- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg058.humanitext-grc3:5-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ピタゴラス派、エピクロス、様々な詩、そして古代の歴史(アレクサンダー、アンティオコス、プトレマイオス、ピュロス)の逸事を通して、「お健やかに(健康)」という挨拶がどれほど重んじられ、他の善きものに優先されてきたかを論じる。
Ὁ μέν γε θεσπέσιος Πυθαγόρας, εἰ καὶ μηδὲν αὐτὸς ἴδιον ἡμῖν καταλιπεῖν τῶν αὐτοῦ ἠξίωσεν, ὅσον Ὀκέλλῳ τῷ Λευκανῷ καὶ Ἀρχύτᾳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς αὐτοῦ τεκμαίρεσθαι,1 οὔτε τὸ χαίρειν οὔτε τὸ εὖ πράττειν προὔγραφεν, ἀλλ’ ἀπὸ τοῦ ὑγιαίνειν ἄρχεσθαι ἐκέλευεν. ἅπαντες γοῦν οἱ ἀπ' αὐτοῦ ἀλλήλοις ἐπιστέλλοντες ὁπότε σπουδαῖόν τι γράφοιεν ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ παρεκελεύοντο ὡς καὶ αὐτὸ ψυχῇ τε καὶ σώματι ἁρμοδιώτατον καὶ συνόλως ἅπαντα περιειληφὸς τἀνθρώπου ἀγαθά, καὶ τό γε τριπλοῦν αὐτοῖς τρίγωνον τὸ δι’ ἀλλήλων τὸ πεντάγραμμον, ᾧ συμβόλῳ πρὸς τοὺς ὁμοδόξους ἐχρῶντο, ὑγίεια πρὸς αὐτῶν ὠνομάζετο, καὶ ὅλως ἡγοῦντο τῷ μὲν ὑγιαίνειν τὸ εὖ πράττειν καὶ τὸ χαίρειν εἶναι, οὔτε δὲ τῷ εὖ πράττειν οὔτε τῷ χαίρειν πάντως καὶ τὸ ὑγιαίνειν. εἰσὶ δὲ οἳ καὶ τὴν τετρακτύν, τὸν μέγιστον ὅρκον αὐτῶν, ἣ τὸν ἐντελῆ αὐτοῖς ἀριθμὸν ἀποτελεῖ, ἤδη καὶ ὑγιείας ἀρχὴν ἐκάλεσαν. ὧν καὶ Φιλόλαός ἐστι.
さて、あの神々しきピタゴラスは、自らは自身の著作を我々に何一つ残そうとはしなかったものの、ルカニアのオケロスやアルキュタス、およびその他の彼の弟子たちから推測できる限りにおいて、「お喜びください」も「首尾よくいくこと」も書き記すことはせず、むしろ「お健やかに」から書き始めることを命じていた。ともかく、彼の学派の者たちは皆、互いに手紙を送る際、何か重要なことを書くときには、その冒頭ですぐに「お健やかに」と勧めていた。なぜなら、その言葉こそが魂にとっても身体にとっても最も調和したものであり、要するに人間のすべての善を包括していると考えたからである。また、彼らの間で同信の者たちの間の目印(シンボル)として用いられていた、互いに交差する三重の三角形、すなわちあの五角星(ペンタグラム)は、彼らによって「健康(ヒギエイア)」と名付けられていた。そして彼らは総じて、「お健やかに」ということの中にこそ「首尾よくいくこと」も「お喜びください」も含まれるが、「首尾よくいくこと」や「お喜びください」の中に「お健やかに」が必ずしも含まれるわけではないと考えていた。また、彼らの最大の誓いであり、彼らにとっての完全数を構成する「テトラクテュス(聖四元)」を、すでに健康の原理とも呼んでいた者たちもいる。その中にはフィロラオスも含まれる。
