Humanitext Reader

琉善 · 为《论豪门受雇者》辩护 §12-15

埃及公职的重要性与辩词的结语

第 4 段,共 4 段 · 希腊语

内容简介

路基亚诺斯阐明了他在埃及所任公职的重要性质,以区别于私人家中的奴役地位,并指出包括皇帝在内的一切社会服务者皆有其报酬。他回顾了自己过去作为哲人的声望,在承认自己只是普通知识人而非完美智者的同时,自信地结束了对朋友偏见的抗辩。

§12Τὸ δὲ ὅλον οὐ τοὺς μισθαρνοῦντας ἅπαντας ἐγὼ φαύλῳ βίῳ συνεῖναι ἔφασκον, ἀλλὰ τοὺς ἐν ταῖς οἰκίαις ἐπὶ προφάσει παιδεύσεως δουλεύοντας ᾤκτειρον.
总而言之,我并非说所有领取报酬的人都过着卑劣的生活,我只是怜悯那些在私人家中以教学为借口而屈从为奴的人。
τουτὶ δέ, ὦ ἑταῖρε, τὸ ἡμέτερον πρᾶγμα παντάπασιν ἑτεροῖόν ἐστιν, εἴ γε τὰ μὲν οἴκοι ἰσότιμα ἡμῖν, δημοσίᾳ δὲ τῆς μεγίστης ἀρχῆς κοινωνοῦμεν καὶ τὸ μέρος συνδιαπράττομεν.
但是,我的朋友,我们的情况完全不同,因为在私人领域我们与他们平等,但在公职上我们分享着最大的权力,并共同参与管理。
ἔγωγ' οὖν, εἰ σκέψαιο, δόξαιμ' ἄν σοι οὐ τὸ σμικρότατον τῆς Αἰγυπτίας ταύτης ἀρχῆς ἐγκεχειρίσθαι, τὰς δίκας εἰσάγειν καὶ τάξιν αὐταῖς τὴν προσήκουσαν ἐπιτιθέναι καὶ τῶν πραττομένων καὶ λεγομένων ἁπαξαπάντων ὑπομνήματα γράφεσθαι καὶ τάς τε ῥητορείας τῶν δικαιολογούντων ῥυθμίζειν καὶ τὰς τοῦ ἄρχοντος γνώσεις πρὸς τὸ σαφέστατον ἅμα καὶ ἀκριβέστατον σὺν πίστει τῇ μεγίστῃ διαφυλάττειν καὶ παραδιδόναι δημοσίᾳ πρὸς τὸν ἀεὶ χρόνον ἀποκεισομένας, καὶ ὁ μισθὸς οὐκ ἰδιωτικός, ἀλλὰ παρὰ τοῦ βασιλέως, οὐ σμικρὸς οὐδὲ οὗτος, ἀλλὰ πολυτάλαντος· καὶ τὰ μετὰ ταῦτα δὲ οὐ φαῦλαι ἐλπίδες, εἰ τὰ εἰκότα γίγνοιτο, ἀλλὰ ἔθνος ἐπιτραπῆναι ἤ τινας ἄλλας πράξεις βασιλικάς.
因此,如果你仔细审视,我似乎被委任了这一埃及行省官职中绝非最微不足道的一部分,即:受理诉讼,并为它们安排适当的程序,记录所有一言一行的备忘录,规范诉讼当事者的辩才,并以极大的忠诚保存长官的判决,使其既最清晰又最精确,并将其递交,作为公文永久保存;而其薪俸并非私人的,而是来自皇帝,这薪俸也绝非微薄,而是价值许多塔兰同;至于此后的前景,如果一切顺理成章,也绝非微不足道的希冀,而是被委以治理一个民族或承担其他皇帝的政务。
§13Ἐθέλω γοῦν ἐκ περιττοῦ χρησάμενος τῇ παρρησίᾳ καὶ ὁμόσε χωρήσας τῷ ἐπιφερομένῳ ἐγκλήματι καθ' ὑπερβολὴν ἀπολογήσασθαι, καὶ δὴ φημί σοι μηδένα μηδὲν ἀμισθὶ ποιεῖν, οὐδ’ ἂν τοὺς τὰ μέγιστα πράττοντας εἴπῃς, ὅπου μηδὲ βασιλεὺς αὐτὸς ἄμισθός ἐστιν.
无论如何,我希望通过过度直言,并正面迎击指向我的指控,做出充分的辩护,而且我确实要对叙说,没有任何人无酬劳地做任何事,即便你提及那些从事最伟大事业的人,因为甚至皇帝本人也并非没有报酬。
οὐ φόρους λέγω οὐδὲ δασμούς, ὁπόσοι παρὰ τῶν ἀρχομένων ἐπέτειοι φοιτῶσιν, ἀλλ’ ἔστι βασιλεῖ μισθὸς μέγιστος ἔπαινοι καὶ ἡ παρὰ πᾶσιν εὔκλεια καὶ τὸ ἐπὶ ταῖς εὐεργεσίαις προσκυνεῖσθαι, καὶ εἰκόνες δὲ καὶ νεῲ καὶ τεμένη, ὁπόσα παρὰ τῶν ἀρχομένων ἔχουσι, μισθοὶ καὶ ταῦτά εἰσιν ὑπὲρ τῶν φροντίδων καὶ προνοίας, ἣν ἐκφέρονται προσκοποῦντες ἀεὶ τὰ κοινὰ καὶ βελτίω ποιοῦντες.
