Humanitext Reader

琉善 · 问候口误 §12-19

问候失误的申辩与健康祝愿的吉兆

第 3 段,共 3 段 · 希腊语

内容简介

作者对自己的问候失误进行了积极的重新解释,引用了健康的恒常必要性及罗马习俗,申辩这一失误源于不由自主的慌乱,并将其视作吉祥的预兆。

§12Ναί, φησίν τις, ἀλλὰ νῦν ἑκάστου καιρὸς ἴδιος ὑφ' ἡμῶν ἀποδέδεικται, σὺ δὲ τοῦτον ἐναλλάξας, εἰ καὶ μηδὲν ἄλλο ἐσφάλης, ὅμως τῷ δικαίῳ λόγῳ οὐκ ἂν ἔξω εἴης τοῦ ἡμαρτηκέναι, ὥσπερ ἂν εἴ τις περὶ τῇ κνήμῃ τὸ κράνος ἢ περὶ τῇ κεφαλῇ τὰς κνημῖδας ἐπιδήσαιτο.
“是的,”有人说,“但现在我们已经证明了每一个词都有其专属的时刻,而你却将之对调,即使你在其他地方没有犯任何错误,但按照正确的逻辑,你仍然免不了犯了错,就像有人把头盔绑在小腿上,或把胫甲绑在头上一样。
Ἀλλ', ὦ βέλτιστε, φαίην ἂν κἀγὼ πρὸς αὐτόν, εἰκότως ἂν ταῦτα ἔλεγες, εἴ τις ὅλως καιρὸς ἦν ὑγιείας μὴ δεόμενος, νῦν δὲ καὶ ἕωθεν καὶ μεσούσης ἡμέρας καὶ νύκτωρ ἀεὶ τὸ ὑγιαῖνον ἀναγκαῖον, καὶ μάλιστα τοῖς ἄρχουσι καὶ πολλὰ πράττουσιν ὑμῖν, ὅσῳ καὶ πρὸς τὰ πολλὰ δεῖσθε τοῦ σώματος.
”但是,我最好的朋友,我也会这样对他说:“如果真的存在任何一个完全不需要健康的时刻,那么你的话确实有道理。 但事实上,无论是在清晨、中午还是夜晚,保持健康总是不可或缺的,尤其是对于你们这些身为统治者、公务繁重的人,因为你们在做许多事情时都需要身体的配合。
ἔτι δὲ ὁ μὲν χαῖρε εἰπὼν μόνον εὐφήμῳ τῇ ἀρχῇ ἐχρήσατο, καὶ ἔστιν εὐχὴ το πρᾶγμα, ὁ δὲ ὑγιαίνειν παρακελευόμενος καὶ χρήσιμόν τι δρᾷ καὶ ὑπομιμνήσκει τῶν πρὸς τὸ ὑγιαίνειν συντελούντων, καὶ οὐ συνεύχεται μόνον ἀλλὰ καὶ παραγγέλλει.
此外,说‘欢欣’的人只是使用了一个吉利的开头,这只是一种祝愿;而劝勉‘保持健康’的人,既做了有益的事,又提醒了那些有助于健康的事,他不仅与人同愿,而且还给予了诫勉。
τί δ’;
这又如何呢?
§13οὐχὶ καὶ ἐν τῷ τῶν ἐντολῶν βιβλίῳ, ὃ ἀεὶ παρὰ βασιλέως λαμβάνετε, τοῦτο πρῶτον ὑμῖν ἐστι παράγγελμα, τῆς ὑγιείας τῆς ὑμετέρας αὐτῶν ἐπιμελεῖσθαι;
难道在你们经常从皇帝那里收到的训令书中,要你们关注自己的健康,不也是你们的第一条诫律吗?
καὶ μάλ' εἰκότως·
这非常合乎情理。
οὐδὲν γὰρ ἂν εἴη ὄφελος ὑμῶν πρὸς τὰ ἄλλα μὴ οὕτω διακειμένων.
因为如果你们不处于这种健康状态,你们对其他任何事情都将毫无用处。
ἀλλὰ καὶ ὑμεῖς αὐτοί, εἴ τι κἀγὼ τῆς Ῥωμαίων φωνῆς ἐπαΐω, τοὺς προσαγορεύοντας ἀντιδεξιούμενοι τῷ τῆς ὑγιείας ὀνόματι πολλάκις ἀμείβεσθε.
而且,如果我对罗马人的语言稍微懂一点的话,你们自己,在对那些问候你们的人进行回礼时,不也经常用健康的名字来回答吗?
§14Καὶ ταῦτα πάντα εἶπον οὐχ ὡς ἐκ προνοίας ἀφελὼν μὲν τὸ χαίρειν, ἐπιτηδεύσας δὲ ἀντ' αὐτοῦ εἰπεῖν τὸ ὑγιαίνειν, ἀλλ’ ὡς τοῦτο μὲν ἄκων παθών—ἢ γελοῖος γ' ἂν ἦν ξενίζων καὶ τοὺς καιροὺς τῶν προσαγορεύσεων ἐναλλάττων.
” 我之所以说这些,并不是因为我故意省去了‘欢欣’,而专门用‘保持健康’来代替它,而是因为我不情愿地遭遇了这一失误——否则,我改变问候的时刻并标新立异,就显得太滑稽了。
§15χάριν δὲ ὁμολογῶ τοῖς θεοῖς, ὅτι μοι τὸ σφάλμα εἰς ἄλλο μακρῷ αἰσιώτερον περιετράπη καὶ εἰς τὸ ἄμεινον παρώλισθον, καὶ τάχα τῆς Ὑγιείας ἢ Ἀσκληπιοῦ αὐτοῦ ἐπιπνοίᾳ τοῦτ' ἐπράχθη δι’ ἐμοῦ σοι τὸ ὑγιαίνειν ὑπισχνουμένου·
