Humanitext Reader

琉善 · 为《论豪门受雇者》辩护 §1-3

预想萨比努斯对其任职宫廷的嘲弄

第 1 段,共 4 段 · 希腊语

内容简介

作者想象他的朋友萨比努斯会如何嘲笑并批评他的著作《论受雇者》中的严厉指责与他如今在宫廷任职这一现实之间的矛盾,并通过扮演萨比努斯的角色来引导他发言。

§1Πάλαι σκοπῶ πρὸς ἐμαυτόν, ὦ καλὲ Σαβῖνε, ἅτινά σοι εἰκὸς ἐπελθεῖν εἰπεῖν ἀναγνόντι ἡμῶν τὸ περὶ τῶν ἐπὶ μισθῷ συνόντων βιβλίον·
亲爱的萨比努斯,我早就一直在自问,当你读完我们关于那些为雇佣而共处之人的书时,你可能会想到并说出些什么。
ὅτι μὲν γὰρ οὐκ ἀγελαστὶ διεξῄεις αὐτὸ καὶ πάνυ μοι πρόδηλον.
因为你绝非没有发出笑声便读完了它,这对我来说是显而易见的。
ἃ δὲ μεταξὺ καὶ ἐπὶ πᾶσιν ὑπὸ σοῦ ἐλέγετο, ταῦτα νῦν ἐφαρμόττειν ζητῶ τοῖς ἀνεγνωσμένοις.
而你在阅读过程中以及最后所说的话,我如今正试图将它们套用在已被阅读过的内容上。
εἰ τοίνυν μὴ κακὸς ἐγὼ μαντικήν, δοκῶ μοι ἀκούειν σου λέγοντος·
因此,如果我的预言之术还不算差,我似乎听到你在说:“什么?
Εἶτά τις αὐτὸς ταῦτα γεγραφὼς καὶ κατηγορίαν οὕτω δεινὴν κατὰ τοῦ τοιούτου βίου διεξελθών, ἔπειτα πάντων ἐκλαθόμενος, ὀστράκου, φησί, μεταπεσόντος ἑκὼν ἑαυτὸν φέρων ἐς δουλείαν οὕτω περιφανῆ καὶ περίβλεπτον ἐνσέσεικεν;
一个自己写下这些、并对这种生活进行如此可怕谴责的人,随后竟忘却了一切,正如俗话所说,在贝壳翻转之后,便甘愿让自己投身于如此显眼且引人瞩目的奴役之中?
πόσοι Μίδαι καὶ Κροῖσοι καὶ Πακτωλοὶ ὅλοι μετέπεισαν αὐτὸν ἀφεῖναι μὲν τὴν ἐκ παίδων φίλην καὶ σύντροφον ἐλευθερίαν, πρὸς αὐτῷ δὲ ἤδη τῷ Αἰακῷ γενόμενον καὶ μονονουχὶ τὸν ἕτερον πόδα ἐν τῷ πορθμείῳ ἔχοντα παρέχειν ἑαυτὸν ἕλκεσθαι καὶ σύρεσθαι καθάπερ ὑπὸ κλοιῷ τινι χρυσῷ τὸν αὐχένα δεθέντα; οἷά ἐστι τῶν τρυφώντων πλουσίων τὰ σφιγγία καὶ τὰ κουράλλια;
有多少个米达斯、克洛伊索斯以及整条帕克托罗斯河,才说服他放弃了从小就作为朋友和伴侣的自由,并且——在他已经临近埃阿科斯身旁,几乎有一只脚已经踏上渡船的时候——任由自己被拉扯和拖拽,脖子被某种金项圈束缚着,就像那些奢华富豪的颈饰和珊瑚玩物一般?
πολλὴ γοῦν ἡ διαφωνία τοῦ νῦν βίου πρὸς τὸ σύγγραμμα καὶ τὸ ἄνω τοὺς ποταμοὺς χωρεῖν καὶ ἀνεστράφθαι τὰ πάντα καὶ παλινῳδεῖν πρὸς τὸ χεῖρον·
总之,如今的生活与那部著作之间存在着极大的不一致,这简直是河流倒流,万物颠倒,并且向着更坏的方向唱起了反悔歌。
τοῦτ' ἂν εἴη οὐχ ὑπὲρ Ἑλένης μὰ Δί' οὐδ’ ὑπὲρ τῶν ἐπ' Ἰλίῳ γενομένων, ἀλλ’ ἔργῳ ἀνατρεπομένων τῶν λόγων καλῶς πρότερον εἰρῆσθαι δοκούντων.
起誓,这绝非像对海伦那样,也不是为了在伊利翁所发生的事,而是因为先前看似说得很美妙的话,如今实际上正被行动所推翻。
§2Ταῦτα μὲν πρὸς ἑαυτόν ὡς τὸ εἰκός λέλεκταί σοι.
” 这些话,如你所料,是你对自己说的。
ἐπάξεις δὲ ἴσως καὶ πρὸς αὐτὸν ἐμὲ ξυμβουλήν τινα τοιαύτην οὐκ ἄκαιρον, ἀλλὰ φιλικὴν καὶ οἵῳ σοι χρηστῷ καὶ φιλοσόφῳ ἀνδρὶ πρέπουσαν.
但也许你也会对我本人提出一些这样并非不合时宜、而是充满友谊且适合像你这样善良而富有哲学精神之人的建议。
ἢν μὲν οὖν κατ' ἀξίαν ὑποδὺς τὸ σὸν πρόσωπον ὑποκρίνωμαι, εὖ ἂν ἡμῖν ἔχοι καὶ τῷ Λογίῳ θύσομεν· εἰ δὲ μή, ἀλλὰ σὺ προσθήσεις τὰ ἐνδέοντα.
