Humanitext Reader

琉善 · 农神节 §35-39

克罗诺斯的严正警告与富人的辩解回信

第 10 段,共 10 段 · 希腊语

内容简介

克罗诺斯警告富人独占财富的危险并劝其与穷人分享,富人则写信申辩,控诉穷人粗鄙无礼的行为,但表示若穷人能恪守礼仪,他们愿意提供资助。

§35Ἐπεὶ ἐρήσομαι ὑμᾶς, εἰ μύοντες οἱ πένητες βαδίζοιεν—ὑποθώμεθα γὰρ οὕτως—οὐκ ἂν ὑμᾶς ἠνίασεν οὐκ ἔχοντας οἷς ἐπιδείξαισθε τὰς ἁλουργεῖς ἐσθῆτας καὶ τῶν ἀκολουθούντων τὸ πλῆθος ἢ τῶν δακτυλίων τὸ μέγεθος;
我要问你们,如果穷人们闭着眼睛走路——让我们姑且这样假设——这难道不会让你们感到痛苦吗? 因为你们将没有人在面前炫耀你们的紫色衣服、随从的人群或戒指的大小。
ἐῶ λέγειν ὡς καὶ ἐπιβουλὰς καὶ μίση παρὰ τῶν πενήτων ἀναγκαῖον ἐγγίγνεσθαι πρὸς ὑμᾶς, ἢν μόνοι τρυφᾶν ἐθέλητε.
我且不说,如果你们只想独自享受奢侈,穷人们对你们的阴谋和憎恨是必然会产生的。
ἃ μὲν γὰρ εὔξασθαι καθ’ ὑμῶν ἀπειλοῦσιν, ἀποτρόπαια, μηδὲ γένοιτο εἰς ἀνάγκην αὐτοὺς καταστῆναι τῆς εὐχῆς.
因为他们威胁要对你们做出的诅咒是可怕的,愿他们永远不至于被迫做出那样的祈祷!
ἐπεὶ οὔτε ἀλλάντων γεύσεσθε οὔτε πλακοῦντος ἢ εἴ τι λείψανον τῆς κυνός, ἡ φακῆ δὲ ὑμῖν σαπέρδην ἐντετηκότα ἕξει, ὗς δὲ καὶ ἔλαφος ὀπτώμενοι μεταξὺ δρασμὸν βουλεύσουσιν ἐκ τοῦ ὀπτανείου ἐς τὸ ὄρος, καὶ ὄρνις ψύττα κατατείνασαι ἄπτεροι καὶ αὗται παρ’ αὐτοὺς τοὺς πένητας ἐκπετήσονται.
因为到那时,你们既尝不到香肠也尝不到蛋糕,甚至连狗吃剩的残渣也尝不到;你们的扁豆汤里会溶化进腐烂的鱼;猪和鹿在被烘烤的过程中,会企图从厨房逃往大山;而鸟儿,尽管被拔光了毛,也会“嘘”地一伸手,飞到穷人们那里去。
τὸ δὲ μέγιστον, οἱ ὡραιότατοι τῶν οἰνοχόων φαλακροὶ ἐν ἀκαρεῖ τοῦ χρόνου ὑμῖν γενήσονται, ἐπὶ κατεαγότι καὶ ταῦτα τῷ ἀμφορεῖ.
而最严重的是,你们最美貌的斟酒童会一瞬间变成秃子,而且那还是在酒罐被打破的情况下。
Πρὸς τάδε βουλεύεσθε ἃ καὶ τῇ ἑορτῇ πρέποντα γένοιτ’ ἂν καὶ ὑμῖν ἀσφαλέστατα, καὶ ἐπικουφίζετε πολλὴν τὴν πενίαν αὐτοῖς ἀπ’ ὀλίγου τελέσματος φίλους οὐ μεμπτοὺς ἕξοντες.
对此,你们要考虑什么才是最适合节日且对你们最安全的事,以微薄的开支减轻他们沉重的贫困,从而获得无可指责的朋友。
§364. ΟΙ ΠΛΟΥΣΙΟΙ ΤΩΙ ΚΡΟΝΩΙ ΧΑΙΡΕΙΝ Πρὸς γὰρ σὲ οἴει μόνον ὑπὸ τῶν πενήτων ταῦτα γεγράφθαι, ὦ Κρόνε, οὐχὶ δὲ καὶ ὁ Ζεὺς ἤδη ἐκκεκώφηται πρὸς αὐτῶν ἀναβοώντων καὶ αὐτὰ δὴ ταῦτα τὸν ἀναδασμὸν ἀξιούντων γενέσθαι καὶ αἰτιωμένων τήν τε εἱμαρμένην ὡς ἄνισον τὴν νομὴν πεποιημένην καὶ ἡμᾶς ὅτι μηδενὸς αὐτοῖς μεταδιδόναι ἀξιοῦμεν;
4. 富人致克罗诺斯:问候。 克罗诺斯啊,难道你以为穷人只给你写了这些信吗? 难道宙斯没有因为他们大声呼喊、要求进行这财产重新分配,并指责命运分配不公、指责我们不愿与他们分享任何东西,而早已被震聋了耳朵吗?
ἀλλ’ οἶδεν ἐκεῖνος, ἅτε Ζεὺς ὤν, παρ’ οἷστισιν ἡ αἰτία, καὶ διὰ τοῦτο παρακούει αὐτῶν τὰ πολλά.
但宙斯既然是宙斯,自然知道责任在谁,因此他大多对他们不予理睬。
σοὶ δὲ ὅμως ἀπολογησόμεθα, ἐπείπερ ἄρχεις γε νῦν ἡμῶν.
不过我们还是要向你申辩,因为现在是你统治着我们。
Ἡμεῖς μὲν γὰρ ἅπαντα πρὸ ὀφθαλμῶν λαβόντες ἃ γέγραφας, ὡς καλὸν ἐπικουρεῖν ἀπὸ πολλῶν τοῖς δεομένοις καὶ ὡς ἥδιον συνεῖναι καὶ συνευωχεῖσθαι τοῖς πένησιν, ἀεὶ διετελοῦμεν οὕτω ποιοῦντες ἰσοδίαιτοι καθεστῶτες, ὡς ἂν μηδὲ τὸν συνδαίτην αὐτὸν αἰτιάσασθαί τι.