但我向神灵表示感谢,因为我的失误转向了另一个远为吉利的结果,我跌向了更好的一面,这或许是在健康女神或阿斯克勒庇俄斯本人的启示下完成的,通过我向你承诺健康。
ἐπεὶ ἔγωγε πῶς ἂν αὐτὸ ἔπαθον ἄνευ θεοῦ μηδέπω πρότερον ἐν τῷ μακρῷ βίῳ ταραχθεὶς ὅμοιον;
否则,在我这漫长的一生中,以前从未有过类似的慌乱,在没有神灵帮助的情况下,我自己又怎会遭遇这种事呢?
§16Εἰ δὲ δεῖ καὶ ἀνθρωπίνην τινὰ ὑπὲρ τοῦ γεγονότος ἀπολογίαν εἰπεῖν, οὐδὲν ξένον, εἰ πάνυ ἐσπουδακὼς ἐπὶ τοῖς ἀρίστοις ὑπὸ σοῦ γνωρίζεσθαι ἐκ τῆς ἄγαν ἐπιθυμίας εἰς τοὐναντίον διαταραχθεὶς ἐνέπεσον.
如果必须对已经发生的事情进行某种人情的辩解,那么,因为极想以最好的面貌被你所了解,由于过分渴望而反倒过度慌乱、陷入相反的境地,这也没什么奇怪的。
τάχα δ’ ἄν τινα ἐκπλήξειε τῶν κατ' ὀρθὸν λογισμῶν καὶ στρατιωτῶν πλῆθος, ὧν οἱ μὲν προωθοῦντες, οἱ δὲ ἐν τῇ τάξει τῆς προσαγορεύσεως μὴ μένοντες.
或许,大群兵士也会使任何人的正常理性陷入混乱——他们有的向前推搡,有的在问候的队列中不遵守秩序。
§17σὺ δ’ εὖ οἶδ’ ὅτι κἂν οἱ ἄλλοι εἰς ἄνοιαν ἢ ἀπαιδευσίαν ἢ παραφροσύνην ἀναφέρωσιν τὸ πρᾶγμα, αἰδοῦς αὐτὸ σύμβολον καὶ ἀφελείας ἐποιήσω καὶ ψυχῆς μηδὲν ἀγοραῖον καὶ ἔντεχνον ἐχούσης·
但我深知,即使其他人将此事归结为愚蠢、缺乏教养或疯狂,你也会将其视为敬畏与淳朴的象征,代表一颗毫无市侩和心机的灵魂。
ὡς τό γε πάνυ θαρραλέον ἐν τοῖς τοιούτοις οὐ πόρρω θρασύτητος καὶ ἀναισχυντίας ἐστίν.
因为在这种情况下表现得过于大胆,与鲁莽和厚颜无耻相差无几。
καὶ ἔμοιγε εἴη μηδὲν μὲν τοιοῦτο σφάλλεσθαι, εἰ δὲ συμβαίη, πρὸς εὐφημίαν αὐτὸ τρέπεσθαι.
至于我,但愿我不要犯下任何类似的失误;但如果发生了,但愿它能转化为好运。
§18Ἐπὶ γοῦν τοῦ πρώτου Σεβαστοῦ καὶ τοιόνδε τι λέγεται γενέσθαι· ὁ μὲν ἔτυχε δίκην τινὰ δικάσας ὀρθῶς καὶ ἀπολύσας ἐγκλήματος τοῦ μεγίστου ἀδίκως συκοφαντούμενον ἄνθρωπον, ὁ δὲ χάριν ὁμολογῶν μεγάλῃ τῇ φωνῇ, Χάριν οἶδά σοι, ἔφη, ὦ αὐτοκράτορ, ὅτι κακῶς καὶ ἀδίκως ἐδίκασας·
无论如何,据说在首任奥古斯都统治时期,也曾发生过这样的一件事:他碰巧正确地审理了一桩诉讼,并释放了一个被无端诽谤、身陷重罪的人。 那人为了表示感谢,大声说道:‘皇帝啊,我感谢你,因为你作出了糟糕且不公的判决。
καὶ τῶν περὶ Σεβαστὸν ἀγανακτησάντων καὶ διασπάσασθαι τὸν ἄνθρωπον ἐθελόντων, Παύσασθε χαλεπαίνοντες, ἐκεῖνος ἔφη· οὐ γὰρ τὴν γλῶτταν αὐτοῦ, ἀλλὰ τὴν γνώμην ἐξετάζειν ἄξιον.
’奥古斯都身边的人大为光火,想要将那人撕碎,奥古斯都却说:‘别发怒了,因为我们应当审察的不是他的舌头,而是他的心意。
ἐκεῖνος μὲν οὕτως, σὺ δ’ εἴτε τὴν γνώμην σκέψαιο, πάνυ εὔνουν εὑρήσεις, εἴτε τὴν γλῶτταν, εὔφημος καὶ αὐτή.
’那人尚且如此,而你,无论是审察我的心意,你都会发现它是极其友善的;无论是审察我的舌头,它本身也是吉利的。
§19Ἔοικα δ’ ἐνταῦθα ἤδη γενόμενος εἰκότως ἄλλο τι φοβήσεσθαι, μή τισι δόξω ἐξεπίτηδες ἡμαρτηκέναι, ὡς τὴν ἀπολογίαν ταύτην συγγράψαιμι.
既然我已经说到了这里,我似乎理所当然地会害怕另一件事:免得有人认为我是故意犯错,以便能写出这篇辩护。
καὶ εἴη γε, ὦ φίλτατε Ἀσκληπιέ, τοιοῦτον φανῆναι τὸν λόγον, ὡς μὴ ἀπολογίαν, ἀλλ’ ἐπιδείξεως ἀφορμὴν εἶναι δοκεῖν.
我的最爱阿斯克勒庇俄斯啊,但愿这篇言论看起来就是如此,以至于它不像是一篇辩护,倒更像是一次展示才华的机会。

