Humanitext Reader

琉善 · 为《论豪门受雇者》辩护 §4-7

借助诸多事例对言行不一的指责

第 2 段,共 4 段 · 希腊语

内容简介

萨比努斯虚构的指责仍在继续。他通过萨莱索斯的典故、悲剧演员的幕后真相、克利奥帕特拉的宠物猴寓言、艾斯奇奈斯的伪善以及卖咳药者的例子,辛辣地揭露了作者如今的生活与其言论之间的严重不符。

§4οὐκ ἀπεικότα γ' οὖν λέγοιεν ἄν, εἰ λέγοιεν ἤτοι ἄλλου του γενναίου ἀνδρὸς εἶναι τὸ βιβλίον καὶ σὲ τὸν κολοιὸν ἀλλοτρίοις πτεροῖς ἀγάλλεσθαι·
因此,如果他们说这部著作其实是属于其他某个优秀人物,而你只是像寒鸦一样用别人的羽毛来装扮自己;或者,如果这书确实是你的,你所做的也正像那个萨莱索斯一样,那么他们所说的并非没有道理。
ἢ εἴπερ σόν ἐστιν, ὅμοιά σε τῷ Σαλαίθῳ ποιεῖν, ὃς πικρότατον κατὰ μοιχῶν θεὶς τοῖς Κροτωνιάταις νόμον καὶ θαυμαζόμενος ἐπ' αὐτῷ μετὰ μικρὸν αὐτὸς ἑάλω μοιχεύων τοῦ ἀδελφοῦ τὴν γυναῖκα.
萨莱索斯为克罗顿人制定了针对通奸者最严厉的法律,并因此受到赞赏,但不久之后他自己却因与兄弟的妻子通奸而被捕。
περὶ πόδα τοίνυν καὶ σὲ τὸν Σάλαιθον ἐκεῖνον εἶναι φαίη τις ἄν· μᾶλλον δὲ πολὺ μετριώτερος ἐκεῖνος, ἔρωτι μὲν ἁλούς, ὡς ἔφασκεν ἀπολογούμενος, ἑκὼν δὲ μάλα εὐψύχως ἐς τὸ πῦρ ἁλλόμενος, καίτοι ἐλεούντων αὐτὸν ἤδη Κροτωνιατῶν καὶ ἐνδιδόντων φυγεῖν, εἰ βούλοιτο.
因此,有人可能会说你正是那个萨莱索斯;或者说,他其实要温和得多,因为正如他在辩护中所说,他是被爱情所俘获,并且在克罗顿人已经怜悯他并允许他逃跑(如果他愿意的话)的情况下,他依然极其勇敢地自愿跳入火中。
τὸ δὲ σὸν οὐ παρὰ μικρὸν ἀτοπώτερον, ἀκριβοῦντος μὲν ἐν τοῖς λόγοις τὴν τοῦ τοιούτου βίου δουλοπρέπειαν καὶ κατηγοροῦντος εἴ τις εἰς πλουσίου τινὸς ἐμπεσὼν καὶ καθείρξας ἑαυτὸν ἀνέχοιτο μυρία τὰ δυσχερῆ πάσχων καὶ ποιῶν, ἐν γήρᾳ δὲ ὑστάτῳ καὶ σχεδὸν ἤδη ὑπὲρ τὸν οὐδὸν οὕτως ἀγεννῆ λατρείαν ἐπανῃρημένου καὶ μονονουχὶ καὶ ἐμπομπεύοντος αὐτῇ.
然而,你的情况却远比这更奇怪,因为你在文章中严厉地指出这种生活的奴性,并谴责任何落入富人家中将自己禁锢起来、忍受并做出无数令人不快之事的人,而你自己却在极度年迈、几乎已经跨过生命门槛的时候,承担了如此卑微的侍奉,甚至几乎在以此炫耀。
ὅσῳ γοῦν πᾶσιν ἐπισημότερος εἶναι δοκεῖς, τοσούτῳ καταγελαστότερος ἂν δόξειας εἶναι ἀντιφωνοῦντος τοῦ νῦν βίου τῷ βιβλίῳ.
因此,你在众人眼中越是著名,你就越显得荒谬,因为你现在的实际生活与你的著作完全背道而驰。
§5Καίτοι τί δεῖ καινὴν ἐπὶ σὲ κατηγορίαν ζητεῖν μετὰ τὴν θαυμαστὴν τραγῳδίαν λέγουσαν " μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός;
然而,既然那部美妙的悲剧已经说过: “我憎恨一个不为自己聪明的智者,” 又何必非要寻找对你的新控告呢?
" οὐκ ἀπορήσουσι δὲ οἱ κατηγοροῦντες καὶ ἄλλων παραδειγμάτων ἐπί σε, ἀλλ’ οἱ μὲν τοῖς τραγικοῖς ὑποκριταῖς εἰκάσουσιν, οἳ ἐπὶ μὲν τῆς σκηνῆς Ἀγαμέμνων ἕκαστος αὐτῶν ἢ Κρέων ἢ αὐτὸς Ἡρακλῆς εἰσιν, ἔξω δὲ Πῶλος ἢ Ἀριστόδημος ἀποθέμενοι τὰ προσωπεῖα γίγνονται ὑπόμισθοι τραγῳδοῦντες, ἐκπίπτοντες καὶ συριττόμενοι, ἐνίοτε δὲ καὶ μαστιγούμενοί τινες αὐτῶν, ὡς ἂν τῷ θεάτρῳ δοκῇ.
控告你的人也绝不会缺乏针对你的其他例子,有些人会把你比作悲剧演员,他们在舞台上每个人都是阿伽门农、克瑞翁或赫拉克勒斯本人,但在舞台之外,他们脱下假面,就成了波洛斯或阿里斯托德摩斯,为了雇佣而演戏,被赶出舞台并遭到嘘声,有时他们中的一些人甚至还要根据剧场的意愿挨鞭子。