因为我们把你在信中所写的一切都记在心里,知道用丰裕的财产去救济需要的人是高尚的,而与穷人相处和共餐是更令人愉快的,所以我们始终这样做,与他们过着平等的生活,以至于连共餐者本人也无可挑剔。
§37οἱ δὲ ὀλίγων ἐν ἀρχῇ δεῖσθαι φάσκοντες, ἐπειδήπερ ἅπαξ αὐτοῖς ἀνεπετάσαμεν τὰς θύρας, οὐκ ἀνίεσαν ἄλλα ἐπ’ ἄλλοις αἰτοῦντες· εἰ δὲ μὴ πάντα εὐθὺς μηδὲ πρὸς ἔπος λαμβάνοιεν, ὀργὴ καὶ μῖσος καὶ πρόχειροι αἱ βλασφημίαι.
但是他们,起初声称只需要很少的东西,一旦我们向他们敞开大门,他们就不断地提出一个又一个要求;如果他们不能立刻、且一字不差地得到一切,就会产生愤怒、仇恨和随口而出的诽谤。
κἂν εἴ τι ἐπιψεύδοιντο ἡμῖν, ἀλλ’ οἵ γε ἀκούοντες ἐπίστευον ἂν ὡς ἀκριβῶς εἰδόσιν ἐκ τοῦ συγγεγονέναι.
即使他们捏造关于我们的谎言,那些听到的人也会相信,以为他们因为曾与我们相处而确切知情。
ὥστε δυοῖν θάτερον, ἢ μὴ διδόντα ἐχθρὸν εἶναι πάντως ἔδει ἢ πάντα προϊέμενον αὐτίκα μάλα πένεσθαι καὶ τῶν αἰτούντων καὶ αὐτὸν εἶναι.
因此,二者必居其一:要么因为不给而彻底成为仇敌,要么因为放弃一切而立刻变得贫困,自己也成为乞丐的一员。
§38καὶ τὰ μὲν ἄλλα μέτρια· ἐν δὲ τοῖς δείπνοις αὐτοῖς ἀμελήσαντες τοῦ ἐμπίπλασθαι καὶ γαστρίζεσθαι καὶ αὐτοί, ἐπειδὰν πλεῖον τοῦ ἱκανοῦ ἐμπίωσιν, ἢ παιδὸς ὡραίου μεταξὺ ἀναδόντος τὸ ἔκπωμα ἔνυξαν τὴν χεῖρα ἢ παλλακῇ ἢ γαμετῇ γυναικὶ ἐπεχείρησαν.
其他的事情还算温和;但在晚餐中,他们连填饱肚子和暴饮暴食也顾不上了,在喝了超过足够的量之后,要么在美貌的童子呈上杯子时捏他的手,要么对妾室或正妻动手动脚。
εἶτα κατεμέσαντες τοῦ συμποσίου ἐς τὴν ὑστεραίαν λοιδοροῦνται ἡμῖν κατελθόντες, ὡς ἐδίψησαν καὶ ὡς λιμῷ συνῆσαν διηγούμενοι.
然后,在吐满了宴席之后,第二天他们下到广场上辱骂我们,讲述他们如何口渴,如何与饥饿为伴。
καὶ εἴ σοι ταῦτα καταψεύδεσθαι αὐτῶν δοκοῦμεν, τὸν ὑμέτερον παράσιτον ἀναμνήσθητι τὸν ᾿Ιξίονα, ὃς ἀξιωθεὶς κοινῆς τραπέζης, ἀξίωμα ἔχων ἴσον ὑμῖν, τῇ Ἥρᾳ μεθυσθεὶς ἐπεχείρει ὁ γενναῖος.
如果我们在这件事上看起来像是在对他们撒谎,请你想想你们的寄食者伊克西翁,他被认为配得上共同的餐桌,拥有与你们同等的尊严,却在醉酒后对赫拉动手动脚,那位高贵的绅士!
§39Ταῦτ’ ἐστὶ καὶ τὰ τοιαῦτα, ὑφ’ ὧν ἡμεῖς ἐβουλευσάμεθα πρὸς τὸ λοιπὸν ἀσφαλείας τῆς ἡμετέρας ἕνεκεν μηκέτι ἐπιβατὸν αὐτοῖς ποιεῖν τὴν οἰκίαν.
正是这些和诸如此类的事情,使我们决定今后为了我们的安全,不再让他们进我们的家门。
εἰ δὲ ἐπὶ σοῦ συνθοῖντο μετρίων δεήσεσθαι, ὥσπερ νῦν φασι, μηδὲν δὲ ὑβριστικὸν ἐν τοῖς συμποσίοις ἐργάσεσθαι, κοινωνούντων ἡμῖν καὶ συνδειπνούντων τύχῃ τῇ ἀγαθῇ.
但是,如果他们在你面前同意只提出克制的要求,就像他们现在所说的那样,并且在宴会中不做出任何无礼的举动,那么就祝愿好运,让他们与我们分享和共餐吧。
καὶ τῶν ἱματίων, ὡς σὺ κελεύεις, πέμψομεν καὶ τοῦ χρυσίου ὁπόσον οἷόν τε καὶ προσδαπανήσομεν, καὶ ὅλως οὐδὲν ἐλλείψομεν.
我们也会按照你的命令,送去衣服和尽可能多的黄金,并且还会额外支付费用,总之绝不短缺。
καὶ αὐτοὶ δὲ ἀφέμενοι τοῦ κατὰ τέχνην ὁμιλεῖν ἡμῖν φίλοι ἀντὶ κολάκων καὶ παρασίτων ἔστωσαν.
让他们自己也放弃心怀企图地与我们交往,成为朋友,而不是谄媚者和寄食者。
ὡς ἡμᾶς γε οὐδὲν ἂν αἰτιάσαιο κἀκείνων τὰ δέοντα ποιεῖν ἐθελόντων.
因为如果他们也愿意履行应尽的义务,你对我们也将无可指责。

