Humanitext Reader

琉善 · 农神节 §26-30

克洛诺斯论富人的焦虑与死亡的平等

第 8 段,共 10 段 · 希腊语

内容简介

克洛诺斯宽慰穷人,指出富人的生活充满了无尽的焦虑与损害健康的无节制,并解释说富人的大部分财富只是为了向穷人炫耀,最后劝告大家在所有人即将面对死亡的事实下好好享受节日。

§26τὸ δὲ ὅλον, ἴστε οἱ πένητες ὑμεῖς ἐξηπατημένοι καὶ οὐκ ὀρθῶς δοξάζοντες περὶ τῶν πλουσίων, οἵ γε πανευδαίμονας αὐτοὺς οἴεσθε εἶναι καὶ μόνους ἡδύν τινα βιοῦν τὸν βίον, ὅτι δειπνεῖν τε πολυτελῶς ἔστιν αὐτοῖς καὶ μεθύσκεσθαι οἴνου ἡδέος καὶ παισὶν ὡραίοις καὶ γυναιξὶν ὁμιλεῖν καὶ ἐσθῆσι μαλακαῖς χρῆσθαι.
简而言之,你们这些穷人要知道,你们被欺骗了,对富人的看法是不正确的。 你们认为他们完全幸福,只有他们过着甜蜜的生活,因为他们可以奢侈地用餐、喝甜美的葡萄酒、与美少年和妇女交往、穿柔软的衣服。
τὸ δὲ πάνυ ἀγνοεῖτε ὁποῖόν ἐστιν.
但你们完全不知道其实际情况如何。
αἵ τε γὰρ φροντίδες αἱ περὶ τούτων οὐ μικραί, ἀλλ’ ἀνάγκη ἐπαγρυπνεῖν ἑκάστοις, μή τι ὁ οἰκονόμος βλακεύσας ἢ ὑφελόμενος λάθῃ, μὴ ὁ οἶνος ὀξυνθῇ, μὴ ὁ σῖτος φθειρὶ ζέσῃ, ἢ ὁ λῃστὴς ὑφέληται τὰ ἐκπώματα, μὴ πιστεύσῃ τοῖς συκοφάνταις ὁ δῆμος λέγουσι τυραννεῖν αὐτὸν ἐθέλειν.
因为关于这些事情的焦虑并非小事,每个人都必须在夜间保持警惕,担心管家是否因懒惰或偷窃而未被发现,担心葡萄酒是否变酸,谷物是否生虫,或者盗贼是否偷走杯子,担心民众是否会相信那些声称他想成为僭主的密告者。
ταῦτα δὲ πάντα οὐδὲ τὸ πολλοστὸν ἂν εἴη μέρος τῶν ἀνιώντων αὐτούς.
而所有这些甚至还不到折磨他们的事物的极小一部分。
εἰ γοῦν ἠπίστασθε τοὺς φόβους καὶ τὰς μερίμνας ἃς ἔχουσιν, πάνυ ἂν ὑμῖν φευκτέον ὁ πλοῦτος ἔδοξεν.
总之,如果你们知道他们所怀有的恐惧和忧虑,财富在你们看来绝对是应该避之不及的东西了。
§27ἐπεί τοι οἴει με αὐτὸν οὕτως ἄν ποτε κορυβαντιᾶσαι, ὡς εἰ καλὸν ἦν τὸ πλουτεῖν καὶ βασιλεύειν, ἀφέντα ἂν αὐτὰ καὶ παραχωρήσαντα ἄλλοις καθῆσθαι ἰδιωτεύοντα καὶ ἀνέχεσθαι ὑπ’ ἄλλῳ ταττόμενον;
因为你认为,如果富有和做国王是一件好事,我自己会如此狂乱,以至于放弃它们并让给他人,从而坐下来做一个普通人并忍受被置于他人之下吗?
ἀλλὰ τὰ πολλὰ ταῦτα εἰδώς, ἃ τοῖς πλουσίοις καὶ ἄρχουσι προσεῖναι ἀνάγκη, ἀφῆκα τὴν ἀρχὴν εὖ ποιῶν.
但因为知道这些必须属于富人和统治者的许多烦恼,我明智地放弃了统治权。
§28Καὶ γὰρ ἃ νῦν ἐποτνιῶ πρός με, ὡς τοὺς μὲν ὑῶν καὶ πλακούντων ἐμφορουμένους ἐν τῇ ἑορτῇ, σκέψαι ὁποῖά ἐστι.
而事实上,看看你现在向我抱怨的那些事情,即他们有人在节日里塞满猪肉和蛋糕,它们到底是怎样的。
πρὸς μὲν γὰρ τὸ παρὸν ἡδὺ καὶ οὐκ ἀνιαρὸν ἴσως ἑκάτερον αὐτῶν, πρὸς δὲ τὰ μετὰ ταῦτα ἔμπαλιν ἀναστρέφεται τὸ πρᾶγμα.
因为就目前而言,这两者或许都是甘美且无痛苦的,但对于这之后的事情,情况就会完全反过来。
εἶτα ὑμεῖς μὲν οὔτε καρηβαροῦντες ἀνασταίητ’ ἂν ἐς τὴν ὑστεραίαν ὥσπερ ἐκεῖνοι ὑπὸ τῆς μέθης οὔτε ὑπὸ τῆς ἄγαν πλησμονῆς δυσῶδές τι καὶ καπνωδέστερον ἐρυγγάνοντες· οἱ δὲ τούτων τε ἀπολαύουσι καὶ τὸ πολὺ τῆς νυκτὸς ἢ παισὶν ἢ γυναιξὶν ἢ ὅπως ἂν ὁ τράγος κελεύῃ συναναφυρέντες ἢ φθόην ἢ περιπνευμονίαν ἢ ὕδερον οὐ χαλεπῶς συνελέξαντο ἐκ τῆς πολλῆς τρυφῆς.
因此,你们在第二天早上既不会像他们那样因醉酒而头痛地起床,也不会因过度饱胀而打出难闻且烟熏般的嗝;但他们享受这些,并在夜间的大部分时间里要么与少年,要么与妇女,或者听从欲望的驱使混在一起,从而因极度的奢侈而轻易地患上肺病、肺炎或水肿。