词汇与语法注释

  1. 12ὥσπερ ἂν εἴ τις... ἐπιδήσαιτο — 这是 ὥσπερ ἂν εἰ 连用希求语气(optative)的句式,表示假设性的比较(“就像……一样”)。此处的 ἂν 被吸引到紧跟 ὥσπερ 的位置,源于省略主句谓语(如 ὥσπερ ἂν εἴη, εἰ...)的习惯表达。
  2. 12ὅσῳ καὶ πρὸς τὰ πολλὰ δεῖσθε τοῦ σώματος — 关系代词 ὅσος 的中性与格 ὅσῳ 起到“程度差异与格”的作用,与前文的最高级 μάλιστα 相呼应,表示“越是……就越是(比例关系)”。短语 πρὸς τὰ πολλά 是表示目的或用途的介词短语(“为了许多公事”)。
  3. 15πῶς ἂν αὐτὸ ἔπαθον ἄνευ θεοῦ — 使用 ἂν 连用直陈式过去时(ἔπαθον)表示与过去事实相反的虚拟主句(反事实假设归结)。其条件从句(“如果没有神助的话”)由介词短语 ἄνευ θεοῦ(“没有神”)代替。
  4. 18ἔτυχε δίκην τινὰ δικάσας — 动词 τυγχάνω 连用分词(δικάσας)的惯用表达,意为“碰巧/刚好做某事”。此处用于叙述奥古斯都在过去实际作出的裁判这一既成事实。
  5. 19ὡς τὴν ἀπολογίαν ταύτην συγγράψαιμι — 由 ὡς 引导并连用希求语气(συγγράψαιμι)的目的从句。尽管主句动词 δόξω 是直陈式将来时(第一时态),但由于受到前面 ἤδη γενόμενος 以及回忆过去事件的上下文语境等带来的第二时态化吸引,目的从句中使用了希求语气。

引用这一段

琉善, 问候口误 §12-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg058.humanitext-grc3:12-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。