§5Ὁ μέν γε θεσπέσιος Πυθαγόρας, εἰ καὶ μηδὲν αὐτὸς ἴδιον ἡμῖν καταλιπεῖν τῶν αὐτοῦ ἠξίωσεν, ὅσον Ὀκέλλῳ τῷ Λευκανῷ καὶ Ἀρχύτᾳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς αὐτοῦ τεκμαίρεσθαι, οὔτε τὸ χαίρειν οὔτε τὸ εὖ πράττειν προὔγραφεν, ἀλλ’ ἀπὸ τοῦ ὑγιαίνειν ἄρχεσθαι ἐκέλευεν.
さて、あの神々しきピタゴラスは、自らは自身の著作を我々に何一つ残そうとはしなかったものの、ルカニアのオケロスやアルキュタス、およびその他の彼の弟子たちから推測できる限りにおいて、「お喜びください」も「首尾よくいくこと」も書き記すことはせず、むしろ「お健やかに」から書き始めることを命じていた。
ἅπαντες γοῦν οἱ ἀπ' αὐτοῦ ἀλλήλοις ἐπιστέλλοντες ὁπότε σπουδαῖόν τι γράφοιεν ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ παρεκελεύοντο ὡς καὶ αὐτὸ ψυχῇ τε καὶ σώματι ἁρμοδιώτατον καὶ συνόλως ἅπαντα περιειληφὸς τἀνθρώπου ἀγαθά, καὶ τό γε τριπλοῦν αὐτοῖς τρίγωνον τὸ δι’ ἀλλήλων τὸ πεντάγραμμον, ᾧ συμβόλῳ πρὸς τοὺς ὁμοδόξους ἐχρῶντο, ὑγίεια πρὸς αὐτῶν ὠνομάζετο, καὶ ὅλως ἡγοῦντο τῷ μὲν ὑγιαίνειν τὸ εὖ πράττειν καὶ τὸ χαίρειν εἶναι, οὔτε δὲ τῷ εὖ πράττειν οὔτε τῷ χαίρειν πάντως καὶ τὸ ὑγιαίνειν.
ともかく、彼の学派の者たちは皆、互いに手紙を送る際、何か重要なことを書くときには、その冒頭ですぐに「お健やかに」と勧めていた。 なぜなら、その言葉こそが魂にとっても身体にとっても最も調和したものであり、要するに人間のすべての善を包括していると考えたからである。 また、彼らの間で同信の者たちの間の目印(シンボル)として用いられていた、互いに交差する三重の三角形、すなわちあの五角星(ペンタグラム)は、彼らによって「健康(ヒギエイア)」と名付けられていた。 そして彼らは総じて、「お健やかに」ということの中にこそ「首尾よくいくこと」も「お喜びください」も含まれるが、「首尾よくいくこと」や「お喜びください」の中に「お健やかに」が必ずしも含まれるわけではないと考えていた。
εἰσὶ δὲ οἳ καὶ τὴν τετρακτύν, τὸν μέγιστον ὅρκον αὐτῶν, ἣ τὸν ἐντελῆ αὐτοῖς ἀριθμὸν ἀποτελεῖ, ἤδη καὶ ὑγιείας ἀρχὴν ἐκάλεσαν.
また、彼らの最大の誓いであり、彼らにとっての完全数を構成する「テトラクテュス(聖四元)」を、すでに健康の原理とも呼んでいた者たちもいる。
ὧν καὶ Φιλόλαός ἐστι.
その中にはフィロラオスも含まれる。
§6Καὶ τί σοι τοὺς παλαιοὺς λέγω, ὅπου καὶ Ἐπίκουρος ἀνὴρ πάνυ χαίρων τῷ χαίρειν καὶ τὴν ἡδονὴν πρὸ ἁπάντων αἱρούμενος ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖς (εἰσὶ δὲ αὗται ὀλίγαι) καὶ ἐν ταῖς πρὸς τοὺς φιλτάτους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει;
それにしても、私が何も古代の人々だけを言う必要があろうか。 快楽を何よりも好み、「お喜びください(喜び)」をこれほど愛したエピクロスでさえ、より重要な手紙(これらは数少ないが)や、特に最愛の人々への手紙の冒頭では、すぐに「お健やかに」と命じているではないか。
πολὺ δ’ ἂν καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ εὕροις τὸ ὑγιαίνειν πρῶτον εὐθὺς λεγόμενον.