ἄλλοι δὲ τὸ τοῦ πιθήκου πεπονθέναι σε φήσουσιν ὃν Κλεοπάτρᾳ τῇ πάνυ φασὶ γενέσθαι·
另一些人则会说,你遭遇了那个据说属于著名的克利奥帕特拉的猴子一样的命运。
ἐκεῖνον γὰρ διδαχθέντα τέως μὲν ὀρχεῖσθαι πάνυ κοσμίως καὶ ἐμμελῶς καὶ ἐπὶ πολὺ θαυμάζεσθαι μένοντα ἐν τῷ σχήματι καὶ τὸ πρέπον φυλάττοντα καὶ τοῖς ᾄδουσι καὶ αὐλοῦσι συγκινούμενον ὑμέναιον, ἐπεὶ δὲ εἶδεν ἰσχάδα οἶμαι ἢ ἀμύγδαλον πόρρω κειμένην, μακρὰ χαίρειν φράσαντα τοῖς αὐλοῖς καὶ ῥυθμοῖς καὶ ὀρχήμασι συναρπάσαντα κατατρώγειν, ἀπορρίψαντα, μᾶλλον δὲ συντρίψαντα τὸ πρόσωπον.
那只猴子曾被教导在一段时间内非常端庄优雅地跳舞,并因保持姿态、谨守礼仪、配合着唱起和吹起婚礼歌的人们一起舞动而大受赞赏。 但我想,当它看到远处放着的一颗干无花果或一颗杏仁时,它就向笛声、节奏和舞蹈远远地告别,一把抢过并吞食起来,扔掉、甚至说是摔碎了它的面具。
§6καὶ σὺ τοίνυν, φαῖεν ἄν, οὐχ ὑποκριτής, ἀλλὰ ποιητὴς τῶν καλλίστων καὶ νομοθέτης γενόμενος ὑπὸ ἰσχάδος ταυτησὶ παραφανείσης ἠλέγχθης πίθηκος ὢν καὶ ἀπ' ἄκρου χείλους φιλοσοφῶν καὶ ἕτερα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων·
因此,他们会说,你也不再是一个演员,而是成了最美丽事物的诗人和立法者,却因为这颗出现的干无花果而被证实是一只猴子,你的哲学只挂在嘴唇边上,心里藏着一套,嘴上说的却是另一套。
ὡς εἰκότως ἄν τινα ἐπὶ σοῦ εἰπεῖν ὅτι ἃ λέγεις καὶ ἐφ' οἷς ἐπαινεῖσθαι ἀξιοῖς, χείλεα μέν σου ἐδίηνεν, ὑπερῴην δὲ αὐχμῶσαν καταλέλοιπεν.
所以,有人针对你这样说也是理所当然的:“你所说的话,以及你认为自己配受赞扬的那些道理,不过是润湿了你的嘴唇,却让你的喉咙保持着干渴。
τοιγαροῦν παρὰ πόδας εὐθὺς ἔτισας δίκην, προπετῶς μὲν θρασυνάμενος πρὸς τὰς ἀνθρώπων χρείας, μετὰ μικρὸν δὲ μονονουχὶ ὑπὸ κήρυξιν ἐξομοσάμενος τὴν ἐλευθερίαν.
”因此,你立刻当场付出了代价,你轻率地对人类的处境表现得傲慢不逊,不久之后却几乎是在传令官的宣告下发誓放弃了自由。
καὶ ἐῴκει ἡ Ἀδράστεια τότε κατόπιν ἐφεστῶσά σοι εὐδοκιμοῦντι ἐφ' οἷς κατηγόρεις τῶν ἄλλων, καταγελᾶν ὡς ἂν θεὸς εἰδυῖα τὴν μέλλουσάν σοι ἐς τὰ ὅμοια μεταβολὴν καὶ ὅτι οὐκ εἰς τὸν κόλπον πτύσας πρότερον ἠξίους κατηγορεῖν τῶν διὰ ποικίλας τινὰς τύχας τοιαῦτα πράττειν ὑπομενόντων.
而复仇女神阿德拉斯泰亚当时似乎正站在因谴责他人而享有盛名的你的身后,作为神明,她看穿了你未来也会转变为相同境遇的命运,并嘲笑你居然没有先往自己的胸口吐唾沫,就自以为有权去谴责那些因为各种命运不济而忍受这种生活的人。
§7εἰ γοῦν ὑποθοῖτό τις τῷ λόγῳ τὸν Αἰσχίνην μετὰ τὴν κατὰ τοῦ Τιμάρχου κατηγορίαν αὐτὸν ἁλῶναι καὶ φωραθῆναι τὰ ὅμοια πάσχοντα, πόσον ἂν οἴει παρὰ τῶν ὁρώντων γενέσθαι τὸν γέλωτα, εἰ Τίμαρχον μὲν ηὔθυνεν ἐπὶ τοῖς καθ' ὥραν ἡμαρτημένοις, αὐτὸς δὲ γέρων ἤδη τοιαῦτα εἰς ἑαυτὸν παρενόμει;
试想,如果有人为了论证而假设,艾斯奇奈斯在控告提马科斯之后,自己也被当场抓住并被揭发有同样的行径,你认为旁观者会发出多大的笑声呢? 如果他因提马科斯年轻时的过错而对他进行清算,而他自己已经是个老人,却对自己做出如此违法的丑行?
τὸ δ’ ὅλον ἐκείνῳ τῷ φαρμακοπώλῃ ἔοικας ὃς ἀποκηρύττων βηχὸς φάρμακον καὶ αὐτίκα καταπαύσειν τοὺς πάσχοντας ὑπισχνούμενος αὐτὸς μεταξὺ σπώμενος ὑπὸ βηχὸς ἐφαίνετο.
总之,你就像那个药贩子一样,他大声叫卖治咳嗽的药,并承诺能让患者立刻止咳,而他自己却在叫卖的同时被咳嗽震得浑身发抖。