ἢ τίνα ἂν αὐτῶν ῥᾳδίως δεῖξαι δύναιο μὴ πάντως ὠχρὸν ὄντα πολὺ τὸ νεκρῶδες ἐμφαίνοντα;
或者,他们中你能轻易指出哪一个不是完全苍白、显露出极多死人般神色的?
τίνα δὲ ἐς γῆρας ἀφικόμενον τοῖς αὐτοῦ ποσίν, ἀλλὰ μὴ φοράδην ἐπὶ τεττάρων ὀχούμενον, ὁλόχρυσον μὲν τὰ ἔξω, κατάρραφον δὲ τὰ ἔνδον, ὥσπερ αἱ τραγικαὶ ἐσθῆτες ἐκ ῥακῶν πάνυ εὐτελῶν συγκεκαττυμέναι;
又有谁在达到老年时是用自己的双脚,而不是由四个人抬着担架运送,外表全是金色,内心却是缝缝补补,就像用极便宜的破布缝合在一起的悲剧服装一样?
ὑμεῖς δὲ ἰχθύων μὲν ἄγευστοι καὶ ἄσιτοι, ποδάγρας δὲ ἢ περιπνευμονίας οὐχ ὁρᾶθ’ ὅτι καὶ τούτων ἄπειροί ἐστε, ἢ εἴ τι κατ’ ἄλλην τινὰ αἰτίαν συμβαίνει;
另一方面,你们虽然尝不到鱼的味道,也缺乏食物,但难道你们看不出你们也同样免受痛风和肺炎的折磨吗,除非是由于其他某些原因发生的?
καίτοι οὐδ’ αὐτοῖς ἐκείνοις ἡδύ ἐστιν αὐτὸν καθ’ ἡμέραν καὶ πέρα τοῦ κόρου ἐσθίειν τούτων, ἀλλὰ ἴδοις ἂν αὐτοὺς οὕτω λαχάνων καὶ θύμου ὀρεγομένους ἐνίοτε, ὥσπερ οὐδὲ σὺ τῶν λαγωῶν καὶ ὑῶν.
然而,即使对他们自己来说,每天吃到饱胀之外也并不愉快,你有时会看到他们渴望蔬菜和百里香,就像你渴望野兔和猪肉那样。
§29Ἐῶ λέγειν ὅσα ἄλλα λυπεῖ αὐτούς—υἱὸς ἀκόλαστος ἢ γυνὴ τοῦ οἰκέτου ἐρῶσα ἢ ἐρώμενος πρὸς ἀνάγκην μᾶλλον ἢ πρὸς ἡδονὴν συνών.
至于折磨他们的其他许多事情——放荡的儿子,或者爱上仆人的妻子,或者迫于无奈而非为了快乐而陪伴他们的男宠——我就不说了。
καὶ ὅλως πολλά ἐστιν ἅπερ ὑμεῖς ἀγνοοῦντες τὸν χρυσὸν ὁρᾶτε αὐτῶν μόνον καὶ τὴν πορφύραν, καὶ ἢν ἴδητέ ποτε ἐξελαύνοντας ἐπὶ λευκοῦ ζεύγους, κεχήνατε καὶ προσκυνεῖτε.
总之,有许多事情是你们所不知道的,你们只看到他们的黄金和紫衣,如果你们看到他们乘着白马双驾车出行,就会张大嘴巴并顶礼膜拜。
εἰ δὲ ὑπερεωρᾶτε αὐτῶν καὶ κατεφρονεῖτε καὶ μήτε ἐπεστρέφεσθε πρὸς τὴν ἀργυρᾶν ἁρμάμαξαν μήτε μεταξὺ διαλεγομένων εἰς τὸν ἐν τῷ δακτυλίῳ σμάραγδον ἀφεωρᾶτε καὶ τῶν ἱματίων παραπτόμενοι τὸ μαλακὸν ἐθαυμάζετε, ἀλλ’ εἰᾶτε καθ’ ἑαυτοὺς πλουτεῖν, εὖ ἴστε, αὐτοὶ ἐφ’ ὑμᾶς ἰόντες ἐδέοντο συνδειπνεῖν, ὡς ἐπιδείξαιντο ὑμῖν τὰς κλίνας καὶ τὰς τραπέζας καὶ τὰ ἐκπώματα, ὧν οὐδὲν ὄφελος, εἰ ἀμάρτυρος ἡ κτῆσις εἴη.
但是,如果你们瞧不起他们、鄙视他们,既不回头看那银色的马车,也不在他们谈话时盯着他们戒指上的祖母绿看,也不通过抚摸来赞赏他们衣服的柔软,而是让他们自己富有去,那么请确信,他们自己会主动来找你们,恳求你们共进晚餐,以便向你们展示他们的卧榻、桌子和杯子,因为如果没有人见证,这些财产的拥有将毫无用处。
§30τά γέ τοι πλεῖστα εὕροιτε ἂν αὐτοὺς ὑμῶν ἕνεκα κτωμένους, οὐχ ὅπως αὐτοὶ χρήσωνται, ἀλλ’ ὅπως ὑμεῖς θαυμάζοιτε.
无论如何,你会发现他们获取的大部分东西都是为了你们的缘故,不是为了他们自己使用,而是为了让你们羡慕。
Ταῦτα ὑμᾶς παραμυθοῦμαι εἰδὼς τὸν βίον ἑκάτερον, καὶ ἄξιον ἑορτάζειν ἐνθυμουμένους ὅτι μετ’ ὀλίγον ἅπαντας δεήσει ἀπιέναι ἐκ τοῦ βίου κἀκείνους τὸν πλοῦτον καὶ ὑμᾶς τὴν πενίαν ἀφέντας.
我知道这两种生活,以此来宽慰你们,你们应当在心中记住,不久之后所有人都要离开人世,他们留下财富,而你们留下贫穷,从而好好享受节日。
πλὴν ἐπιστελῶ γε αὐτοῖς ὥσπερ ὑπεσχόμην, καὶ οἶδ’ ὅτι οὐκ ὀλιγωρήσουσι τῶν ἐμῶν γραμμάτων.
不过,我会像承诺过的那样写信给他们,我知道他们绝不会忽视我的信件。

