Humanitext Reader

琉善 · 问候口误 §5-11

问候健康的尊贵意义与历史先例

第 2 段,共 3 段 · 希腊语

内容简介

作者通过毕达哥拉斯学派、伊壁鸠鲁、各种诗歌以及古代历史(亚历山大、安提柯、托勒密、皮洛士)的逸事,论证“保持健康”这一问候语如何受到重视并优先于其他美好的事物。

§5Ὁ μέν γε θεσπέσιος Πυθαγόρας, εἰ καὶ μηδὲν αὐτὸς ἴδιον ἡμῖν καταλιπεῖν τῶν αὐτοῦ ἠξίωσεν, ὅσον Ὀκέλλῳ τῷ Λευκανῷ καὶ Ἀρχύτᾳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς αὐτοῦ τεκμαίρεσθαι, οὔτε τὸ χαίρειν οὔτε τὸ εὖ πράττειν προὔγραφεν, ἀλλ’ ἀπὸ τοῦ ὑγιαίνειν ἄρχεσθαι ἐκέλευεν.
至于那位神圣的毕达哥拉斯,尽管他本人并不屑于给我们留下任何他自己的著作,但正如从卢卡尼亚人奥凯路斯、阿尔基塔斯以及他的其他弟子们所能推测的那样,他既没有写下“欢欣”,也没有写下“安好”,而是命令以“健康”开始。
ἅπαντες γοῦν οἱ ἀπ' αὐτοῦ ἀλλήλοις ἐπιστέλλοντες ὁπότε σπουδαῖόν τι γράφοιεν ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ παρεκελεύοντο ὡς καὶ αὐτὸ ψυχῇ τε καὶ σώματι ἁρμοδιώτατον καὶ συνόλως ἅπαντα περιειληφὸς τἀνθρώπου ἀγαθά, καὶ τό γε τριπλοῦν αὐτοῖς τρίγωνον τὸ δι’ ἀλλήλων τὸ πεντάγραμμον, ᾧ συμβόλῳ πρὸς τοὺς ὁμοδόξους ἐχρῶντο, ὑγίεια πρὸς αὐτῶν ὠνομάζετο, καὶ ὅλως ἡγοῦντο τῷ μὲν ὑγιαίνειν τὸ εὖ πράττειν καὶ τὸ χαίρειν εἶναι, οὔτε δὲ τῷ εὖ πράττειν οὔτε τῷ χαίρειν πάντως καὶ τὸ ὑγιαίνειν.
无论如何,他的学派成员们在给彼此写信时,每当写到严肃的事情,都会在信首立刻劝勉“保持健康”,认为这对心灵和身体都是最和谐的,并且总括了人类的一切善。 此外,他们在同信者之间用作标志的那种互相交错的三重三角形,即五角星,被他们称为“健康”;他们普遍认为,在“保持健康”中既包含“安好”也包含“欢欣”,但在“安好”或“欢欣”中却不一定包含“保持健康”。
εἰσὶ δὲ οἳ καὶ τὴν τετρακτύν, τὸν μέγιστον ὅρκον αὐτῶν, ἣ τὸν ἐντελῆ αὐτοῖς ἀριθμὸν ἀποτελεῖ, ἤδη καὶ ὑγιείας ἀρχὴν ἐκάλεσαν.
甚至有些人已经将圣四元——这是他们的最高誓言,构成了他们的完全数——称为健康的原理。
ὧν καὶ Φιλόλαός ἐστι.
菲洛拉奥斯正是他们中的一员。
§6Καὶ τί σοι τοὺς παλαιοὺς λέγω, ὅπου καὶ Ἐπίκουρος ἀνὴρ πάνυ χαίρων τῷ χαίρειν καὶ τὴν ἡδονὴν πρὸ ἁπάντων αἱρούμενος ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖς (εἰσὶ δὲ αὗται ὀλίγαι) καὶ ἐν ταῖς πρὸς τοὺς φιλτάτους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει;
我又何必对你提起古人呢? 即使是极度喜爱“欢欣”并将快乐置于一切之首的伊壁鸠鲁,在他较为严肃的书信中(这些书信很少)以及特别是在写给最亲密朋友的书信中,不也是在信首立刻嘱咐“保持健康”吗?
πολὺ δ’ ἂν καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ εὕροις τὸ ὑγιαίνειν πρῶτον εὐθὺς λεγόμενον.
你也可以在悲剧和古喜剧中找到大量在最开始就说“保持健康”的例子。
τὸ μὲν γὰρ " οὖλέ τε καὶ μάλα χαῖρε " σαφῶς προτεταγμένον τοῦ χαίρειν τὸ ὑγιαίνειν ἔχει.
例如: “安康吧,且大大的欢欣” 显然是将“保持健康”置于“欢欣”之前。
ὁ δὲ Ἄλεξις, " ὦ δέσποθ', ὑγίαιν', ὡς χρόνιος ἐλήλυθας· " ὁ δὲ Ἀχαιός, " ἥκω πεπραγὼς δεινά, σὺ δ’ ὑγίαινέ μοι· " καὶ ὁ Φιλήμων, " αἰτῶ δ’ ὑγίειαν πρῶτον, εἶτ' εὐπραξίαν, τρίτον δὲ χαίρειν, εἶτ' ὀφείλειν μηδενί.
而亚历克西斯说: “主人啊,愿你健康,因为你别来许久方归;” 阿开乌斯则说: “我遭遇了可怕的事而回来,但愿你为我保持健康;” 菲莱蒙说: “我首先祈求健康,其次是事事顺遂,第三是欢欣,然后是不欠任何人债。
" ὁ μὲν γὰρ τὸ σκόλιον γράψας, οὗ καὶ Πλάτων μέμνηται, τί καὶ οὗτός φησιν;
” 而写下那首连柏拉图也曾提及的席间短歌(scolion)的人,他又说了什么呢?
Ὑγιαίνειν μὲν ἄριστον, τὸ δεύτερον καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν, τοῦ χαίρειν δὲ τὸ παράπαν οὐκ ἐμνήσθη, ἵνα σοι μὴ τὸ γνωριμώτατον ἐκεῖνο καὶ πᾶσι διὰ στόματος λέγω, " ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς.
