Humanitext Reader

琉善 · 农神节 §31-34

克罗诺斯致富人要求分享财富与平等相待的信

第 9 段,共 10 段 · 希腊语

内容简介

本章节包含克罗诺斯写给富人的信,转达了穷人关于未能共享财产和在宴会中遭受不平等待遇的控诉,并敦促富人分享资源、平等对待他人。

§313. ΚΡΟΝΟΣ ΤΟΙΣ ΠΛΟΥΣΙΟΙΣ ΧΑΙΡΕΙΝ Οἱ πένητες ἔναγχος ἐπεστάλκασί μοι αἰτιώμενοι ὑμᾶς μὴ μεταδιδόναι σφίσιν ὧν ἔχετε, καὶ τὸ μὲν ὅλον ἠξίουν με κοινὰ πᾶσι ποιεῖν τἀγαθὰ καὶ τὸ μέρος ἕκαστον αὐτῶν ἔχειν.
3. 克罗诺斯致富人:问候。 穷人们最近给我写了信,指责你们不把所拥有的东西分给他们。 总之,他们要求我将所有善物归大家共有,使他们每个人都分得一份。
δίκαιον γὰρ εἶναι ἰσοτιμίαν καθεστηκέναι καὶ μὴ τῷ μὲν πλέον, τῷ δὲ μηδ’ ὅλως μετεῖναι τῶν ἡδέων.
因为他们认为,平等权利得以确立才是正义的,而不应该是一方多得,另一方在令人愉悦的事物上毫无份额。
ἐγὼ δὲ περὶ μὲν τούτων ἔφην ἄμεινον σκέψασθαι τὸν Δία, περὶ δὲ τῶν παρόντων καὶ ὧν ἀδικεῖσθαι ᾤοντο κατὰ τὴν ἑορτὴν ἑώρων ἐπ’ ἐμὲ καθήκουσαν τὴν κρίσιν, καὶ ὑπεσχόμην γράψειν πρὸς ὑμᾶς.
我说,关于这些事情,宙斯会考虑得更周全,但至于目前的事情以及他们认为在节日期间受到不公对待的事情,我认为判决属于我的职责,因此我承诺给你们写信。
Ἔστι δὲ ἅπερ ἀξιοῦσι ταῦτα μέτρια, ὡς ἐμοὶ ἔδοξε.
在看来,他们的要求是克制的。
πῶς γάρ, φασί, ῥιγοῦντες τοσούτῳ κρύει καὶ λιμῷ ἐχόμενοι προσέτι ἑορτάζοιμεν ἄν;
因为他们说:“在我们因如此寒冷而颤抖,而且还饱受饥饿折磨的时候,我们怎么能庆祝节日呢?
εἰ τοίνυν ἐθέλοιμι κἀκείνους μετέχειν τῆς ἑορτῆς, ἐκέλευόν με ἀναγκάσαι ὑμᾶς ἐσθήτων τε ὧν ἔχετε μεταδοῦναι αὐτοῖς, εἴ τινες περιτταὶ καὶ παχύτεραι ἢ καθ’ ὑμᾶς, καὶ τοῦ χρυσίου ὀλίγον ἐπιστάξαι αὐτοῖς.
”因此,如果我想让他们也参加节日,他们要求我强迫你们把拥有的衣服分给他们,如果有任何多余且比你们需要的更厚实的衣服,并向他们施舍少许黄金。
εἰ γὰρ ταῦτα, φασί, ποιήσετε, μηδὲ ἀμφισβητεῖν ὑμῖν ἔτι τῶν ἀγαθῶν ἐπὶ τοῦ Διός, εἰ δὲ μή, ἀπειλοῦσι προσκαλέσασθαι ἐπὶ τὸν ἀναδασμόν, ἐπειδὰν τὸ πρῶτον δίκας ὁ Ζεὺς προθῇ.
他们说:“因为如果你们这样做,他们就不会在宙斯面前再与你们争夺这些财物;但如果不这样做,他们威胁要在宙斯一设立法庭时,就起诉要求重新分配财产。
ταῦτά ἐστιν οὐ πάνυ χαλεπὰ ὑμῖν ἀπὸ τοσούτων ἃ καλῶς ποιοῦντες ἔχετε.
”从你们幸福地拥有的众多财富中拿出这些,对你们来说一点也不难。
§32Νὴ Δία καὶ τῶν δείπνων πέρι, ὡς συνδειπνοῖεν ὑμῖν—καὶ τοῦτο προσθεῖναι ἠξίουν τῇ ἐπιστολῇ, ὡς νῦν γε μόνους ὑμᾶς τρυφᾶν ἐπικλεισαμένους τὰς θύρας, εἰ δέ ποτε κἀκείνων τινὰς ἑστιᾶν διὰ μακροῦ ἐθελήσετε, πλέον τοῦ εὐφραίνοντος ἐνεῖναι τὸ ἀνιαρὸν τῷ δείπνῳ, καὶ τὰ πολλὰ ἐφ’ ὕβρει αὐτῶν γίγνεσθαι—οἷον ἐκεῖνο τὸ μὴ τοῦ αὐτοῦ οἴνου συμπίνειν, Ἡράκλεις, ὡς ἀνελεύθερον.
凭宙斯起誓,关于晚餐,让他们与你们共餐——他们也要求将这一点加入信中,因为现在只有你们在关上门独自奢侈,如果你们偶尔想在隔了很久之后款待他们中的一些人,晚餐中令人痛苦的事要多于令人愉悦的事,而且大部分事情都是为了侮辱他们——比如,不喝同一种葡萄酒,赫拉克勒斯啊,这是多么的小气!
καὶ καταγιγνώσκειν αὐτῶν ἐκείνων ἄξιον, ὅτι μὴ μεταξὺ ἀναστάντες οἴχονται ὅλον ὑμῖν τὸ συμπόσιον καταλιπόντες.
而他们本身也是该受指责的,因为他们没有在半途站起来离去,把整个宴会留给你们。
ἀλλ’ οὐδὲ ἐς κόρον ὅμως φασὶ πίνειν.
但他们说,他们甚至连饱肚子都喝不到。
τοὺς γὰρ οἰνοχόους ὑμῶν ὥσπερ τοὺς Ὀδυσσέως ἑταίρους κηρῷ βεβύσθαι τὰ ὦτα.
因为你们的斟酒童就像奥德修斯的伙伴一样,耳朵里塞满了蜡。