词汇与语法注释

  1. §26ἴστε — 此词既可作第二人称复数现在时直陈式,也可作命令式。在此处,其后接呼格 `οἱ πένητες ὑμεῖς` 和分词补足语,解释为表示强烈教导语气的命令式(“你们当知!”)最为自然。
  2. §27ἀφέντα ἂν — 语气词 `ἄν` 修饰宾格不定式 `κορυβαντιᾶσαι` 和 `καθῆσθαι`(其逻辑主语为 `με αὐτόν`),并与条件从句 `εἰ καλὸν ἦν`(与过去事实相反的虚拟)结合,构成虚拟语气的归结句(“本会……”)。分词 `ἀφέντα` 和 `παραχωρήσαντα` 与不定式的宾格主语保持一致。
  3. §28ὥσπερ οὐδὲ σὺ — 此比较从句直译为“正如你也不[渴望]野兔和猪肉一样”。在语境中,它构成了一种双重对比:富人厌倦了奢侈,渴望朴素的蔬菜,正如穷人渴望他们无法经常得到的奢侈肉类(野兔和猪肉)一样。
  4. §29εἰ ἀμάρτυρος ἡ κτῆσις εἴη — 条件从句中希求式 `εἴη` 的使用表示一种普遍或假设的可能性(“如果财产是无人见证的”)。归结从句 `οὐδὲν ὄφελος [ἐστί]` 使用现在直陈式(省略系动词),将结论作为客观事实呈现(“毫无用处”)。

引用这一段

琉善, 农神节 §26-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:26-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。