また、悲劇や古喜劇の中でも、「お健やかに」が真っ先に言われている例を多く見出すことができよう。
τὸ μὲν γὰρ
"
οὖλέ τε καὶ μάλα χαῖρε
"
σαφῶς προτεταγμένον τοῦ χαίρειν τὸ ὑγιαίνειν ἔχει.
例えば、「健やかであれ、そして大いにお喜びあれ」という一節は、明らかに「お喜びあれ」の前に「健やかであれ(お健やかに)」を置いている。
ὁ δὲ Ἄλεξις,
"
ὦ δέσποθ', ὑγίαιν', ὡς χρόνιος ἐλήλυθας·
またアレクシスは、「我が主人よ、お健やかに。 何ともお久しぶりのご帰還ですね。
"
ὁ δὲ Ἀχαιός,
"
ἥκω πεπραγὼς δεινά, σὺ δ’ ὑγίαινέ μοι·
」と言い、アカイオスは、「私は恐ろしい目を経て戻ってまいりました。 ですが、あなたは私にとってお健やかであってください。
"
καὶ ὁ Φιλήμων,
"
αἰτῶ δ’ ὑγίειαν πρῶτον, εἶτ' εὐπραξίαν,
τρίτον δὲ χαίρειν, εἶτ' ὀφείλειν μηδενί.
」と言い、フィレモンは、「私は第一に健康を、第二に幸運を、第三にお喜びを、そして誰にも借りを残さないことを求めます。 」と言っている。
"
ὁ μὲν γὰρ τὸ σκόλιον γράψας, οὗ καὶ Πλάτων μέμνηται, τί καὶ οὗτός φησιν;
プラトンも言及しているあの宴席歌(スコーリオン)を書いた者は、何と言っているだろうか。
Ὑγιαίνειν μὲν ἄριστον, τὸ δεύτερον καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν, τοῦ χαίρειν δὲ τὸ παράπαν οὐκ ἐμνήσθη, ἵνα σοι μὴ τὸ γνωριμώτατον ἐκεῖνο καὶ πᾶσι διὰ στόματος λέγω,
"
ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ
λειπόμενον
βιοτᾶς.
「健康であることが最善であり、第二に美しく生まれること、第三に富むこと」と言っており、お喜び(歓楽)については全く言及していない。 誰もが知っており、誰もが口にしているあの極めて有名な歌を、あなたにわざわざ引くまでもあるまい。 「健康よ、神々の中で最も年長なるものよ。 私の残りの生涯を、あなたとともに暮らすことができますように。
"
ὥστε εἰ πρεσβίστη ἐστὶν ὑγίεια, καὶ τὸ ἔργον αὐτῆς τὸ ὑγιαίνειν προτακτέον τῶν ἄλλων ἀγαθῶν.
」したがって、健康が最も年長であるならば、その働きである「健やかであること」も、他の善いものに先立って置かれるべきなのである。
§7Μυρία δὲ καὶ ἄλλα ἔκ τε ποιητῶν καὶ συγγραφέων καὶ φιλοσόφων καταδεῖξαί σοι ἔχων, προτιμώντων τὸ ὑγιαίνειν, τοῦτο μὲν παραιτήσομαι, ὡς μὴ εἰς ἀπειροκαλίαν τινὰ μειρακιώδη ἐκπέσῃ μοι τὸ σύγγραμμα καὶ κινδυνεύωμεν ἄλλῳ ἥλῳ ἐκκρούειν τὸν ἧλον, ὀλίγα δέ σοι τῆς ἀρχαίας ἱστορίας ὁπόσα μέμνημαι οἰκεῖα τῷ παρόντι προσγράψαι καλῶς ἔχειν ὑπέλαβον.
詩人や散文作家、哲学者たちから、健康(健やかであること)を優先している例を、他にも無数にあなたに示すことができるのだが、これらは差し控えることにしよう。 私の著作が、若気のアホらしさのようなものに陥ってしまわぬよう、また「別の釘で釘を抜く」ようなことになりかねないからである。 ただ、古代の歴史の中から、私が覚えている限りの、今の状況にふさわしいわずかな例を書き加えるのがよいと私は判断した。
§8Ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ μάχην ἀγωνιεῖσθαι ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτ' ἐπιλαθόμενος εἴτε ταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος τοῦτο καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε, βασιλεῦ, καιρὸς ἤδη παρατάττεσθαι.
