Humanitext Reader

琉善 · 斯基泰人或执政官 §10-11

市民对杰出父子的举荐与结交的益处

第 4 段,共 4 段 · 希腊语

内容简介

叙述者在到访的城市中寻找显赫的保护者,市民们向他推荐了当地杰出的父子俩,并向他说明与这对父子结交的巨大益处。

§10Οὕτω δὴ ἔχων ἐσκοπούμην ἤδη περὶ τῶν πρακτέων, καὶ τὸ μὲν δεῖξαι τῶν λόγων ὑμῖν πάλαι ἐδέδοκτο.
在这样的时候,我已经开始考虑该做些什么,而向你们展示我的演讲早就是决定好的了。
τίσι γὰρ ἂν ἄλλοις ἔδειξα σιωπῇ παροδεύσας τηλικαύτην πόλιν;
因为如果我默默地路过这样一座伟大的城市,我还能向其他什么人展示呢?
ἐζήτουν γάρ, οὐδὲ ἀποκρύψομαι τἀληθές, οἵτινες οἱ προὔχοντες εἶεν καὶ οἷς ἄν τις προσελθὼν καὶ ἐπιγραψάμενος προστάτας συναγωνισταῖς χρῷτο πρὸς τὰ ὅλα.
因为我正在寻找——我也不隐瞒真相——谁是这里的显贵,以及人们可以去亲近并登记为保护者、以便在大局上作为共同奋斗者来依靠的人。
ἐνταῦθά μοι οὐχ εἶς, ὥσπερ τῷ Ἀναχάρσιδι, καὶ οὗτος βάρβαρος, ὁ Τόξαρις, ἀλλὰ πολλοί, μᾶλλον δὲ πάντες τὰ αὐτὰ μόνον οὐ ταῖς αὐταῖς συλλαβαῖς ἔλεγον· ὦ ξένε, πολλοὶ μὲν καὶ ἄλλοι χρηστοὶ καὶ δεξιοὶ ἀνὰ τὴν πόλιν, καὶ οὐκ ἂν ἀλλαχόθι τοσούτους εὕροις ἄνδρας ἀγαθούς, δύο δὲ μάλιστά ἐστον ἡμῖν ἄνδρε ἀρίστω, γένει μὲν καὶ ἀξιώματι πολὺ προὔχοντε ἁπάντων, παιδείᾳ δὲ καὶ λόγων δυνάμει τῇ Ἀττικῇ δεκάδι παραβάλλοις ἄν.
那时对我来说,并不是像阿纳哈尔西斯那样只有托克萨里斯这一个(而且也是蛮族人的)向导,而是有许多人,甚至可以说是所有人,几乎用同样的词句对我说:「外邦的客人啊,城里固然还有许多其他善良而有能的人,在别处你也找不到这么多优秀的人,但我们有两位最出类拔萃的男子,他们在出身和声望上远超所有人,而在教养和阿提卡的雄辩才华上,你甚至可以将他们与阿提卡十大家相比。
ἡ δὲ παρὰ τοῦ δήμου εὔνοια πάνυ ἐρωτικὴ πρὸς αὐτούς, καὶ τουτὶ γίγνεται, ὅ τι ἂν οὗτοι ἐθέλωσιν.
民众对他们的好感完全是热烈的,只要他们愿意,任何事情都能办成。
ἐθέλουσι γὰρ ὅ τι ἂν ἄριστον ᾖ τῇ πόλει.
因为他们只愿对城市最好的事情。
τὴν μὲν γὰρ χρηστότητα καὶ τὴν πρὸς τοὺς ξένους φιλανθρωπίαν καὶ τὸ ἐν μεγέθει τοσούτῳ ἀνεπίφθονον καὶ τὸ μετ' εὐνοίας αἰδέσιμον καὶ τὸ πρᾷον καὶ τὸ εὐπρόσοδον αὐτὸς ἂν ἄλλοις διηγήσαιο πειραθεὶς μικρὸν ὕστερον.
至于他们的善良、对异乡人的友爱、在如此崇高的地位下却不招人嫉妒、伴随好意的庄重、温和以及平易近人,你稍后亲自体验之后,便能向他人讲述了。
§11Καὶ ὡς μᾶλλον θαυμάσῃς, μιᾶς καὶ τῆς αὐτῆς οἰκίας ἐστόν, υἱὸς καὶ πατήρ, ὁ μέν, εἴ τινα Σόλωνα ἢ Περικλέα ἢ Ἀριστείδην ἐπινοεῖς, ὁ δὲ υἱὸς καὶ ὀφθεὶς μὲν αὐτίκα ἐπάξεταί σε, οὕτω μέγας ἐστὶ καὶ καλὸς ἀρρενωπήν τινα τὴν εὐμορφίαν·
」「而且为了让你更加惊叹,他们属于同一个家族,是父子俩。 一方便是,如果你脑海中能浮现出梭伦、伯里克利或阿里斯泰德那样的人物,他就是那样的人;而那个儿子,仅仅是看他一眼就会立刻被他吸引,他是如此高大俊美,拥有一种男子气概的美。
εἰ δὲ καὶ φθέγξαιτο μόνον, οἰχήσεταί σε ἀπὸ τῶν ὤτων ἀναδησάμενος, τοσαύτην Ἀφροδίτην ἐπὶ τῇ γλώττῃ ὁ νεανίσκος ἔχει.
如果他甚至开口说话,他就会绑住你的耳朵把你带走,这位年轻人舌尖上有着如此多阿佛洛狄忒的魅力。
ἥ γέ τοι πόλις ἅπασα κεχηνότες αὐτοῦ ἀκούουσιν, ὁπόταν δημηγορήσων παρέλθῃ, ὁποῖόν φασι τοὺς τότε Ἀθηναίους πρὸς τὸν τοῦ Κλεινίου πεπονθέναι, παρ' ὅσον τοῖς μὲν οὐκ εἰς μακρὰν μετεμέλησε τοῦ ἔρωτος, ὃν ἠράσθησαν τοῦ Ἀλκιβιάδου, τοῦτον δὲ ἡ πόλις οὐ φιλεῖ μόνον, ἀλλὰ καὶ αἰδεῖσθαι ἤδη ἀξιοῖ, καὶ ὅλως ἒν τοῦτο ἡμῖν δημόσιον ἀγαθόν ἐστιν καὶ μέγα ὄφελος ἅπασιν, ἁνὴρ οὗτος.
事实上,每当他走上前准备发表公众演讲时,全城的人都会张大嘴巴倾听,正如人们所说,那时阿提卡人对克莱尼亚斯之子的感受一样。 不同的是,那些人没过多久就对他们对阿尔西比亚德斯所产生的热恋感到后悔,而这座城市不仅喜爱这个年轻人,而且已经认为他值得尊敬。 总而言之,这个男人是我们唯一的公共福祉,是对所有人而言的巨大恩惠。
εἰ δὴ αὐτός τε καὶ ὁ πατὴρ αὐτοῦ δέξαιντό σε καὶ φίλον ποιήσαιντο, πᾶσαν ἔχεις τὴν πόλιν, καὶ ἐπισεῖσαι χρὴ τὴν χεῖρα, τοῦτο μόνον, καὶ οὐκέτ' ἐνδοιάσιμα τὰ σά.
如果他和他父亲接纳你并视你为友,你便得到了整座城市,你只需要摇一摇手——仅此而已——你的前途就再无顾虑了。
ταῦτα νὴ τὸν Δί' ἅπαντες ἔλεγον (εἰ χρὴ καὶ ὅρκον ἐπάγειν τῷ λόγῳ), καί μοι ἤδη πειρωμένῳ τὸ πολλοστὸν τῶν προσόντων εἰρηκέναι ἔδοξαν.
」凭着宙斯起誓,所有人都是这么说的(如果必须在话语中加上誓言的话),而对于现在已经亲自体验过他们的我来说,我觉得他们说的还不及他们所拥有的美德的千万分之一。
“οὐχ ἕδρας τοίνυν οὐδ’ ἀμβολᾶς ἔργον,” ὡς ὁ Κεῖός φησιν, ἀλλὰ χρὴ πάντα μὲν κάλων κινεῖν, πάντα δὲ πράττειν καὶ λέγειν, ὡς φίλοι ἡμῖν τοιοῦτοι γένοιντο·
「因此,这绝非坐视或耽搁之时」,正如凯奥斯岛人所说,我们必须全力以赴,做尽、说尽一切,好让这样的人成为我们的朋友。
ἢν γὰρ τοῦτο ὑπάρξῃ, εὔδια πάντα καὶ πλοῦς οὔριος καὶ λειοκύμων ἡ θάλαττα καὶ ὁ λιμὴν πλησίον.
因为如果能实现这一点,一切都将风平浪静,顺风起航,海面波平如镜,港口就在眼前。