因此,如果我能相称地戴上你的面具,扮演你的角色,那对我们来说将是非常好的,我们将向雄辩之神献祭;否则,你将补足所缺失的部分。
ὥρα τοίνυν μετασκευάσαντας ἡμᾶς τὴν σκηνὴν ἐμὲ μὲν σιωπᾶν καὶ ἀνέχεσθαι τεμνόμενον καὶ καιόμενον, εἰ δέοι, ἐπὶ σωτηρίᾳ, σὲ δ’ ἐπιπάττειν τῶν φαρμάκων καὶ τὴν σμίλην ἅμα πρόχειρον ἔχοντα καὶ τὸ καυτήριον διάπυρον.
那么,现在是时候让我们改变舞台布景了,我应当保持沉默,并在必要时为了得救而忍受被切割和灼烧,而你则撒上药物,同时手里准备好手术刀,并将烙铁烧得通红。
καὶ δὴ παραλαβὼν τὴν ῥήτραν σὺ ταῦτα πρός με ὁ Σαβῖνος ἤδη λέγεις.
那么,接过发言权,你——萨比努斯——现在就对我对说这些话吧。
§3Πάλαι μέν, ὦ φιλότης, ὡς εἰκός, εὐδοκίμηταί σοι τουτὶ τὸ σύγγραμμα καὶ ἐν πολλῷ πλήθει δειχθέν, ὡς οἱ τότε ἀκροασάμενοι διηγοῦντο, καὶ ἰδίᾳ παρὰ τοῖς πεπαιδευμένοις ὁπόσοι ὁμιλεῖν αὐτῷ καὶ διὰ χειρὸς ἔχειν ἠξίωσαν.
“我的朋友,正如你所预料的,你这部著作早就赢得了极高的声誉,无论是在大众面前展示时(如当时听过的人所讲述的那样),还是在那些认为值得与其交往并拿在手中的文化人之间私下流传时。
ἥ τε γὰρ τῶν λόγων παρασκευὴ οὐ μεμπτὴ καὶ ἡ ἱστορία πολλὴ καὶ ἐμπειρία τῶν πραγμάτων καὶ ὅτι ἕκαστα σαφῶς ἐλέγετο, καὶ, τὸ μέγιστον, ὅτι χρήσιμα πᾶσιν ἦν καὶ μάλιστα τοῖς πεπαιδευμένοις, ὡς μὴ ὑπ' ἀγνοίας σφᾶς αὐτοὺς εἰς δουλείαν ὑπάγοιεν.
因为其论证的准备无可挑剔,历史知识丰富,对事务的经验深厚,每一件事都阐述得清晰明了,而最重要的一点是,它对所有人、特别是对有教养的人非常有益,使他们不至于因无知而将自己导入奴役之中。
ἐπεὶ δέ σοι μετέδοξε βελτίω ταῦτα εἶναι τὴν μὲν ἐλευθερίαν μακρὰ χαίρειν ἐᾶν, ζηλῶσαι δὲ τὸ ἀγεννέστατον ἐκεῖνο ἰαμβεῖον " ὅπου τὸ κέρδος, παρὰ φύσιν δουλευτέον, " ὅρα ὅπως μηδεὶς ἔτι ἀκούσεταί σου ἀναγινώσκοντος αὐτό, ἀλλὰ μηδὲ ἄλλῳ παράσχῃς τῶν τὸν παρόντα σου βίον ὁρώντων ἐπελθεῖν τὰ γεγραμμένα, εὔχου δὲ Ἑρμῇ τῷ χθονίῳ καὶ τῶν ἀκηκοότων πρότερον πολλὴν λήθην κατασκεδάσαι, ἢ δόξεις τὸν τοῦ Κορινθίου μῦθόν τι πεπονθέναι, κατὰ σαυτοῦ ὁ Βελλεροφόντης γεγραφὼς τὸ βιβλίον.
然而,既然你改变了主意,认为最好让自由远远地离去,并效仿那句最卑劣的短长格诗句: ‘有利可图之处,违背本性亦须服侍,’ 那么,你就必须小心,绝不要让任何看见你如今生活的人再听到你朗读它,也不要给他们阅读这些文字的机会。 你应当向冥府的赫尔墨斯祈祷,让那些以前听过的人散落深深的遗忘,否则你就会被认为遭遇了那个科林斯神话般的事情——如贝勒罗丰那般写了对自己不利的信。
μὰ γὰρ τὸν Δί' οὐχ ὁρῶ τὴν ἀπολογίαν ἥτις ἂν εὐπρόσωπός σοι γένοιτο πρὸς τοὺς κατηγοροῦντας, καὶ μάλιστα, ἢν σὺν γέλωτι αὐτὸ ποιῶσιν ἐπαινοῦντες μὲν τὰ γεγραμμένα καὶ τὴν ἐν αὐτοῖς ἐλευθερίαν, αὐτὸν δὲ τὸν συγγραφέα δουλεύοντα ὁρῶντες καὶ ἑκόντα ὑποτιθέντα τὸν αὐχένα τῷ ζυγῷ.
因为,起誓,我看不出有什么体面的辩词可以让你应对那些指责你的人,特别是当他们带着嘲笑,一方面赞美你的著作及其中的自由,另一方面却看到作者本人身陷奴役,心甘情愿地将脖子伸入轭中时。 ”

