Humanitext Reader

琉善 · 为《论豪门受雇者》辩护 §8-11

驳斥轻率辩解与辨析皇帝公职的性质

第 3 段,共 4 段 · 希腊语

内容简介

作者列举了针对指控可能做出的各种辩解,如归咎于命运、奉承或诉诸贫困,但随后将这些全部予以否认。接着,他通过论证依附于富人的私下奴役与为公众服务、领皇帝薪俸的公职之间有着根本的区别,从而为自己的立场进行了辩护。

§8Ταῦτα μὲν καὶ τὰ τοιαῦτα πολλὰ ἕτερα εἴποι τις ἂν οἷος σὺ κατηγορῶν ἐν οὕτως ἀμφιλαφεῖ τῇ ὑποθέσει καὶ μυρίας τὰς ἀφορμὰς παρεχομένῃ.
这些以及许多其他类似的话,像你这样的控诉者,在这样一个如此宽广、提供了无数契机的题材中,或许都能说得出来。
ἐγὼ δὲ ἤδη σκοπῶ ἥντινα καὶ τράπωμαι πρὸς τὴν ἀπολογίαν.
而我现在已经在考虑,究竟该转向怎样的辩解。
ἆρά μοι κράτιστον, ἐθελοκακήσαντα καὶ τὰ νῶτα ἐπιστρέψαντα καὶ ἀδικεῖν οὐκ ἀρνούμενον ἐπὶ τὴν κοινὴν ἐκείνην ἀπολογίαν καταφυγεῖν,—λέγω δὲ τὴν Τύχην καὶ Μοῖραν καὶ Εἱμαρμένην—καὶ παραιτεῖσθαι συγγνώμην ἔχειν μοι τοὺς ἐπιτιμῶντας εἰδότας ὡς οὐδενὸς ἡμεῖς κύριοι, ἀλλ’ ὑπό τινος κρείττονος, μᾶλλον δὲ μιᾶς τῶν προειρημένων ἀγόμεθα οὐχ ἑκόντες, ἀλλ’ ἀναίτιοι παντάπασιν ὄντες ὧν ἂν λέγωμεν ἢ ποιωμεν;
难道对我来说最好的做法是:甘愿认输、转身逃跑、不否认自己的过错,转而求助于那种通俗的辩解——我是指运气、命运和劫数——并请求那些谴责我的人原谅我,因为他们知道我们无法主宰任何事,而是违心地被某种更强大的力量、或者更确切地说是被上述力量之一所驱使,对于我们所说或所做的一切完全免责?
ἢ τοῦτο μὲν κομιδῇ ἰδιωτικόν, καὶ οὐδ’ ἂν σύ με, ὦ φιλότης, ἀνάσχοιο τοιαύτην ἀπολογίαν προϊσχόμενον καὶ συνήγορον τὸν Ὅμηρον παραλαμβάνοντα καὶ τὰ ἐκείνου ἔπη ῥαψῳδοῦντα, " Μοῖραν δ’ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν " καὶ τὸ " γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ. "
抑或这完全是外行人的做法,而你,我的朋友,甚至也不会容忍我提出这样的辩护,并把荷马拉来作我的辩护人,吟诵他的诗句:“因为我说明运是任何人也逃脱不掉的,”以及:“当他的母亲生他时,(命运)就在纺成的线中为他织定了。
§9Εἰ δὲ τοῦτον ἀφεὶς τὸν λόγον ὡς οὐ πάνυ ἀξιόπιστον ἐκεῖνο λέγοιμι, μήτε ὑπὸ χρημάτων μήτε ὑπ' ἄλλης τινὸς ἐλπίδος τοιαύτης δελεασθεὶς ὑποστῆναι τὴν παροῦσαν συνουσίαν, ἀλλὰ τὴν σύνεσιν καὶ ἀνδρείαν καὶ μεγαλόνοιαν τοῦ ἀνδρὸς θαυμάσας ἐθελῆσαι κοινωνῆσαι πράξεων τῷ τοιούτῳ, δέδοικα μὴ πρὸς τῇ ἐπιφερομένῃ κατηγορίᾳ κολακείας αἰτίαν προσλαβὼν κᾆτα εὑρίσκωμαι ἥλῳ, φασίν, ἐκκρούων τὸν ἧλον, καὶ μείζονί γε τὸν σμικρότερον, ὅσῳ κολακεία τῶν ἄλλων ἁπάντων κακῶν τὸ δουλοπρεπέστατον εἶναι—καὶ ταύτῃ χείριστον—νενόμισται.
” 如果我放弃这一并不可信的论点,而说出以下的话:我并非被金钱或任何其他此类期望所诱惑才接受了目前的交往,而是因为钦佩那个人的智慧、勇气和宽宏器识,才渴望与这样的人共事——我担心,在面对原有的指控之余,我又会加上奉承的罪名,从而被人发现,正所谓“用钉子拔出钉子”,而且是用更大的钉子去拔较小的钉子,因为奉承在所有其他恶行中被认为是最具奴性的——因此也是最恶劣的。
§10Τί οὖν ἄλλο, εἰ μήτε ταῦτα μήτε ἐκεῖνα λέγειν δοκεῖ, ὑπόλοιπόν ἐστιν ἢ ὁμολογεῖν μηδὲ ἓν ὑγιὲς εἰπεῖν ἔχειν;
既然这些和那些话似乎都不该说,那么除了承认自己连一句站得住脚的辩解都说不出之外,还剩下什么呢?
μία μοι ἴσως ἐκείνη ἄγκυρα ἔτι ἄβροχος, ὀδύρεσθαι τὸ γῆρας καὶ τὴν νόσον καὶ μετὰ τούτων τὴν πενίαν πάντα ποιεῖν καὶ πάσχειν ἀναπείθουσαν ὡς ἐκφύγοι τις αὐτήν.
也许对我来说,还有那唯一一具尚未被打湿的锚,那就是哀叹老年、疾病,以及伴随而来的贫困,因为贫困会说服人去做出和忍受一切,只为了能逃避它。
καὶ ἐν τῷ τοιούτῳ οὐκ ἄκαιρον ἴσως καὶ τὴν τοῦ Εὐριπίδου Μήδειαν παρακαλέσαι παρελθοῦσαν εἰπεῖν ὑπὲρ ἐμοῦ ἐκεῖνα τὰ ἰαμβεῖα μικρὸν αὐτὰ παρῳδήσασαν· " καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, πενία δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων.
