§1Χαλεπὸν μὲν ἄνθρωπον ὄντα δαίμονός τινος ἐπήρειαν διαφυγεῖν, πολὺ δὲ χαλεπώτερον ἀπολογίαν εὑρεῖν παραλόγου καὶ δαιμονίου πταίσματος, ἅπερ ἀμφότερα νῦν ἐμοὶ συμβέβηκεν, ὃς ἀφικόμενος παρὰ σέ, ὡς προσείποιμι τὸ ἑωθινόν, δέον τὴν συνήθη ταύτην φωνὴν ἀφεῖναι καὶ χαίρειν κελεύειν, ἐγὼ δὲ ὁ χρυσοῦς ἐπιλαθόμενος ὑγιαίνειν σε ἠξίουν, εὔφημον μὲν καὶ τοῦτο, οὐκ ἐν καιρῷ δὲ ὡς οὐ κατὰ τὴν ἕω.
作为人,想要逃避某种神灵的恶意确是困难,而要为荒谬且神差鬼使的失误找到辩解,则是要困难得多。 这两者如今都发生在了我的身上。 我到你那里去,本是为了向你致以晨安,本应当说出那句习惯的问候并祝你“欢欣”,我这个愚蠢的家伙却忘了,反而祝你“健康”——这虽然也是吉利的话,但却不合时宜,因为不适用于早晨。
ἐγὼ μὲν οὖν ἐπὶ τούτῳ εὐθὺς ἴδιόν τε καὶ ἠρυθρίων καὶ παντοῖος ἦν ὑπὸ ἀπορίας, οἱ παρόντες δὲ οἱ μὲν παραπαίειν, ὡς τὸ εἰκός, οἱ δὲ ληρεῖν ὑφ' ἡλικίας, οἱ δὲ χθεσινῆς κραιπάλης ἀνάμεστον ἔτι ᾤοντό με εἶναι, εἰ καὶ ὅτι μάλιστα σὺ ἐπιεικῶς ἤνεγκας τὸ γεγονὸς οὐδ’ ὅσον ἄκρῳ τῷ μειδιάματι ἐπισημηνάμενος τῆς γλώττης τὴν διαμαρτίαν.
我因此立刻汗流浃背、面红耳赤,窘迫得手足无措。 而旁观者中,有人自然而然地认为我发了疯,有人认为我是因年迈而糊涂,还有人认为我仍未从昨天的宿醉中清醒过来,尽管你本人对发生的事情表现得极其大度,甚至连一丝微笑都没有露出,来示意我舌头的失误。
ἔδοξεν οὖν μοι καλῶς ἔχειν παραμυθίαν τινὰ ἐμαυτῷ συγγράψαι, ὡς μὴ πάνυ ἀνιῴμην ἐπὶ τῷ πταίσματι μηδ’ ἀφόρητον ἡγοίμην, εἰ πρεσβύτης ἀνὴρ τοσοῦτον ἀπεσφάλην τοῦ καλῶς ἔχοντος ἐπὶ τοσούτων μαρτύρων.
因此,我认为最好为自己写一篇慰藉之作,以免我因这一失误而过于苦恼,也不至于因为一个年长者在如此多的证人面前,竟然如此严重地偏离了得体之道,而觉得难以忍受。
ἀπολογίας μὲν γὰρ οὐδὲν ἔδει οἶμαι ὑπὲρ γλώττης εἰς οὕτως εὔφημον εὐχὴν ὀλισθούσης.
因为我想,对于一言之失竟滑向如此吉利的祝愿,其实根本不需要任何辩解。
§2Ἀρχόμενος μὲν οὖν τῆς γραφῆς πάνυ ἀπόρῳ ἐντεύξεσθαι ᾤμην τῷ προβλήματι, προϊόντι δὲ πολλὰ προὐφάνη τὰ λεκτέα.
因此,在动笔之初,我原以为会遇到一个极其棘手的问题,但随着写作的推进,许多该说的话便纷纷呈现在眼前。
οὐ μὴν πρότερον ἐρῶ αὐτά, ἢν μὴ περὶ τοῦ χαίρειν αὐτοῦ καὶ τοῦ εὖ πράττειν καὶ τοῦ ὑγιαίνειν προείπω τὰ εἰκότα.
不过,在先对“欢欣”本身、“安好”以及“健康”说明其合宜之理之前,我并不打算先谈论这些。
Τὸ μὲν δὴ χαίρειν ἀρχαία μὲν ἡ προσαγόρευσις, οὐ μὴν ἑωθινὴ μόνον οὐδὲ ὑπὸ τὴν πρώτην ἔντευξιν, ἀλλὰ καὶ πρῶτον μὲν ἰδόντες ἀλλήλους ἔλεγον αὐτό, ὡς τό
"
χαῖρ', ὦ δυνάστα τῆσδε γῆς Τιρυνθίας.
确实,“欢欣”是一种古老的问候语,然而它不仅用于早晨,也不仅限于初次会面,人们在最初见到彼此时也会这样说,例如: “欢欣吧,这蒂林斯土地的统治者。
"
καὶ μετὰ τὸ δεῖπνον ἐς λόγους ἤδη παροινίους τρεπόμενοι, ὡς τό
"
χαῖρ', Ἀχιλεῦ, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς,
"
Ὀδυσσεὺς ὁπότε τὴν ἐπεσταλμένην πρεσβείαν αὐτῷ ἐρρητόρευεν.