词汇与语法注释

  1. §1ἅτινά σοι εἰκὸς ἐπελθεῖν εἰπεῖν ἀναγνόντι — 不定式 `εἰπεῖν` 作为 `ἐπελθεῖν`(“涌上心头”)的补充,表示一连串的动作,即“想到并说出”。与格分词 `ἀναγνόντι` 与 `σοι` 一致,充当阅读这一心理体验的主体。
  2. §1ὀστράκου... μεταπεσόντος — 独立属格结构。“贝壳翻转”源自雅典儿童游戏(*ostrakinda*)中局势突变的谚语,意指“形势的剧烈逆转”。
  3. §1τὸν αὐχένα δεθέντα — 宾格 `τὸν αὐχένα` 是伴随被动分词 `δεθέντα`(“被束缚”)的关系宾格(“在脖子方面”)。阳性单数宾格分词 `δεθέντα` 与前文作不定式主语的反身代词 `ἑαυτόν`(“他自己”)一致。
  4. §2ἢν μὲν οὖν κατ' ἀξίαν ὑποδὺς τὸ σὸν πρόσωπον ὑποκρίνωμαι — 假定条件从句(`ἢν` 连同虚拟语气 `ὑποκρίνωμαι`)。名词 `πρόσωπον` 指戏剧中的“面具”或“角色”,与 `ὑποκρίνωμαι`(“扮演”)一同引入了作者代替朋友立场进行对话的戏剧化设定。
  5. §3κατὰ σαυτοῦ ὁ Βελλεροφόντης γεγραφὼς τὸ βιβλίον — 典出希腊神话中贝勒罗丰亲自携带致自己死地的信件的传说。介词短语 `κατὰ σαυτοῦ`(“对你自己不利”)修饰分词 `γεγραφὼς`(“写下”),强调了作者的自著反成为自我控诉证据的讽刺性。

引用这一段

琉善, 为《论豪门受雇者》辩护 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg059.humanitext-grc3:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。