词汇与语法注释

  1. p.v.6.p.198ἀκριβοῦντος ... ἐπανῃρημένου — 属格绝对结构(genitive absolute)。此处分词包括前半部分的现在活动分词 `ἀκριβοῦντος` 和后半部分的中动完成分词 `ἐπανῃρημένου`,它们均采用属格,修饰省略的代词 `σοῦ`(“你”),用以对比地描绘出主语言行不一的状态。
  2. §5ὡς ἂν τῷ θεάτρῳ δοκῇ — 连词 `ὡς` 连用助词 `ἄν` 以及虚拟语气 `δοκῇ`,构成表示普遍条件或不确定状态的状语从句,意为“无论剧场(观众)意愿如何/随剧场的意愿”。
  3. §6ὡς εἰκότως ἄν τινα ἐπὶ σοῦ εἰπεῖν — 此处采用 `ὡς` 连用不定式 `εἰπεῖν` 并带有 `ἄν` 的结构,作为独立的后果从句发挥作用,用以引出从前文合乎逻辑地推导出的自然结果或结论。
  4. §6οὐκ εἰς τὸν κόλπον πτύσας — 该表达源自古希腊向自己怀中(胸口)吐唾沫的习俗。这是一种旨在驱邪避灾、防止神明报应(Nemesis)或因傲慢(hubris)而受罚的仪式。此处讽刺了主语在轻率批评他人之前缺乏自省。

引用这一段

琉善, 为《论豪门受雇者》辩护 §4-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg059.humanitext-grc3:4-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。