- 底本
- Lucian, Vol. 6. Kilburn, Kenneth, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1959 (unrenewed copyright).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:31-34
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
クロノスから富者たちへの手紙であり、貧者たちの分け前の要求や、宴席での差別に対する苦情を伝え、富者たちに対して財産の分与と宴席での平等の扱いを促している。
3. ΚΡΟΝΟΣ ΤΟΙΣ ΠΛΟΥΣΙΟΙΣ ΧΑΙΡΕΙΝ Οἱ πένητες ἔναγχος ἐπεστάλκασί μοι αἰτιώμενοι ὑμᾶς μὴ μεταδιδόναι σφίσιν ὧν ἔχετε, καὶ τὸ μὲν ὅλον ἠξίουν με κοινὰ πᾶσι ποιεῖν τἀγαθὰ καὶ τὸ μέρος ἕκαστον αὐτῶν ἔχειν. δίκαιον γὰρ εἶναι ἰσοτιμίαν καθεστηκέναι1 καὶ μὴ τῷ μὲν πλέον, τῷ δὲ μηδ’ ὅλως μετεῖναι τῶν ἡδέων. ἐγὼ δὲ περὶ μὲν τούτων ἔφην ἄμεινον σκέψασθαι τὸν Δία, περὶ δὲ τῶν παρόντων καὶ ὧν ἀδικεῖσθαι ᾤοντο κατὰ τὴν ἑορτὴν ἑώρων ἐπ’ ἐμὲ καθήκουσαν τὴν κρίσιν, καὶ ὑπεσχόμην γράψειν πρὸς ὑμᾶς. Ἔστι δὲ ἅπερ ἀξιοῦσι ταῦτα μέτρια, ὡς ἐμοὶ ἔδοξε. πῶς γάρ, φασί, ῥιγοῦντες τοσούτῳ κρύει καὶ λιμῷ ἐχόμενοι προσέτι ἑορτάζοιμεν ἄν; εἰ τοίνυν ἐθέλοιμι κἀκείνους μετέχειν τῆς ἑορτῆς, ἐκέλευόν με ἀναγκάσαι ὑμᾶς ἐσθήτων τε ὧν ἔχετε μεταδοῦναι αὐτοῖς, εἴ τινες περιτταὶ καὶ παχύτεραι ἢ καθ’ ὑμᾶς, καὶ τοῦ χρυσίου ὀλίγον ἐπιστάξαι αὐτοῖς. εἰ γὰρ ταῦτα, φασί, ποιήσετε, μηδὲ ἀμφισβητεῖν ὑμῖν ἔτι τῶν ἀγαθῶν ἐπὶ τοῦ Διός, εἰ δὲ μή, ἀπειλοῦσι προσκαλέσασθαι ἐπὶ τὸν ἀναδασμόν, ἐπειδὰν τὸ πρῶτον δίκας ὁ Ζεὺς προθῇ. ταῦτά ἐστιν οὐ πάνυ χαλεπὰ ὑμῖν ἀπὸ τοσούτων ἃ καλῶς ποιοῦντες ἔχετε.