“健康是最好的,其次是生得美丽,第三是富有”,而对“欢欣”则根本不着一字。 免得我还要对你吟诵那首人尽皆知的最著名的歌: “健康啊,众神中最年长者,愿我在余生中与你同住。
" ὥστε εἰ πρεσβίστη ἐστὶν ὑγίεια, καὶ τὸ ἔργον αὐτῆς τὸ ὑγιαίνειν προτακτέον τῶν ἄλλων ἀγαθῶν.
” 因此,如果健康是最年长者,那么它的体现“保持健康”也应当优先于其他的善。
§7Μυρία δὲ καὶ ἄλλα ἔκ τε ποιητῶν καὶ συγγραφέων καὶ φιλοσόφων καταδεῖξαί σοι ἔχων, προτιμώντων τὸ ὑγιαίνειν, τοῦτο μὲν παραιτήσομαι, ὡς μὴ εἰς ἀπειροκαλίαν τινὰ μειρακιώδη ἐκπέσῃ μοι τὸ σύγγραμμα καὶ κινδυνεύωμεν ἄλλῳ ἥλῳ ἐκκρούειν τὸν ἧλον, ὀλίγα δέ σοι τῆς ἀρχαίας ἱστορίας ὁπόσα μέμνημαι οἰκεῖα τῷ παρόντι προσγράψαι καλῶς ἔχειν ὑπέλαβον.
虽然我还能向你展示无数其他来自诗人、散文作家和哲学家的例子,他们都更推崇“保持健康”,但我将不再赘述,以免我的文章落入某种幼稚的炫学之中,使我们面临“用另一颗钉子来拔出钉子”的危险。 不过,我认为在古代历史中,把我所记得的且适合当前情况的几个例子写在后面,是十分妥当的。
§8Ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ μάχην ἀγωνιεῖσθαι ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτ' ἐπιλαθόμενος εἴτε ταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος τοῦτο καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε, βασιλεῦ, καιρὸς ἤδη παρατάττεσθαι.
当亚历山大准备进行伊苏斯战役时,正如卡尔迪亚的欧美尼斯在给安提帕特的书信中所说,赫菲斯提翁在早晨进入他的天幕,要么是忘记了,要么是像我一样慌了神,又或者是某种神灵驱使他这么做,他对亚历山大说了和我一样的话:“健康,国王,现在已是列队交战的时候了。
ταραχθέντων δὲ τῶν παρόντων πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως καὶ τοῦ Ἡφαιστίωνος ὀλίγου δεῖν ὑπ' αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος, Δέχομαι, εἶπε, τὴν κλῃδόνα.
”周围的人因这出乎意料的问候而大惊失色,赫菲斯提翁也羞愧得险些死过去,但亚历山大说:“我接受这个预兆。
τὸ γὰρ σώους ἐπανήξειν ἀπὸ τῆς μάχης ἤδη μοι ὑπέσχηται.
因为这已经向我预示,我们将从战斗中平安归来。
§9Ἀντίοχος δὲ ὁ σωτὴρ ὅτε τοῖς Γαλάταις συνάπτειν ἔμελλεν, ἔδοξεν ὄναρ ἐπιστάντα οἱ τὸν Ἀλέξανδρον κελεύειν σύνθημα πρὸ τῆς μάχης παραδοῦναι τῇ στρατιᾷ τὸ ὑγιαίνειν, καὶ ὑπὸ τούτῳ τῷ συνθήματι τὴν θαυμαστὴν ἐκείνην νίκην ἐνίκησεν.
” 而救主安提柯在准备与加拉太人交战时,梦见亚历山大站在他身旁,命令他在战斗前将“保持健康”作为口令传达给军队。 而在这一口令下,他赢得了那场令人惊叹的胜利。
§10Καὶ Πτολεμαῖος δὲ ὁ Λάγου Σελεύκῳ ἐπιστέλλων σαφῶς ἀνέστρεψε τὴν τάξιν ἐν ἀρχῇ μὲν τῆς ἐπιστολῆς ὑγιαίνειν αὐτὸν προσειπών, ἐπὶ τέλει δὲ ἀντὶ τοῦ ἐρρῶσθαι ὑπογράψας τὸ χαίρειν, ὡς Διονυσόδωρος ὁ τὰς ἐπιστολὰς αὐτοῦ συναγαγών φησιν.
此外,拉古斯之子托勒密在给塞琉古写信时,显然颠倒了顺序,在信首祝他“健康”,而在信末则用“欢欣”代替了“祝强健”,正如收集其书信的狄奥尼索多罗斯所说。
§11Ἄξιον δὲ καὶ Πύρρου τοῦ Ἠπειρώτου μνησθῆναι, ἀνδρὸς μετὰ Ἀλέξανδρον τὰ δεύτερα ἐν στρατηγίαις ἐνεγκαμένου καὶ μυρίας τροπὰς τῆς τύχης ἐνεγκόντος.
皮洛士这位伊庇鲁斯人的例子同样值得一提,他是亚历山大之后在统帅之才上名列第二的人物,经历过无数次命运的沉浮。
οὗτος τοίνυν ἀεὶ θεοῖς εὐχόμενος καὶ θύων καὶ ἀνατιθεὶς οὐδεπώποτε ἢ νίκην ἢ βασιλείας ἀξίωμα μεῖζον ἢ εὔκλειαν ἢ πλούτου ὑπερβολὴν ᾔτησε παρ' αὐτῶν, ἀλλ’ ἓν τοῦτο ηὔχετο, ὑγιαίνειν, ὡς ἔστ' ἂν τοῦτ' ἔχῃ, ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων.
这位皮洛士在向神灵祈祷、献祭和供奉时,从未向他们求过胜利、更高的王位尊严、名声或极度的财富,而只是祈求这一件事:“保持健康”,因为他认为,只要拥有了这个,其他事物都很容易降临于他。
καὶ ἄριστα οἶμαι ἐφρόνει, λογιζόμενος ὅτι οὐδὲν ὄφελος τῶν ἁπάντων ἀγαθῶν, ἔστ' ἂν τοῦ ὑγιαίνειν μόνον ἀπῇ.
我认为他的想法极其英明,因为他算到,只要唯独缺少了“保持健康”,所有的一切善都将毫无益处。