词汇与语法注释

  1. 10τὸ μὲν δεῖξαι τῶν λόγων — 名词化动词不定式短语 `τὸ δεῖξαι` 作主语,属格 `τῶν λόγων` 是其宾格性属格。尽管没有与 `μὲν` 直接对应的明确的 `δέ` 从句,但随后引入的 `ἐζήτουν γάρ`(因为我正在寻找)在语义上形成了对比。
  2. 10ἔδειξα — 过去时直说法语动词与助词 `ἄν` 连用,表示与过去事实相反的虚拟语气(反事实条件)或过去的可能性与不可能性:「如果我保持沉默路过,我还能向谁展示呢?(显然不能)。」
  3. 10εἶεν — 由于主句动词 `ἐζήτουν` 是过去时(未完成过去时),间接疑问从句中的动词采用了斜格希求法(optative of indirect question),用以表示从过去的视角来看当时的现状。
  4. 10χρῷτο — 关系从句中带 `ἄν` 的希求法(潜在希求法),表示一般的可能性(「人们可以利用的人」)。`προστάτας`(保护者)和 `συναγωνισταῖς`(同盟者)均作为受 `χράομαι` 支配的与格关系代词 `οἷς` 的谓语性与格补足语。
  5. 11ὁ μέν — 在对比句 `ὁ μέν... ὁ δὲ υἱός` 中,`ὁ μέν` 分句省略了主动词。在语义上,需要补出「(父亲)就是这样的人(`ἐστίν`)」来完整表达「若你想到梭伦等人,他便是那般人物」。
  6. 11πόλις ἅπασα κεχηνότες αὐτοῦ ἀκούουσιν — 虽然语法主语是单数集合名词 `πόλις ἅπασα`,但分词 `κεχηνότες` 和动词 `ἀκούουσιν` 均采用复数形式,与名词所暗示的复数个体相一致,属于“意义一致”(constructio ad sensum)的用法。
  7. 11οὐχ ἕδρας τοίνυν οὐδ’ ἀμβολᾶς ἔργον — 引用自抒情诗人西莫尼德斯的诗句。名词 `ἔργον` 连同属格(`ἕδρας`, `ἀμβολᾶς`)表示「[不是]……的时候/事情」,省略了系词 `ἐστίν`。

引用这一段

琉善, 斯基泰人或执政官 §10-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg062.humanitext-grc3:10-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。