词汇与语法注释

  1. §35εἰ μύοντες οἱ πένητες βαδίζοιεν — ὑποθώμεθα γὰρ οὕτως — οὐκ ἂν ὑμᾶς ἠνίασεν — 混合条件句。条件从句使用语气助词 εἰ 搭配 optative(εἰ ... βαδίζοιεν)表示假设,而主句使用 ἄν 搭配直陈式过去时(οὐκ ἂν ... ἠνίασεν)表示违背事实的虚拟结果。
  2. §36ὡς ἄνισον τὴν νομὴν πεποιημένην — 助词 ὡς 搭配分词 πεποιημένην(与 τὴν εἱμαρμένην 一致),表示穷人主观上的指责或声称(“声称命运做出了不平等的分配”)。
  3. §37ἐπίστευον ἂν ὡς ἀκριβῶς εἰδόσιν — 直陈式过去未完成时 ἐπίστευον 搭配 ἄν 表示过去习惯性或重复性的动作(“过去常常相信”)。分词 εἰδόσιν 搭配 ὡς 表示听众的主观视之(“视其为确切知情者”)。
  4. §38ἀμελήσαντες τοῦ ἐμπίπλασθαι — 动词 ἀμελέω 支配属格(τοῦ ἐμπίπλασθαι),意为“忽略了填满肚子”。在这里含有讽刺意味,指“他们不满足于仅仅填饱肚子,反而做出了更无礼的举动”,或者指“不顾饮食的节制”。
  5. §39ὡς ἡμᾶς γε οὐδὲν ἂν αἰτιάσαιο — 搭配 ἄν 的潜在希求式(οὐδὲν 满足 ἂν αἰτιάσαιο),表示可能性或委婉的断言(“你绝不可能责怪我们”)。ὡς 作为表示原因的连词,意为“因为”。

引用这一段

琉善, 农神节 §35-39. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:35-39

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。