Καὶ τί σοι τοὺς παλαιοὺς λέγω, ὅπου καὶ Ἐπίκουρος ἀνὴρ πάνυ χαίρων τῷ χαίρειν καὶ τὴν ἡδονὴν πρὸ ἁπάντων αἱρούμενος ἐν ταῖς σπουδαιοτέραις ἐπιστολαῖς (εἰσὶ δὲ αὗται ὀλίγαι) καὶ ἐν ταῖς πρὸς τοὺς φιλτάτους μάλιστα ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ προστάττει; πολὺ δ’ ἂν καὶ ἐν τῇ τραγῳδίᾳ καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ εὕροις τὸ ὑγιαίνειν πρῶτον εὐθὺς λεγόμενον. τὸ μὲν γὰρ "οὖλέ τε2 καὶ μάλα χαῖρε" σαφῶς προτεταγμένον τοῦ χαίρειν τὸ ὑγιαίνειν ἔχει. ὁ δὲ Ἄλεξις, "ὦ δέσποθ', ὑγίαιν', ὡς χρόνιος ἐλήλυθας·" ὁ δὲ Ἀχαιός, "ἥκω πεπραγὼς δεινά, σὺ δ’ ὑγίαινέ μοι·" καὶ ὁ Φιλήμων, "αἰτῶ δ’ ὑγίειαν πρῶτον, εἶτ' εὐπραξίαν, τρίτον δὲ χαίρειν, εἶτ' ὀφείλειν μηδενί." ὁ μὲν γὰρ τὸ σκόλιον γράψας, οὗ καὶ Πλάτων μέμνηται, τί καὶ οὗτός φησιν; Ὑγιαίνειν μὲν ἄριστον, τὸ δεύτερον καλὸν γενέσθαι, τρίτον δὲ πλουτεῖν, τοῦ χαίρειν δὲ τὸ παράπαν οὐκ ἐμνήσθη, ἵνα σοι μὴ τὸ γνωριμώτατον ἐκεῖνο καὶ πᾶσι διὰ στόματος λέγω, "ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς." ὥστε εἰ πρεσβίστη ἐστὶν ὑγίεια, καὶ τὸ ἔργον αὐτῆς τὸ ὑγιαίνειν προτακτέον τῶν ἄλλων ἀγαθῶν.
それにしても、私が何も古代の人々だけを言う必要があろうか。快楽を何よりも好み、「お喜びください(喜び)」をこれほど愛したエピクロスでさえ、より重要な手紙(これらは数少ないが)や、特に最愛の人々への手紙の冒頭では、すぐに「お健やかに」と命じているではないか。また、悲劇や古喜劇の中でも、「お健やかに」が真っ先に言われている例を多く見出すことができよう。例えば、「健やかであれ、そして大いにお喜びあれ」という一節は、明らかに「お喜びあれ」の前に「健やかであれ(お健やかに)」を置いている。またアレクシスは、「我が主人よ、お健やかに。何ともお久しぶりのご帰還ですね。」 と言い、アカイオスは、「私は恐ろしい目を経て戻ってまいりました。ですが、あなたは私にとってお健やかであってください。」 と言い、フィレモンは、 「私は第一に健康を、第二に幸運を、 第三にお喜びを、そして誰にも借りを残さないことを求めます。」 と言っている。プラトンも言及しているあの宴席歌(スコーリオン)を書いた者は、何と言っているだろうか。「健康であることが最善であり、第二に美しく生まれること、第三に富むこと」と言っており、お喜び(歓楽)については全く言及していない。誰もが知っており、誰もが口にしているあの極めて有名な歌を、あなたにわざわざ引くまでもあるまい。 「健康よ、神々の中で最も年長なるものよ。私の残りの生涯を、あなたとともに暮らすことができますように。」 したがって、健康が最も年長であるならば、その働きである「健やかであること」も、他の善いものに先立って置かれるべきなのである。
Μυρία δὲ καὶ ἄλλα ἔκ τε ποιητῶν καὶ συγγραφέων καὶ φιλοσόφων καταδεῖξαί σοι ἔχων, προτιμώντων τὸ ὑγιαίνειν, τοῦτο μὲν παραιτήσομαι, ὡς μὴ εἰς ἀπειροκαλίαν τινὰ μειρακιώδη ἐκπέσῃ μοι τὸ σύγγραμμα καὶ κινδυνεύωμεν ἄλλῳ ἥλῳ ἐκκρούειν τὸν ἧλον,3 ὀλίγα δέ σοι τῆς ἀρχαίας ἱστορίας ὁπόσα μέμνημαι οἰκεῖα τῷ παρόντι προσγράψαι καλῶς ἔχειν ὑπέλαβον.