我所s说的并非税收或贡赋,即那些每年从被统治者那里征收来的款项,而是,皇帝最大的报酬是赞美、众人的称誉以及因其恩惠而受到的崇敬;而他们从被统治者那里获得的雕像、神殿和圣地,这些同样也是对他们始终关注公共事务并使之改善所付出的操劳和远见的报酬。
ὡς δὴ μικρὰ μεγάλοις εἰκάζειν, ἢν ἐθέλῃς ἀρξάμενος ἀπὸ τῆς τοῦ σωροῦ κορυφῆς ἐφ' ἕκαστον τούτων ἀφ' ὧν σύγκειται καταβαίνειν, ὄψει ὅτι μεγέθει καὶ σμικρότητι διαλλάττομεν τῶν ἀκροτάτων, τὰ δ’ ἄλλα μισθοφόροι ὁμοίως ἅπαντες.
正如以小拟大,如果你愿意,从这堆事物的顶端开始,逐一向下审视组成它的各个部分,你就会发现我们与最高层者的区别仅在于伟大与渺小,而在其他方面,大家同样都是领取报酬的人。
§14Εἰ μὲν οὖν τοῦτον ἐτεθείκειν τὸν νόμον μηδένα μηδὲν πράττειν, ἔνοχος ἂν εἰκότως ἐδόκουν τῇ παρανομίᾳ, εἰ δὲ τοῦτο μὲν οὐδαμοῦ τοῦ βιβλίου λέλεκταί μοι, χρὴ δὲ τὸν ἀγαθὸν ἄνδρα ἐνεργὸν εἶναι, τί ἂν ἄλλο ἐς δέον αὑτῷ χρῷτο, ἢ φίλοις συμπονῶν πρὸς τὰ βέλτιστα κἀν τῷ μέσῳ ὑπαίθριος πεῖραν αὑτοῦ διδοὺς ὅπως ἔχει πίστεως καὶ σπουδῆς καὶ εὐνοίας πρὸς τὰ ἐγκεχειρισμένα, ὡς μὴ τὸ Ὁμηρικὸν ἐκεῖνο “ἐτώσιον ἄχθος ἀρούρης” εἴη;
因此,如果我曾制定过这条法律,规定任何人不准做任何事,那么我自然会被认为犯了违法之罪;但若在我的书里绝无此种说法,且好人应当有所作为,那么他还有什么更好的方式来发挥自己的作用呢? 难道不是与朋友一起为最美好的目标共同努力,并在公众面前、在白日之下接受检验,展示自己对受托之事的忠诚、热忱与善意,以免成为荷马笔下那“大地上无用的累赘”吗?
§15Πρὸ δὲ τῶν ὅλων μεμνῆσθαι χρὴ τοὺς ἐπιτιμῶντας ὅτι οὐ σοφῷ ὄντι μοι—εἰ δή τις καὶ ἄλλος ἐστί που σοφός—ἐπιτιμήσουσιν ἀλλὰ τῶν ἐκ τοῦ πολλοῦ δήμου, λόγους μὲν ἀσκήσαντι καὶ τὰ μέτρια ἐπαινουμένῳ ἐπ' αὐτοῖς, πρὸς δὲ τὴν ἄκραν ἐκείνην τῶν κορυφαίων ἀρετὴν οὐ πάνυ γεγυμνασμένῳ.
而在一切事物之前,那些指责我的人应当记住,他们指责的并不是一个智者——如果这世上真有其他什么人算得上是智者的话——而是普通大众中的一员,他操练言辞并为此获得适度的称赞,但对于顶峰之辈的那种极致美德却完全没有经过锻炼。
καὶ μὰ Δί' οὐδ’ ἐπὶ τούτῳ ἀνιᾶσθαί μοι ἄξιον, ὅτι μηδὲ ἄλλῳ ἐγὼ γοῦν ἐντετύχηκα τὴν τοῦ σοφοῦ ὑπόσχεσιν ἀποπληροῦντι.
靠宙斯起誓,我也不必为此感到痛苦,因为至少我本人也从未遇见过任何一个能完全履行智者之承诺的人。
σοῦ μέντοι καὶ θαυμάσαιμ' ἂν ἐπιτιμῶντός μου τῷ νυνὶ βίῳ, εἴ γε ἐπιτιμῴης, ὃν πρὸ πολλοῦ ᾔδεις ἐπὶ ῥητορικῇ δημοσίᾳ μεγίστας μισθοφορὰς ἐνεγκάμενον, ὁπότε κατὰ θέαν τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ τὴν Κελτικὴν ἅμα ἐπιὼν ἐνέτυχες ἡμῖν τοῖς μεγαλομίσθοις τῶν σοφιστῶν ἐναριθμουμένοις.
然而,如果你真的指责我当下的生活,我倒会感到诧异,因为你早就知道我曾因公立雄辩术而获得极丰厚的报酬,当时你为了观光西大洋并同时游历凯尔特地区,遇到了被列入高薪哲人(诡辩家)之列的我们。
Ταῦτά σοι, ὦ ἑταῖρε, καίτοι ἐν μυρίαις ταῖς ἀσχολίαις ὢν ὅμως ἀπελογησάμην, οὐκ ἐν παρέργῳ θέμενος τὴν λευκὴν παρὰ σοῦ καὶ πλήρη μοι ἐνεχθῆναι· ἐπεὶ πρός γε τοὺς ἄλλους, κἂν συνάμα πάντες κατηγορῶσιν, ἱκανὸν ἂν εἴη μοι τό οὐ φροντὶς Ἱπποκλείδῃ.
我的朋友,尽管我身处无数的繁忙之中,我仍然对你做出了这些辩白,因为我绝不轻视能从你那里获得一张完全无罪的白票;因为对于其他人,即使他们全部联合起来控告我,对我来说,那句“希波克里底无所谓”也就足够了。

