴν ἀλλὰ θάρρει.
不过放心吧。
οὐ γὰρ ἄν, ὡς φής, ἀπέλθοις οὐδ’ ἂν ἀφείη σε ῥᾳδίως ἡ πόλις·
因为你不会像你说的那样离开,这座城市也不会轻易放你走。
οὐχ οὕτως ὀλίγα τὰ θέλγητρα ἔχει πρὸς τοὺς ξένους, ἀλλὰ μάλα ἐπιλήψεταί σου, ὡς μήτε γυναικὸς ἔτι μήτε παίδων, εἴ σοι ἤδη εἰσί, μεμνῆσθαι.
它对异乡人的吸引力绝非浅鲜,反而会深深吸引你,以至于让你不再想起妻子和孩子(如果已有的话)。
ὡς δ’ ἂν τάχιστα πᾶσαν ἴδοις τὴν πόλιν τὴν τῶν Ἀθηνῶν, μᾶλλον δὲ τὴν Ἑλλάδα ὅλην καὶ τὰ Ἑλλήνων καλά, ἐγὼ ὑποθήσομαί σοι.
至于如何能最快看清整个雅典城,乃至整个希腊和希腊人的美好事物,我会给你出个主意。
ἔστι σοφὸς ἀνὴρ ἐνταῦθα, ἐπιχώριος μέν, ἀποδημήσας δὲ μάλα πολλὰ ἔς τε Ἀσίαν καὶ ἐς Αἴγυπτον καὶ τοῖς ἀρίστοις τῶν ἀνθρώπων συγγενόμενος, τὰ ἄλλα οὐ τῶν πλουσίων, ἀλλὰ καὶ κομιδῇ πένης.
这里有一位智者,是本地人,但他曾广泛游历过亚洲和埃及,并与最优秀的人士结交,在其他方面他并不富有,甚至可以说是彻底的穷人。
ὄψει γέροντα οὕτω δημοτικῶς ἐσταλμένον.
你会看到一位衣着如此平民化的老人。
πλὴν διά γε τὴν σοφίαν καὶ τὴν ἄλλην ἀρετὴν πάνυ τιμῶσιν αὐτόν, ὥστε καὶ νομοθέτῃ χρῶνται πρὸς τὴν πολιτείαν καὶ ἀξιοῦσι κατὰ τὰ ἐκείνου προστάγματα βιοῦν.
然而,因着他的智慧和其他的德行,人们非常崇敬他,以至于甚至聘请他担任国家的立法者,并主张按照他的法令来生活。
εἰ τοῦτον φίλον κτήσαιο καὶ μάθοις οἷος ἀνήρ ἐστι, πᾶσαν νόμιζε τὴν Ἑλλάδα ἐν αὐτῷ ἔχειν καὶ τὸ κεφάλαιον ἤδη ἂν εἰδέναι τῶν τῇδε ἀγαθῶν· ὡς οὐκ ἔστιν ὅ τι ἂν μεῖζόν σοι καλὸν χαρίσασθαι δυναίμην ἢ συστήσας ἐκείνῳ.
如果你能结交此人做朋友,并了解他是怎样的一个人,你就当相信自己已在他身上拥有了整个希腊,并且已经掌握了这里一切美好事物的要旨;因为,除了把你引荐给他之外,我不可能再给予你任何更大、更美妙的恩惠了。
§6Μὴ τοίνυν μέλλωμεν, ἔφη, ὦ Τόξαρι, ὁ Ἀνάχαρσις, ἀλλά με λαβὼν ἄγε παρ' αὐτόν.
” “既然如此,托克萨里斯,那我们就不要耽搁了,”阿纳哈尔西斯说,“快带我去他那里吧。
ἀτὰρ ἐκεῖνο δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆταί σου τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν.
不过我担心一件事,怕他难以接近,把你在我们这件事上的引荐当成可有可无的闲事。
Εὐφήμει, ἦ δ’ ὅς, ἐκείνῳ τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν παρασχὼν τῆς ἐς ξένον ἄνδρα εὐποιίας.
”“别说这种不吉利的话! ”他说,“我想,由于为他提供了向异乡人行善的契机,我会让他感到无比高兴。
ἕπου μόνον· εἴσῃ γὰρ ὅση πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης.
只管跟着我来,你就会知道他对客神有多大的敬畏,以及他其他的公正与温厚。
μᾶλλον δὲ κατὰ δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν, ὁ ἐπὶ συννοίας, ὁ λαλῶν ἑαυτῷ.
甚至,真是天意,他自己正朝我们走过来呢,他正陷入沉思,自言自语呢。
καὶ ἅμα προσειπὼν τὸν Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον ἥκω ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον.
”与此同时,他向梭伦打招呼说:“梭伦啊,我带给你一份极大的礼物,一位渴望友谊的异乡人。 ”

词汇与语法注释

  1. 4ὥστε καὶ ἐγνῶσθαι ἄν σοι — 由表示结果的连词 ὥστε 引导的完成时被动不定词 ἐγνῶσθαι,并带有表示潜在可能性的虚词 ἄν。整体表示“(如果我出身显贵的话)甚至会为你所知”的潜在假设。与格的 σοι 是被动句式中的“施事者与格”。
  2. 4μὴ περιίδῃς ἀθέατον αὐτῶν ἀναστρέψοντα — 禁令虚拟语气(μὴ περιίδῃς)。动词 περιοράω(放任、见准)要求分词作其补足语,在此处修饰宾格分词 ἀναστρέψοντα(返回)。形容词 ἀθέατον 支配属格 αὐτῶν,表示“在未曾目睹它们(指希腊的法规制度等)的情况下”。
  3. 5ἂν εἰδέναι — 受命令法动词 νόμιζε(“应当相信/认为”)支配的宾格不定式从句。对应于希求法条件句(εἰ ... κτήσαιο καὶ μάθοις)的主句(潜在希求法),在间接引语中转化为不定式 + ἄν 的形式,意为“(如果你能与他建交,就应当认为)你将已经掌握了其要旨”。

引用这一段

琉善, 斯基泰人或执政官 §4-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg062.humanitext-grc3:4-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。