Humanitext Reader

琉善 · 农神节 §22-25

平宴要求与克洛诺斯的回信

第 7 段,共 10 段 · 希腊语

内容简介

叙述者要求克洛诺斯废除晚餐中富人与穷人之间的不平等待遇,确保平等的服务,并详细描述了如果富人不服从将会降临到他们身上的各种灾难和诅咒。对此,克洛诺斯写信回复,解释自己早已退位不再是国王,这类重大事务归宙斯管辖,但承诺会写信给富人以纠正节日期间的不公待遇。

§22Καὶ μὴν καὶ δειπνίζειν ἕκαστον ἄρτι μὲν τέσσαρας, ἄρτι δὲ πέντε τῶν πενήτων παραλαμβάνοντας, μὴ μέντοι ἐς τὸν νῦν τρόπον τῶν δείπνων, ἀλλ’ ἐς τὸ δημοτικώτερον, ὡς ἐπ’ ἴσης μετέχειν ἅπαντας καὶ μὴ τὸν μὲν ἐμφορεῖσθαι τῶν ὄψων καὶ τὸν οἰκέτην περιμένειν ἑστῶτα, ἔστ’ ἂν ἀπαγορεύσῃ ἐσθίων, ἐφ’ ἡμᾶς δὲ ἐλθόντα, ἔτι παρασκευαζομένων ὡς ἐπιβάλοιμεν τὴν χεῖρα, παραμείβεσθαι δείξαντα μόνον τὴν λοπάδα ἢ ὅσον ἐστὶ τοῦ πλακοῦντος τὸ λοιπόν· μηδὲ ἐσκομισθέντος ὑὸς διανέμοντα τῷ μὲν δεσπότῃ παρατιθέναι τὸ ἡμίτομον ὅλον σὺν τῇ κεφαλῇ, τοῖς δὲ ἄλλοις ὀστᾶ φέρειν ἐγκεκαλυμμένα.
此外,他们每人每次应邀请四到五名穷人共进晚餐,但不应采用现在的晚餐方式,而应采用更民主的方式,使所有人平等地分享,而不是一个人把美食塞满肚子,仆人站在一旁等待,直到他停止进食,而当仆人来到我们面前时,我们还在准备伸手,他却只展示一下盘子或剩下的蛋糕就走开了;也不要在抬进整猪时,分肉的人把带有猪头的整个半身放在主人面前,却把包着肉的骨头端给其他人。
προειπεῖν δὲ καὶ τοῖς οἰνοχόοις μὴ περιμένειν, ἔστ’ ἂν ἑπτάκις αἰτήσῃ πιεῖν ἡμῶν ἕκαστος, ἀλλὰ ἢν ἅπαξ κελεύσῃ, αὐτίκα ἐγχέαι καὶ ἀναδοῦναι μεγάλην κύλικα ἐμπλησαμένους ὥσπερ τῷ δεσπότῃ.
还应提前吩咐斟酒的人,不要等到我们每个人要求喝了七次才倒,而是只要我们点一次,就立刻像给主人倒酒一样,倒满一个大杯子并递过来。
καὶ τὸν οἶνον δὲ αὐτὸν πᾶσι τοῖς συμπόταις ἕνα καὶ τὸν αὐτὸν εἶναι—ἢ ποῦ γὰρ γεγράφθαι τοῦτον τὸν νόμον, τὸν μὲν ἀνθοσμίου μεθύσκεσθαι, ἐμοὶ δὲ ὑπὸ τοῦ γλεύκους διαρρήγνυσθαι τὴν γαστέρα;
而且酒本身也必须对所有同席者一模一样——否则,这门法律写在哪里:一个人可以用芳香的酒灌醉自己,而我的肚子却要被廉价新酒胀破?