詩人や散文作家、哲学者たちから、健康(健やかであること)を優先している例を、他にも無数にあなたに示すことができるのだが、これらは差し控えることにしよう。私の著作が、若気のアホらしさのようなものに陥ってしまわぬよう、また「別の釘で釘を抜く」ようなことになりかねないからである。ただ、古代の歴史の中から、私が覚えている限りの、今の状況にふさわしいわずかな例を書き加えるのがよいと私は判断した。
Ὅτε Ἀλέξανδρος τὴν ἐν Ἰσσῷ μάχην ἀγωνιεῖσθαι ἔμελλεν, ὡς Εὐμένης ὁ Καρδιανὸς ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ λέγει, ἕωθεν εἰσελθὼν εἰς τὴν σκηνὴν αὐτοῦ ὁ Ἡφαιστίων, εἴτ' ἐπιλαθόμενος εἴτε ταραχθεὶς ὥσπερ ἐγὼ εἴτε καὶ θεοῦ τινος τοῦτο καταναγκάσαντος, ταὐτὸν ἐμοὶ ἔφη, Ὑγίαινε, βασιλεῦ, καιρὸς ἤδη παρατάττεσθαι. ταραχθέντων δὲ τῶν παρόντων πρὸς τὸ παράδοξον τῆς προσαγορεύσεως καὶ τοῦ Ἡφαιστίωνος ὀλίγου δεῖν ὑπ' αἰδοῦς ἐκθανόντος, Ἀλέξανδρος, Δέχομαι, εἶπε, τὴν κλῃδόνα.4 τὸ γὰρ σώους ἐπανήξειν ἀπὸ τῆς μάχης ἤδη μοι ὑπέσχηται.
アレクサンダーがイッソスの戦いに臨もうとしていたとき、カルディアのエウメネスがアンティパトロスへの手紙の中で語っているところによれば、朝早くにヘファイスティオンが王の天幕に入ってきた。そして、忘れたのか、それとも私のように混乱したのか、あるいは何らかの神がそうさせたのか、私と同じことを彼に言ったのである。「お健やかに、王よ、すでに整列のときです。」居合わせた人々は、この不意の挨拶に動揺し、ヘファイスティオンも恥ずかしさのあまり死にそうになった。しかし、アレクサンダーは言った。「私はその予兆を受け入れよう。なぜなら、我々が戦いから無事に戻ることが、すでに私に約束されたのだから。」
Ἀντίοχος δὲ ὁ σωτὴρ ὅτε τοῖς Γαλάταις συνάπτειν ἔμελλεν, ἔδοξεν ὄναρ ἐπιστάντα οἱ τὸν Ἀλέξανδρον κελεύειν σύνθημα πρὸ τῆς μάχης παραδοῦναι τῇ στρατιᾷ τὸ ὑγιαίνειν, καὶ ὑπὸ τούτῳ τῷ συνθήματι τὴν θαυμαστὴν ἐκείνην νίκην ἐνίκησεν.
アンティオコス・ソテルがガラティア人と交戦しようとしていたとき、夢の中でアレクサンダーが彼の前に現れ、戦いの前に軍に与える合言葉(口頭暗号)を「お健やかに」とするよう命じた。そして彼はこの合言葉のもとで、あの驚くべき勝利を収めたのである。
Καὶ Πτολεμαῖος δὲ ὁ Λάγου Σελεύκῳ ἐπιστέλλων σαφῶς ἀνέστρεψε τὴν τάξιν ἐν ἀρχῇ μὲν τῆς ἐπιστολῆς ὑγιαίνειν αὐτὸν προσειπών, ἐπὶ τέλει δὲ ἀντὶ τοῦ ἐρρῶσθαι ὑπογράψας τὸ χαίρειν, ὡς Διονυσόδωρος ὁ τὰς ἐπιστολὰς αὐτοῦ συναγαγών φησιν.