词汇与语法注释

  1. 12τὰς δίκας εἰσάγειν — 此不定式以及随后的一系列不定式(γράφεσθαι、ῥυθμίζειν、διαφυλάττειν、παραδιδόναι)均作同位语,用于具体解释前句中“受托”(ἐγκεχειρίσθαι)的具体职务内容。它们以名词性用法列举了公职中的具体职责。
  2. 13ὡς δὴ μικρὰ μεγάλοις εἰκάζειν — 此为带接续词 ὡς 的不定式绝对用法(限制用法),构成了常用语“以小拟大”。语气词 δή 用于强调所做比较的恰当性,往往带有些许反讽或自谦的语气。
  3. 14τί ἂν ἄλλο ἐς δέον αὑτῷ χρῷτο, ἢ — 这是一个使用潜在希求法(ἄν + 希求法 χρῷτο)的反问句。其后的 ἢ 作为排除性连词(相当于“除了……之外”),后接并列的分词短语(συμπονῶν, διδοὺς),说明了善人唯一合理的自我发挥方式。结构上相当于“除了……之外,他还能如何恰当地发挥自己的作用呢?”
  4. 15οὐ σοφῷ ὄντι μοι... ἐπιτιμήσουσιν ἀλλὰ τῶν ἐκ τοῦ πολλοῦ δήμου — 动词 ἐπιτιμάω(指责、非难)通常接与格表示指责的对象,因此前半句为与格“σοφῷ ὄντι μοι”。后半句中的“τῶν ἐκ τοῦ πολλοῦ δήμου”是部分属格,这里省略了作为动词宾语的“属于普通大众的一员[τινί]”。这一对比性句法结构表明,指责的对象是一个凡夫俗子,而非完美的智者。

引用这一段

琉善, 为《论豪门受雇者》辩护 §12-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg059.humanitext-grc3:12-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。