3. クロノスから富める者たちへ、挨拶を送る。貧者たちが最近、私に手紙を送り、あなた方が自分たちの持っているものを分け与えないと非難してきた。そして要するに、私に対して、善きものをすべての人の共有にすること、そして彼ら一人一人がその分け前を得るように求めたのだ。なぜなら、平等な権利が確立されるのが正義であり、一方が多くを持ち、他方が快いものをまったく共有しないのは正しくないからだと。私はこれらについてはゼウスがより良く検討するだろうと言い、一方、現在のこと、および彼らがこの祝祭において不当な扱いを受けていると考えていることについては、判断を下すのが私の管轄であるとみなし、あなた方に手紙を書くことを約束した。彼らが求めていることは、私に思われたところでは、控えめなものである。なぜなら、「どうしてこれほどの寒さに凍え、さらに飢えに苦しめられながら、祝祭を祝うことができようか」と彼らは言うからである。それゆえ、もし私が彼らをも祝祭に参加させたいと望むなら、あなた方が持っている衣服のうち、もし余分なものや、あなた方にとって厚すぎるものがあれば、それを彼らに分け与え、また金を彼らに少し分け与えるように、あなた方に強制してくれと彼らは私に求めた。「もしあなた方がこれらを実行すれば」と彼らは言う、「ゼウスの前でもうあなた方の富をめぐって争うことはない。しかし、もしそうしないなら、ゼウスが最初に裁判を設けるときに、財産の再分配を求めて訴え出ると彼らは脅している」。これらは、あなた方が幸福にも持っている多くのものからすれば、あなた方にとって決して困難なことではない。
Νὴ Δία καὶ τῶν δείπνων πέρι, ὡς συνδειπνοῖεν ὑμῖν2—καὶ τοῦτο προσθεῖναι ἠξίουν τῇ ἐπιστολῇ, ὡς νῦν γε μόνους ὑμᾶς τρυφᾶν ἐπικλεισαμένους τὰς θύρας, εἰ δέ ποτε κἀκείνων τινὰς ἑστιᾶν διὰ μακροῦ ἐθελήσετε, πλέον τοῦ εὐφραίνοντος ἐνεῖναι τὸ ἀνιαρὸν τῷ δείπνῳ, καὶ τὰ πολλὰ ἐφ’ ὕβρει αὐτῶν γίγνεσθαι—οἷον ἐκεῖνο τὸ μὴ τοῦ αὐτοῦ οἴνου συμπίνειν, Ἡράκλεις, ὡς ἀνελεύθερον. καὶ καταγιγνώσκειν αὐτῶν ἐκείνων ἄξιον, ὅτι μὴ μεταξὺ ἀναστάντες οἴχονται ὅλον ὑμῖν τὸ συμπόσιον καταλιπόντες. ἀλλ’ οὐδὲ ἐς κόρον ὅμως φασὶ πίνειν. τοὺς γὰρ οἰνοχόους ὑμῶν ὥσπερ τοὺς Ὀδυσσέως ἑταίρους κηρῷ βεβύσθαι τὰ ὦτα. τὰ μὲν γὰρ ἄλλα οὕτως αἰσχρά ἐστιν, ὥστε ὀκνῶ λέγειν, ἃ περὶ τῆς νομῆς τῶν κρεῶν αἰτιῶνται καὶ τῶν διακόνων, ὑμῖν μὲν παρεστώτων ἔστ’ ἂν ὑπερεμφορηθῆτε, ἐκείνους δὲ παραθεόντων, καὶ ἄλλα πολλὰ τοιαῦτα μικροπρεπῆ καὶ ἥκιστα ἐλευθέροις πρέποντα. τὸ γοῦν ἥδιστον καὶ συμποτικώτερον ἡ ἰσοτιμία ἐστί, καὶ ὁ ἰσοδαίτης τούτου ἕνεκα ἡγεῖται ὑμῖν τῶν συμποσίων, ὡς τὸ ἴσον ἅπαντες ἔχοιεν.