” 又如在晚宴后,已转入酒酣耳热的交谈时,例如: “欢欣吧,阿喀琉斯,我们并不缺少均分的盛宴,” 这是奥德修斯向他转达所受托付的使团发言之时。
καὶ ἤδη ἀπιόντες παρ' ἀλλήλων, ὡς τό
"
χαίρετ', ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι
θνητός.
以及在彼此告别之时,例如: “欢欣吧,我对于你们已是不死之神,不再是凡人。
"
ἴδιος δὲ καιρὸς οὐδεὶς ἀπενενέμητο τῇ προσρήσει, οὐδὲ ὡς νῦν μόνος ὁ ἑωθινός, ὅπου γε καὶ ἐπὶ τῶν ἀπαισίων καὶ ἀπευκτοτάτων ὅμως ἐχρῶντο αὐτῇ, ὡς ὁ τοῦ Εὐριπίδου Πολυνείκης ἤδη τελευτῶν τὸν βίον,
"
καὶ χαίρετ', ἤδη γάρ με περιβάλλει σκότος.
” 这种问候并没有被分配到特定的时间,也不像现在这样仅限于早晨,因为即使在不祥和极不愿发生的事情中,他们也同样使用它,正如欧里庇得斯笔下的波吕尼刻斯在生命垂危之际所说: “再见吧,因为黑暗已将我笼罩。
"
καὶ οὐ μόνον φιλοφροσύνης αὐτοῖς ἦν τοῦτο σύμβολον, ἀλλὰ καὶ ἀπεχθείας καὶ τοῦ μηκέτι χρήσεσθαι ἀλλήλοις.
” 而且,这不仅是他们友好情谊的象征,也是敌意和不再往来的象征。
τὸ γοῦν μακρὰ χαίρειν φράσαι τὸ μηκέτι φροντιεῖν δηλοῖ.
无论如何,“说一声走好”便意味着不再关心。
§3Πρῶτος δ’ αὐτὸ Φιλιππίδης ὁ ἡμεροδρομήσας λέγεται ἀπὸ Μαραθῶνος ἀγγέλλων τὴν νίκην εἰπεῖν πρὸς τοὺς ἄρχοντας καθημένους καὶ πεφροντικότας ὑπὲρ τοῦ τέλους τῆς μάχης, Χαίρετε, νικῶμεν, καὶ τοῦτο εἰπὼν συναποθανεῖν τῇ ἀγγελίᾳ καὶ τῷ χαίρειν συνεκπνεῦσαι.
据说,一日跑手菲利皮德斯是第一个使用它的人,当时他从马拉松带来胜利的消息,对正坐着并为战斗结局担忧的执政官们说:“欢欣吧,我们胜利了! ”说完这话,他便与他的口信一同死去,与这声“欢欣”一同咽了气。
ἐν ἐπιστολῆς δὲ ἀρχῇ Κλέων ὁ Ἀθηναῖος δημαγωγὸς ἀπὸ Σφακτηρίας πρῶτον χαίρειν προὔθηκεν εὐαγγελιζόμενος τὴν νίκην τὴν ἐκεῖθεν καὶ τὴν τῶν Σπαρτιατῶν ἅλωσιν.
在书信的开头,雅典的煽动家克里昂是从斯法克特里亚传达胜利和俘获斯巴达人的捷报时,最先在信首写下“欢欣”的。
καὶ ὅμως γε μετ' ἐκεῖνον ὁ Νικίας ἀπὸ Σικελίας ἐπιστέλλων ἐν τῷ ἀρχαίῳ τῶν ἐπιστολῶν διέμεινεν ἀπ' αὐτῶν ἀρξάμενος τῶν πραγμάτων.
然而,在他之后的尼基阿斯,在从西西里寄信时,仍坚持书信的古风,直接从事务本身开始写起。
§4Ἀλλ' ὁ θαυμαστὸς Πλάτων, ἀνὴρ ἀξιόπιστος νομοθέτης τῶν τοιούτων, τὸ μὲν χαίρειν κελεύειν καὶ πάνυ ἀποδοκιμάζει ὡς μοχθηρὸν ὂν καὶ οὐδὲν σπουδαῖον ἐμφαῖνον, τὸ δ’ εὖ πράττειν ἀντ' αὐτοῦ εἰσάγει ὡς κοινὸν σώματός τε καὶ ψυχῆς εὖ διακειμένων σύμβολον, καὶ ἐπιστέλλων γε τῷ Διονυσίῳ αἰτιᾶται αὐτόν, ὅτι ποιῶν ἐς τὸν Ἀπόλλω χαίρειν τὸν θεὸν προσεῖπεν ὡς ἀνάξιον τοῦ Πυθίου καὶ οὐχ ὅπως θεοῖς, ἀλλ’ οὐδ’ ἀνθρώποις δεξιοῖς πρέπον.
然而,那位令人赞叹的柏拉图,作为此类事务中值得信赖的立法者,完全否定了祝人“欢欣”的做法,认为它庸俗且不含任何严肃的意涵,而代之以引入“安好”,视其为身体与心灵均处于良好状态的共同象征。 并且,在给狄奥尼西奥斯的信中,他还指责对方在为阿波罗作诗时用“欢欣”来称呼这位神灵,认为这配不上皮提亚之神,不仅不适用于神明,甚至不适用于有教养的人。