τὰ μὲν γὰρ ἄλλα οὕτως αἰσχρά ἐστιν, ὥστε ὀκνῶ λέγειν, ἃ περὶ τῆς νομῆς τῶν κρεῶν αἰτιῶνται καὶ τῶν διακόνων, ὑμῖν μὲν παρεστώτων ἔστ’ ἂν ὑπερεμφορηθῆτε, ἐκείνους δὲ παραθεόντων, καὶ ἄλλα πολλὰ τοιαῦτα μικροπρεπῆ καὶ ἥκιστα ἐλευθέροις πρέποντα.
因为其他的事情实在太可耻了,以至于我羞于启齿,他们指责关于肉的分配和仆役的事情,那些仆人侍立在你们身旁直到你们吃得过饱,而对他们却只是匆匆走过,以及许多其他如此小气且最不符合自由人身份的事情。
τὸ γοῦν ἥδιστον καὶ συμποτικώτερον ἡ ἰσοτιμία ἐστί, καὶ ὁ ἰσοδαίτης τούτου ἕνεκα ἡγεῖται ὑμῖν τῶν συμποσίων, ὡς τὸ ἴσον ἅπαντες ἔχοιεν.
无论如何,平等是最令人愉悦且最适合宴会的,因此等分分配者主持你们的宴会,以便所有人都能获得平等的一份。
§33Ὁρᾶτε οὖν ὅπως μηκέτι ὑμᾶς αἰτιάσωνται, ἀλλὰ τιμήσωσι καὶ φιλήσωσι τῶν ὀλίγων τούτων μεταλαμβάνοντες· ὧν ὑμῖν μὲν ἡ δαπάνη ἀνεπαίσθητος, ἐκείνοις δὲ ἐν καιρῷ τῆς χρείας ἡ δόσις ἀείμνηστος.
因此,你们要设法让他们不再指责你们,而是通过分享这些少许的东西来尊敬和爱戴你们;对你们来说这些支出是微不足道的,但对他们来说在需要之时的施予是终生难忘的。
ἄλλως τε οὐδ’ ἂν οἰκεῖν δύναισθε τὰς πόλεις μὴ οὐχὶ καὶ πενήτων συμπολιτευομένων καὶ μυρία πρὸς τὴν εὐδαιμονίαν ὑμῖν συντελούντων, οὐδ’ ἂν ἔχοιτε τοὺς θαυμάζοντας ὑμῶν τὸν πλοῦτον, ἢν μόνοι καὶ ἰδίᾳ καὶ ὑπὸ σκότῳ πλουτῆτε.
尤其是,如果穷人不共同作为公民生活,并为你们的幸福做出无数贡献,你们甚至无法居住在城市里,如果你们只是独自、私下且在黑暗中富有,你们也不会有羡慕你们财富的人。
ἰδέτωσαν οὖν πολλοὶ καὶ θαυμασάτωσαν ὑμῶν τὸν ἄργυρον καὶ τὰς τραπέζας καὶ προπινόντων φιλοτησίας, μεταξὺ πίνοντες περισκοπείτωσαν τὸ ἔκπωμα καὶ τὸ βάρος ἴστωσαν αὐτοὶ διαβαστάσαντες καὶ τῆς ἱστορίας τὸ ἀκριβὲς καὶ τὸν χρυσὸν ὅσος, ὃς ἐπανθεῖ τῇ τέχνῃ.
因此,让许多人看见并赞赏你们的银器、餐桌和祝酒时的亲谊杯吧;让他们在饮酒时打量那杯子,让他们自己拿起来掂量其重量,知道故事的精致,以及艺术品上绽放了多少黄金。
πρὸς γὰρ τῷ χρηστοὺς καὶ φιλανθρώπους ἀκούειν καὶ τοῦ φθονεῖσθαι ὑπ’ αὐτῶν ἔξω γενήσεσθε.
因为除了被称为善良和仁慈之外,你们还将免受他们的嫉妒。
τίς γὰρ ἂν φθονήσειε τῷ κοινωνοῦντι καὶ διδόντι τῶν μετρίων;
谁会嫉妒一个分享并施予适度之物的人呢?
τίς δ’ οὐκ ἂν εὔξαιτο εἰς τὸ μήκιστον διαβιῶναι αὐτὸν ἀπολαύοντα τῶν ἀγαθῶν;
谁又不会祈祷他能活得最久、享受他的善物呢?
ὡς δὲ νῦν ἔχετε, ἀμάρτυρος μὲν ἡ εὐδαιμονία, ἐπίφθονος δὲ ὁ πλοῦτος, ἀηδὴς δὲ ὁ βίος.
但就你们现状而言,幸福无人见证,财富招人嫉妒,生活令人不快。
§34οὐδὲ γὰρ οὐδὲ ὁμοίως ἡδύ, οἶμαι, μόνον ἐμπίπλασθαι, ὥσπερ τοὺς λέοντάς φασι καὶ τοὺς μονιοὺς τῶν λύκων, καὶ συνόντας δεξιοῖς ἀνδράσι καὶ πάντα χαρίζεσθαι πειρωμένοις, οἳ πρῶτα μὲν οὐ κωφὸν καὶ ἄφωνον τὸ συμπόσιον ἐάσουσιν εἶναι, ἀλλ’ ἐν μύθοις συμποτικοῖς καὶ σκώμμασιν ἀνεπαχθέσι καὶ φιλοφροσύναις ποικίλαις συνέσονται, οἷαι διατριβαὶ ἥδισται, φίλαι μὲν Διονύσῳ καὶ Ἀφροδίτῃ, φίλαι δὲ Χάρισιν, ἔπειτα δὲ πρὸς ἅπαντας ἐς τὴν ὑστεραίαν διηγούμενοι ὑμῶν τὴν δεξιότητα φιλεῖσθαι παρασκευάσουσι.
因为我认为,像人们所说的狮子和独狼那样独自饱食,并不同样令人愉快,同那些在一切事上都力图取悦的聪明人在一起,他们首先不会让宴会变得沉闷无声,而是会在宴会故事、无害的笑话和各种友好的问候中相处——这些娱乐是最甜美的,为狄奥尼索斯和阿佛洛狄忒所喜爱,也为美惠三女神所喜爱——然后,通过在第二天向所有人讲述你们的聪明才智,他们会使你们受到爱戴。
ταῦτα πολλοῦ πρίασθαι καλῶς εἶχεν.
这些事情即使用高价购买也是非常值得的。