ゼウスにかけて、食事についても彼らがあなた方と食事を共にできるようにと――このことも手紙に付け加えるよう彼らは求めた。というのも、現在あなた方だけが門を閉ざして贅沢をしており、もしときたま彼らの何人かを久しぶりに持てなそうとしても、食事には喜びよりも苦痛が多く含まれており、彼らの大半のことは侮辱のために行われるからである、と。例えば、同じワインを一緒に飲まないこと。ヘラクレスよ、なんと浅ましいことか!そして、彼ら自身についても非難されるべきである。なぜなら、彼らは立ち上がって途中で立ち去り、宴会全体をあなた方に残してしまわないからだ。しかしそれにもかかわらず、彼らは腹いっぱい飲むことさえできないと言う。あなた方の給仕たちは、まるでオデュッセウスの仲間たちのように、耳に蝋を詰められているのだから。それ以外のことは極めて恥ずべきことなので、私は言うのをためらう。彼らが肉の分配や給仕たちについて非難していること、つまり、あなた方には飽き足るまで給仕たちが傍らに控えているのに、彼らのところには給仕たちが通り過ぎるだけであること、その他多くのそのような卑小で自由人にまったくふさわしくない事柄について。ともあれ、最も快く、宴会にふさわしいのは平等であり、このために、等分に配る者があなた方の宴会を主宰し、すべての人が平等に得るようにするのだ。
Ὁρᾶτε οὖν ὅπως μηκέτι ὑμᾶς αἰτιάσωνται, ἀλλὰ τιμήσωσι καὶ φιλήσωσι τῶν ὀλίγων τούτων μεταλαμβάνοντες· ὧν ὑμῖν μὲν ἡ δαπάνη ἀνεπαίσθητος, ἐκείνοις δὲ ἐν καιρῷ τῆς χρείας ἡ δόσις ἀείμνηστος. ἄλλως τε οὐδ’ ἂν οἰκεῖν δύναισθε τὰς πόλεις μὴ οὐχὶ καὶ πενήτων συμπολιτευομένων3 καὶ μυρία πρὸς τὴν εὐδαιμονίαν ὑμῖν συντελούντων, οὐδ’ ἂν ἔχοιτε τοὺς θαυμάζοντας ὑμῶν τὸν πλοῦτον, ἢν μόνοι καὶ ἰδίᾳ καὶ ὑπὸ σκότῳ πλουτῆτε. ἰδέτωσαν οὖν πολλοὶ καὶ θαυμασάτωσαν ὑμῶν τὸν ἄργυρον καὶ τὰς τραπέζας καὶ προπινόντων φιλοτησίας, μεταξὺ πίνοντες περισκοπείτωσαν τὸ ἔκπωμα καὶ τὸ βάρος ἴστωσαν αὐτοὶ διαβαστάσαντες καὶ τῆς ἱστορίας τὸ ἀκριβὲς καὶ τὸν χρυσὸν ὅσος, ὃς ἐπανθεῖ τῇ τέχνῃ. πρὸς γὰρ τῷ χρηστοὺς καὶ φιλανθρώπους ἀκούειν καὶ τοῦ φθονεῖσθαι ὑπ’ αὐτῶν ἔξω γενήσεσθε. τίς γὰρ ἂν φθονήσειε τῷ κοινωνοῦντι καὶ διδόντι τῶν μετρίων; τίς δ’ οὐκ ἂν εὔξαιτο εἰς τὸ μήκιστον διαβιῶναι αὐτὸν ἀπολαύοντα τῶν ἀγαθῶν; ὡς δὲ νῦν ἔχετε, ἀμάρτυρος μὲν ἡ εὐδαιμονία, ἐπίφθονος δὲ ὁ πλοῦτος, ἀηδὴς δὲ ὁ βίος.