また、ラゴスの子プトレマイオスがセレウコスに手紙を送ったとき、順序を明確に逆にして、手紙の冒頭では彼に「お健やかに」と挨拶し、結びの署名では「お元気で」の代わりに「お喜びください」と書いた。彼の書簡を集めたディオニュソドロスがそう語っている。
Ἄξιον δὲ καὶ Πύρρου τοῦ Ἠπειρώτου μνησθῆναι, ἀνδρὸς μετὰ Ἀλέξανδρον τὰ δεύτερα ἐν στρατηγίαις ἐνεγκαμένου καὶ μυρίας τροπὰς τῆς τύχης ἐνεγκόντος. οὗτος τοίνυν ἀεὶ θεοῖς εὐχόμενος καὶ θύων καὶ ἀνατιθεὶς οὐδεπώποτε ἢ νίκην ἢ βασιλείας ἀξίωμα μεῖζον ἢ εὔκλειαν ἢ πλούτου ὑπερβολὴν ᾔτησε παρ' αὐτῶν, ἀλλ’ ἓν τοῦτο ηὔχετο, ὑγιαίνειν, ὡς ἔστ' ἂν τοῦτ' ἔχῃ, ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων.5 καὶ ἄριστα οἶμαι ἐφρόνει, λογιζόμενος ὅτι οὐδὲν ὄφελος τῶν ἁπάντων ἀγαθῶν, ἔστ' ἂν τοῦ ὑγιαίνειν μόνον ἀπῇ.
さらに、エペイロスのピュロスについても言及する価値がある。彼はアレクサンダーに次いで軍事において第二の地位を占め、運命の無数の変転を経験した人物である。この彼は、常に神々に祈り、犠牲を捧げ、献納を行う際、勝利や、より大きな王位の尊厳、名声、あるいは過度な富を神々に求めたことは一度もなく、ただこれ一つ、「健やかであること」だけを祈っていた。それがあれば、他のものは容易に彼に加わるであろうから、というのである。そして、健康だけが欠けているならば、すべての善いものも何の役にも立たないと計算していたのだから、彼の考えは最も優れていたと私は思う。
- 5ὅσον Ὀκέλλῳ τῷ Λευκανῷ καὶ Ἀρχύτᾳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς αὐτοῦ τεκμαίρεσθαι
接続詞 ὅσον と動詞の不定法(τεκμαίρεσθαι)を組み合わせた絶対不定法(infinitive absolute)の表現で、ある範囲や条件を限定する副詞的機能(「〜から推測できる限りにおいて」)を果たしている。
- 6οὖλέ τε
οὖλε は「全体的な、健康な」を意味する形容詞に由来する動詞 οὔλω の命令法で、ホメロスに見られる古い挨拶表現。続く「お喜びあれ」(χαῖρε)に先行して配置されているため、古代において健康(お健やかに)が喜び(お喜びあれ)よりも先に置かれていた証拠として提示されている。
- 7ἄλλῳ ἧλῳ ἐκκρούειν τὸν ἧλον
「別の釘で(元の)釘を叩き出す」という古典的な諺。本言及においては、自分の犯した小さな過失を過剰な衒学(例の羅列など)によって埋め合わせようとして、かえって元の問題よりも大きな不都合を生み出す危険を比喩的に表現している。
- 8δέχομαι τὴν κλῃδόνα
κλῃδών(または κληδών)は「予兆的な噂」や「偶然に発せられた、未来を予示する言葉」を意味する。アレクサンダーは、ヘファイスティオンの挨拶の失言を単なる誤りと見なさず、戦いから安全に戻るという肯定的な神の兆しとして前向きに解釈したことを示す。
- 11ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων
代名詞 τῶν ἄλλων を主語、未来分詞 προσγενησομένων を述語とする属格絶対構文(genitive absolute)。未来分詞を用いることで、先行する主節の動詞 ηὔχετο に付随する主観的な条件(「健康さえあれば、他のものは自ずと加わるだろうから」)を表している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