§23Ἤν ταῦτα ἐπανορθώσῃς καὶ μετακοσμήσῃς, ὦ Κρόνε, βίον μὲν τὸν βίον, ἑορτὴν δὲ τὴν ἑορτὴν ἔσῃ πεποιηκώς, εἰ δὲ μή, ἐκεῖνοι μὲν ἑορταζόντων, ἡμεῖς δὲ καθεδούμεθα εὐχόμενοι, ἐπειδὰν λουσάμενοι ἥκωσι, τὸν παῖδα μὲν αὐτοῖς ἀνατρέψαντα τὸν ἀμφορέα κατᾶξαι, τὸν μάγειρον δὲ τὸν ζωμὸν κνισῶσαι καὶ ἐπιλαθόμενον τὸ τάριχος μὲν ἐς τὴν φακῆν ἐμβαλεῖν· τὴν κύνα δὲ παρεισπεσοῦσαν τόν τε ἀλλᾶντα ὅλον καταφαγεῖν, περὶ τἆλλα τῶν ὀψοποιῶν ἐχόντων, καὶ τοῦ πλακοῦντος τὸ ἥμισυ· τὸν δὲ ὗν καὶ τὸν ἔλαφον καὶ τὰ δελφάκια μεταξὺ ὀπτώμενα τὸ ὅμοιον ποιεῖν, ὅπερ Ὅμηρος περὶ τῶν Ἡλίου βοῶν φησι—μᾶλλον δὲ μὴ ἕρπειν μόνον, ἀλλ’ ἀναπηδήσαντα φεύγειν εἰς τὸ ὄρος αὐτοῖς ὀβελοῖς· καὶ τὰς ὄρνεις δὲ τὰς παχείας, καίτοι ἀπτέρους ἤδη οὔσας καὶ ἐσκευασμένας, ἀναπταμένας οἴχεσθαι καὶ ταύτας, ὡς μὴ μόνοι ἀπολαύοιεν αὐτῶν.
克洛诺斯啊,如果你纠正并重新安排这些事情,你将使生活真正成为生活,节日真正成为节日;但若不然,让他们去过节吧,我们将坐着祈求:当他们洗完澡回来时,他们的仆人会把双耳罐碰倒并摔碎;厨子会把汤烤焦,并在疏忽中把咸鱼扔进扁豆汤里;狗会溜进来,在厨子们忙于其他事情时,把整根香肠和半个蛋糕吃光;正在烤着的猪、鹿和乳猪会做出像荷马所说的太阳神神牛那样的事情——或者更确切地说,不仅是爬行,而是连着烤肉叉一起跳起来逃往山里;那些肥硕的鸟儿,虽然已经没了羽毛并且调理好了,也会飞走,使他们不能独享。
§24Ὃ δὲ δὴ μάλιστα ἂν αὐτοὺς ἀνιάσειε, τὸ μὲν χρυσίον μύρμηκάς τινας οἵους τοὺς Ἰνδικοὺς ἀνορύττοντας ἐκ τῶν θησαυρῶν ἐκφέρειν νύκτωρ ἐς τὸ δημόσιον· τὴν ἐσθῆτα δὲ ὀλιγωρίᾳ τῶν ἐπιμελητῶν κοσκινηδὸν διατετρυπῆσθαι ὑπὸ τῶν βελτίστων μυῶν, ὡς σαγήνης θυννευτικῆς μηδὲν διαφέρειν· παῖδας δὲ αὐτῶν τοὺς ὡραίους καὶ κομήτας, οὓς Ὑακίνθους ἢ Ἀχιλλέας ἢ Ναρκίσσους ὀνομάζουσι, μεταξὺ ὀρέγοντας σφίσι τὸ ἔκπωμα φαλακροὺς γίγνεσθαι ὑπορρεούσης τῆς κόμης καὶ πώγωνα φύειν ὀξύν, οἷοί εἰσιν ἐν ταῖς κωμῳδίαις οἱ σφηνοπώγωνες, καὶ τὸ παρὰ τοῖς κροτάφοις πάνυ λάσιον καὶ κάρτα ἐκκεντοῦν, τὸ μεταξὺ δὲ λεῖον καὶ γυμνὸν εἶναι.
而最让他们痛心的将是:某些像印度那样的蚂蚁,会夜间从宝库中掘出黄金,运到公共场所;他们的衣服由于管理人员的疏忽,被那些最棒的耗子咬得像筛子一样满是洞,与捕金枪鱼的网毫无区别;他们那些被称为美少年、阿喀琉斯或纳西索斯的漂亮且留着长发的僮仆,在给他们递杯子时,头发会脱落而变成秃头,并长出尖尖的胡须,就像喜剧里那些楔形胡须的人一样,太阳穴附近非常多毛且极其刺人,而中间的部分则是光滑而光秃秃的。