したがって、彼らがもうあなた方を非難せず、これらのわずかな分け前を得て、あなた方を敬い愛するように取り計らいなさい。あなた方にとってはその支出は気にならないほどであり、彼らにとっては必要なときになされたその贈り物は永遠に記憶されるものとなる。それに、貧者たちが共に市民として生活し、あなた方の幸福のために無数の貢献をしていなければ、あなた方は都市に住むことすらできないだろうし、もしあなた方だけで私的に、そして暗闇の中で富んでいるなら、あなた方の富を感嘆する人々を持つこともできないだろう。だから、多くの人があなた方の銀やテーブル、乾杯する親愛の杯を見て感嘆するようにしなさい。飲みながら、彼らにその杯を見回させ、自ら持ち上げてその重さを知らせ、絵柄の正確さや、技術の上に咲き誇る金の量を知らせなさい。なぜなら、親切で人間味があるという評判を得ることに加えて、彼らから嫉妬されることもなくなるからである。控えめなものを共有し、与えてくれる人に、誰が嫉妬するだろうか。また、その善きものを享受しながら、彼が最も長く生きることを誰が祈らないだろうか。しかし、あなた方の現状では、幸福は目撃者がおらず、富は嫉妬を招き、生活は不快なものである。
οὐδὲ γὰρ οὐδὲ ὁμοίως ἡδύ, οἶμαι, μόνον ἐμπίπλασθαι, ὥσπερ τοὺς λέοντάς φασι καὶ τοὺς μονιοὺς τῶν λύκων, καὶ συνόντας4 δεξιοῖς ἀνδράσι καὶ πάντα χαρίζεσθαι πειρωμένοις, οἳ πρῶτα μὲν οὐ κωφὸν καὶ ἄφωνον τὸ συμπόσιον ἐάσουσιν εἶναι, ἀλλ’ ἐν μύθοις συμποτικοῖς καὶ σκώμμασιν ἀνεπαχθέσι καὶ φιλοφροσύναις ποικίλαις συνέσονται, οἷαι διατριβαὶ ἥδισται, φίλαι μὲν Διονύσῳ καὶ Ἀφροδίτῃ, φίλαι δὲ Χάρισιν, ἔπειτα δὲ πρὸς ἅπαντας ἐς τὴν ὑστεραίαν διηγούμενοι ὑμῶν τὴν δεξιότητα φιλεῖσθαι παρασκευάσουσι. ταῦτα πολλοῦ πρίασθαι καλῶς εἶχεν.
なぜなら、まるでライオンや狼たちの中の一匹狼のように一人だけで腹を満たすのと、気が利いて、何でも楽しませようと努める男たちと共にいるのとは、同様に快いわけではないと思うからだ。その男たちは、まず宴会を静かで声のないものにせず、かえって宴会にふさわしい対話や、害のない冗談や、多様な親愛の情をもって同席する。そのような団らんは極めて快く、ディオニュソスやアプロディテに愛され、カリスたちに愛されるものである。さらに、翌日には全員に対してあなた方の気の利きようを語り伝え、あなた方が愛されるようにしてくれる。これらは、大金を払ってでも手に入れる価値のあることだ。
- 31δίκαιον γὰρ εἶναι ἰσοτιμίαν καθεστηκέναι
dīkaion einai(正しいことである)という非人称表現の不定詞形に続く対格不定詞構文。isotīmian kathestēkenai(平等な権利が確立されていること)が主語対格として機能している。gár は貧者たちの主張の根拠を示す。
- 32ὡς συνδειπνοῖεν ὑμῖν
ὡς は目的または要求の内容を導く接続詞。希求法 συνδειπνοῖεν は、過去の主動詞(ἠξίουν)に後続する間接話法における斜格希求法であり、貧者たちが手紙に含めるよう求めた要求の内容(「彼らがあなた方と共食できるように」)を示している。
- 33μὴ οὐχὶ καὶ πενήτων συμπολιτευομένων
主節の否定表現(οὐδ’ ἂν δύναισθε)を受けて、条件・前提の否定を表す μὴ οὐχὶ に属格独立分詞句(πενήτων συμπολιτευομένων)が結合している。「貧者たちも共に市民生活を送るのでなければ……できない」という二重否定による強い肯定条件を表す。
- 34οὐδὲ γὰρ οὐδὲ ὁμοίως ἡδύ ... μόνον ἐμπίπλασθαι ... καὶ συνόντας
ὁμοίως ... καί ... の相関構造により、「A(μόνον ἐμπίπλασθαι:一人で満腹すること)は、B(συνόντας...:賢い人々と共にいること)と同様に快いわけではない」という比較を表す。分詞 συνόντας は、対格不定詞に相当する名詞的機能を果たしており、対格複数形は暗黙の主語(ἡμᾶς)に呼応している。