在这种情况下,请欧里庇得斯的美狄亚登场,为我稍微改编一下那几句雅姆比克诗句,或许也是合时宜的:“我固然知道我将要做出怎样的恶事,但贫困比我的决意更加强大。
" τὸ μὲν γὰρ τοῦ Θεόγνιδος κἂν ἐγὼ μὴ λέγω, τίς οὐκ οἶδεν, οὐκ ἀπαξιοῦντος καὶ ἐς βαθυκήτεα πόντον σφᾶς αὐτοὺς ῥιπτεῖν καὶ κατὰ κρημνῶν ἠλιβάτων, εἴ γε μέλλει τις οὕτως ἀποδράσεσθαι τὴν πενίαν;
”至于塞奥格尼斯的那段话,就算我不说,又有谁不知道呢? 他说如果能够以此逃避贫困,人甚至不该拒绝将自己投身于深邃的大海,或是从陡峭的悬崖上跳下去。
§11Ταῦτα μὲν εἶναι δοκεῖ ἅ τις ἂν ὡς ἐν τοιούτῳ ἀπολογήσασθαι ἔχοι, οὐ πάνυ εὐπρόσωπον ἕκαστον αὐτῶν.
这些似乎就是人在这种境遇下所能做出的辩解,但其中任何一条都并非十分体面。
σὺ δέ μοι θάρρει, ὦ ἑταῖρε, ὡς οὐδενὶ τούτων ἐμοῦ χρησομένου.
不过,我的朋友,你大可放心,因为我一条也不会用。
μὴ γὰρ τοσοῦτός ποτε λιμὸς καταλάβοι τὸ Ἄργος ὡς τὴν Κυλλάραβιν σπείρειν ἐπιχειρεῖν· οὐδ’ ἡμεῖς οὕτω πένητες εὐλόγου ἀπολογίας ὡς ὑπὸ ἀπορίας τὰ τοιαῦτα κρησφύγετα πρὸς τὴν κατηγορίαν ζητεῖν.
但愿阿尔戈斯永远不要遭受如此严重的饥荒,以至于企图去耕种基拉拉比斯体育场;而我们也不至于穷尽合理辩解,以至于因无路可走而寻找此类避难所来应付指控。
ἀλλά μοι ἐκεῖνο ἐννόησον, ὡς πάμπολυ διαφέρει, ἐς οἰκίαν τινὸς πλουσίου ὑπόμισθον παρελθόντα δουλεύειν καὶ ἀνέχεσθαι ὅσα μοί φησιν τὸ βιβλίον, ἢ δημοσίᾳ πράττοντά τι τῶν κοινῶν καὶ ἐς δύναμιν πολιτευόμενον ἐπὶ τούτῳ παρὰ βασιλέως μισθοφορεῖν.
但请为我思考这一点,即:进入某个富人家中作为雇工而屈从,并忍受我的那本书中所说的一切,与以公职身份处理公共事务、并尽己所能参与政治、为此从皇帝那里领取薪俸,这两者之间有着天壤之别。
διελθὼν δὴ καὶ ἰδίᾳ καταθεὶς ἑκάτερον σκόπει· εὑρήσεις γὰρ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν τὸ πρᾶγμα, καὶ τοσοῦτον ἐοικότας ἀλλήλοις τοὺς βίους, ὅσον μόλυβδος ἀργύρῳ καὶ χαλκὸς χρυσῷ καὶ ἀνεμώνη ῥόδῳ καὶ ἀνθρώπῳ πίθηκος.
你且将两者区分开来,分别审视:你就会发现,正如音乐家们所说,这两者相差“两个八度”,而这两种生活彼此相似的程度,仅相当于铅之于银、铜之于金、银莲花之于玫瑰、猴子之于人。
μισθὸς μὲν γὰρ κἀκεῖ κἀνταῦθα καὶ τὸ ὑπ' ἄλλῳ τάττεσθαι, τὸ δὲ πρᾶγμα παμπόλλην ἔχει τὴν διαφωνίαν.
因为虽然在这两种情况下都有薪水,且都要听命于他人,但事情的性质本身却有着极大的不和谐。
ἐκεῖ μὲν γὰρ δουλεία σαφὴς καὶ οὐ πολὺ τῶν ἀργυρωνήτων καὶ οἰκοτρίβων διαφέρουσιν οἱ ἐπὶ τῷ τοιούτῳ εἰσιόντες, οἱ δὲ τὰ κοινὰ διὰ χειρὸς ἔχοντες καὶ πόλεσι καὶ ἔθνεσιν ὅλοις σφᾶς αὐτοὺς χρησίμους παρέχοντες οὐκ ἂν εἰκότως ἐκ μόνου τοῦ μισθοῦ διαβάλλοιντο καὶ ἐς ὁμοιότητα καὶ κοινωνίαν τῆς κατηγορίας καθέλκοιντο·
因为在前者那里,是显而易见的奴役,投身于此的人与花钱买来的奴隶或家生奴隶没有什么分别;而那些手握公权、使自己对城市和整个民族都有用的人,不该仅仅因为领取报酬就合理地受到诽谤,并被拉入与前者相同且共担罪名的指控之中。
ἐπεὶ οὐκ ἂν φθάνοι τις ἁπάσας ἀναιρῶν τὰς τοιαύτας προστασίας, καὶ οὔτε οἱ τοσαῦτα ἔθνη ἐπιτροπεύοντες οὔθ' οἱ τὰς πόλεις ἁρμόττοντες οὔθ' οἱ τὰς φάλαγγας ἢ στρατόπεδα ὅλα ἐγχειριζόμενοι ὀρθῶς ποιήσουσιν ἐπεὶ καὶ μισθὸς αὐτῶν τῷ ἔργῳ πρόσεστιν.
否则,人们紧接着就不得不废除所有此类领导职务,那么无论是管理这么多民族的人,还是整顿城市秩序的人,还是被委以方阵或整个军队重任的人,都将无法正确行事,因为他们的工作也伴随着报酬。
ἀλλ’ οὐκ ἀφ' ἑνός, οἶμαι, χρὴ ἀνατρέπειν τὰ πάντα οὐδ’ ἰσοτιμίαν τῶν μισθοφορούντων καθιστάναι.
但是,我认为,我们不应该仅仅根据一个共同点就颠覆一切,也不应该在所有领取报酬的人之间建立等同的关系。