アレクサンダーがイッソスの戦いに臨もうとしていたとき、カルディアのエウメネスがアンティパトロスへの手紙の中で語っているところによれば、朝早くにヘファイスティオンが王の天幕に入ってきた。 そして、忘れたのか、それとも私のように混乱したのか、あるいは何らかの神がそうさせたのか、私と同じことを彼に言ったのである。 「お健やかに、王よ、すでに整列のときです。
ταραχθέντων δὲ τῶν παρόντων πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως καὶ τοῦ Ἡφαιστίωνος ὀλίγου δεῖν ὑπ' αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος, Δέχομαι, εἶπε, τὴν κλῃδόνα.
」居合わせた人々は、この不意の挨拶に動揺し、ヘファイスティオンも恥ずかしさのあまり死にそうになった。 しかし、アレクサンダーは言った。 「私はその予兆を受け入れよう。
τὸ γὰρ σώους ἐπανήξειν ἀπὸ τῆς μάχης ἤδη μοι ὑπέσχηται.
なぜなら、私が戦いから無事に戻ることが、これによって私に約束されたのだから。
§9Ἀντίοχος δὲ ὁ σωτὴρ ὅτε τοῖς Γαλάταις συνάπτειν ἔμελλεν, ἔδοξεν ὄναρ ἐπιστάντα οἱ τὸν Ἀλέξανδρον κελεύειν σύνθημα πρὸ τῆς μάχης παραδοῦναι τῇ στρατιᾷ τὸ ὑγιαίνειν, καὶ ὑπὸ τούτῳ τῷ συνθήματι τὴν θαυμαστὴν ἐκείνην νίκην ἐνίκησεν.
」アンティオコス・ソテルがガラティア人と交戦しようとしていたとき、夢の中でアレクサンダーが彼の前に現れ、戦いの前に軍に与える合言葉(口頭暗号)を「お健やかに」とするよう命じた。 そして彼はこの合言葉のもとで、あの驚くべき勝利を収めたのである。
§10Καὶ Πτολεμαῖος δὲ ὁ Λάγου Σελεύκῳ ἐπιστέλλων σαφῶς ἀνέστρεψε τὴν τάξιν ἐν ἀρχῇ μὲν τῆς ἐπιστολῆς ὑγιαίνειν αὐτὸν προσειπών, ἐπὶ τέλει δὲ ἀντὶ τοῦ ἐρρῶσθαι ὑπογράψας τὸ χαίρειν, ὡς Διονυσόδωρος ὁ τὰς ἐπιστολὰς αὐτοῦ συναγαγών φησιν.
また、ラゴスの子プトレマイオスがセレウコスに手紙を送ったとき、順序を明確に逆にして、手紙の冒頭では彼に「お健やかに」と挨拶し、結びの署名では「お元気で」の代わりに「お喜びください」と書いた。 彼の書簡を集めたディオニュソドロスがそう語っている。
§11Ἄξιον δὲ καὶ Πύρρου τοῦ Ἠπειρώτου μνησθῆναι, ἀνδρὸς μετὰ Ἀλέξανδρον τὰ δεύτερα ἐν στρατηγίαις ἐνεγκαμένου καὶ μυρίας τροπὰς τῆς τύχης ἐνεγκόντος.
さらに、エペイロスのピュロスについても言及する価値がある。 彼はアレクサンダーに次いで軍事において第二の地位を占め、運命の無数の変転を経験した人物である。
οὗτος τοίνυν ἀεὶ θεοῖς εὐχόμενος καὶ θύων καὶ ἀνατιθεὶς οὐδεπώποτε ἢ νίκην ἢ βασιλείας ἀξίωμα μεῖζον ἢ εὔκλειαν ἢ πλούτου ὑπερβολὴν ᾔτησε παρ' αὐτῶν, ἀλλ’ ἓν τοῦτο ηὔχετο, ὑγιαίνειν, ὡς ἔστ' ἂν τοῦτ' ἔχῃ, ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων.
この彼は、常に神々に祈り、犠牲を捧げ、献納を行う際、勝利や、より大きな王位の尊厳、名声、あるいは過度な富を神々に求めたことは一度もなく、ただこれ一つ、「健やかであること」だけを祈っていた。 それがあれば、他のものは容易に彼に加わるであろうから、というのである。
καὶ ἄριστα οἶμαι ἐφρόνει, λογιζόμενος ὅτι οὐδὲν ὄφελος τῶν ἁπάντων ἀγαθῶν, ἔστ' ἂν τοῦ ὑγιαίνειν μόνον ἀπῇ.
そして、健康だけが欠けているならば、すべての善いものも何の役にも立たないと計算していたのだから、彼の考えは最も優れていたと私は思う。