词汇与语法注释

  1. §5ὅσον Ὀκέλλῳ τῷ Λευκανῷ καὶ Ἀρχύτᾳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς αὐτοῦ τεκμαίρεσθαι — 由接续词 ὅσον 与动词不定式(τεκμαίρεσθαι)组成的绝对不定式结构,起限制性或修饰性的副词功能(意为“正如从……所能推测的那样”)。
  2. §6οὖλέ τε — 单词 οὖλε 是源自意为“完整的、健康的”形容词的动词 οὔλω 的命令式,见于荷马史诗的古老问候语。由于它被置于接下来的“欢欣”(χαῖρε)之前,因此被用作证明古代健康优先于欢乐的诗歌证据。
  3. §7ἄλλῳ ἧλῳ ἐκκρούειν τὸν ἧλον — 希腊经典谚语,意为“用另一颗钉子敲出(原来的)钉子”。在此处比喻性地警告:试图用过度的博学(如罗列事例)来弥补一个微小的失误,反而可能带来比原先问题更大的坏处。
  4. §8δέχομαι τὴν κλῃδόνα — 名词 κλῃδών(或 κληδών)指源自偶然言语的预兆或征兆。亚历山大特意将赫菲斯提翁的失言不视为错误,而是解释为预示着能从战斗中安全归来的积极、神赐的预兆。
  5. §11ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων — 属格绝对结构(genitive absolute),以代词 τῶν ἄλλων 为主语,将来分词 προσγενησομένων 为谓语。通过使用将来分词,表达了附属于主句动词 ηὔχετο 的主观条件或预期(“因为只要拥有健康,其他事物也将很容易地降临于他”)。

引用这一段

琉善, 问候口误 §5-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg058.humanitext-grc3:5-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。