词汇与语法注释

  1. §31δίκαιον γὰρ εἶναι ἰσοτιμίαν καθεστηκέναι — 接在非人称不定式“dikaion einai”(是正义的)之后的宾格与不定式结构。“isotimian kathestekenai”(平等权利得以确立)作为主语宾格。“gar”引入了穷人们诉求的理由。
  2. §32ὡς συνδειπνοῖεν ὑμῖν — 连词“hos”引导请求的内容。选择式“syndeipnoien”是过去时主动词“exioun”之后间接引语中的斜格选择式,表示穷人们要求与富人共餐的内容。
  3. §33μὴ οὐχὶ καὶ πενήτων συμπολιτευομένων — 承接主句的否定表达(“oud’ an dynaisthe”),“me ouchi”与属格独立分词短语“peneton sympoliteuomenon”结合,表示否定条件。通过双重否定表达强烈的肯定条件,即“除非穷人也共同生活为公民,否则……不能”。
  4. §34οὐδὲ γὰρ οὐδὲ ὁμοίως ἡδύ ... μόνον ἐμπίπλασθαι ... καὶ συνόντας — 通过“homoios ... kai ...”的关联结构,表示“A(“monon empiplasthai”:独自饱食)并不像B(“synontas...”:与聪明人在一起)那样令人愉快”的比较。分词“synontas”(宾格复数)起到了相当于宾格不定式的名词性功能,并与默示的主语宾格(如“hemas”)相呼应。

引用这一段

琉善, 农神节 §31-34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:31-34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。