词汇与语法注释

  1. §8ἥντινα καὶ τράπωμαι — 在间接疑问从句中,由于主句动词(σκοπῶ)为现在时,直接疑问句中的“考虑虚拟语气(deliberative subjunctive)”被直接保留为虚拟语气(τράπωμαι)。
  2. §9δέδοικα μὴ ... εὑρίσκωμαι — 引导在表示担忧的动词 δέδοικα 之后的 μὴ 从句。使用现在时虚拟语气(εὑρίσκωμαι)来表达对现在或未来的担忧。
  3. §10ὀδύρεσθαι — 不定式 ὀδύρεσθαι 作为同位语(解释性)不定式,具体说明了作为句中主语要素的名词 ἄγκυρα(锚)的内容。
  4. §11καταλάβοι — 与否定小词 μὴ 连用的现在时祈愿语气(καταλάβοι),表示不希望发生或想要回避的强烈愿望(“愿……绝不发生”)。
  5. §11οὐκ ἂν φθάνοι τις ἁπάσας ἀναιρῶν — οὐκ 连用 ἂν φθάνοιμι 与分词的惯用表达,意为“会立刻做某事”或“做某事再快也不为过”。此处表示推论:“否则,人们立刻就不得不废除所有此类官职。”

引用这一段

琉善, 为《论豪门受雇者》辩护 §8-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg059.humanitext-grc3:8-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。