ταῦτα καὶ πλείω τούτων εὐξαίμεθ’ ἄν, εἰ μὴ θέλωσι τὸ ἄγαν φίλαυτον τοῦτ’ ἀφέντες ἐς τὸ κοινὸν πλουτεῖν καὶ μεταδιδόναι ἡμῖν τῶν μετρίων.
如果他们不愿放弃这种过分的自私,不愿为了公共利益而富有并与我们分享适度的东西,我们就会祈求这些以及比这更多的事情。
§252. ΚΡΟΝΟΣ ΕΜΟΙ ΤΩΙ ΤΙΜΙΩΤΑΤΩΙ ΧΑΙΡΕΙΝ Τί ταῦτα ληρεῖς, ὦ οὗτος, ἐμοὶ περὶ τῶν παρόντων ἐπιστέλλων καὶ ἀναδασμὸν τῶν ἀγαθῶν ποιεῖν κελεύων;
2. 克洛诺斯向我,最受尊敬的人致敬喂,你这人,为什么跟我胡扯这些,写信给我谈论现状并命令我重新分配财产?
τὸ δὲ ἑτέρου ἂν εἴη, τοῦ νῦν ἄρχοντος.
那是别人的事,也就是现在的统治者的事。
θαυμάζω γὰρ εἰ μόνος τῶν ἁπάντων ἀγνώσσεις ὡς ἐγὼ μὲν πάλαι βασιλεὺς ὢν πέπαυμαι τοῖς παισὶ διανείμας τὴν ἀρχήν, ὁ δὲ Ζεὺς μάλιστα τῶν τοιούτων ἐπιμελεῖται.
我很奇怪,难道在所有人中,只有你不知道我很久以前就不再做国王,而是把统治权分给了我的孩子们,而宙斯最关心这类事情吗?
τὰ δὲ ἡμέτερα ταῦτα μέχρι πεττῶν καὶ κρότου καὶ ᾠδῆς καὶ μέθης, καὶ τοῦτο οὐ πλέον ἡμερῶν ἑπτά.
而我们的事情只限于棋戏、掌声、歌唱和醉酒,而且这不超过七天。
ὥστε περὶ τῶν μειζόνων ἃ φής—ἀφελεῖν τὸ ἄνισον καὶ ἐκ τῆς ὁμοίας ἢ πένεσθαι ἢ πλουτεῖν ἅπαντας—ὁ Ζεὺς ἂν χρηματίσειεν ὑμῖν.
因此,关于你所说的更重大的事情——消除不平等,让大家在同等条件下要么穷要么富——宙斯会为你们裁决的。
Εἰ δέ τι τῶν ἐκ τῆς ἑορτῆς ἀδικοῖτό τις ἢ πλεονεκτοῖτο, ἐμὸν ἂν εἴη δικάζειν.
但如果有人在属于节日的事情上受到不公或被占了便宜,那就是我的裁判职责了。
καὶ ἐπιστέλλω δὲ τοῖς πλουσίοις περὶ τῶν δείπνων καὶ τοῦ χοίνικος τοῦ χρυσίου καὶ τῶν ἐσθήτων, ὡς καὶ ὑμῖν πέμποιεν ἐς τὴν ἑορτήν.
因此我正在写信给富人们,关于晚餐、那一升黄金和衣服,让他们也在节日里送给你们。
δίκαια γὰρ ταῦτα καὶ ἄξια αὐτοὺς ποιεῖν, ὡς φατέ, εἰ μή τι εὔλογον ἐκεῖνοι πρὸς ταῦτα λέγειν ἔχωσιν.
因为正如你们所说,这些是他们应当做的公正而相称的事情,除非他们能对此提出什么合理的辩词。

词汇与语法注释

  1. §22δειπνίζειν ἕκαστον — 不定词 `δειπνίζειν` 承接前一节(§21)中的命令,或作命令性不定词。其逻辑主语是单数宾格的 `ἕκαστον`(指富人中的每一个人),而其后的分词 `παραλαμβάνοντας` 使用复数宾格,是因为 `ἕκαστον` 在语义上具有复数指代的集合性质。
  2. §22παραμείβεσθαι — 不定词 `παραμείβεσθαι` 受否定词 `μὴ` 的控制,并与前面的 `τὸν μὲν ἐμφορεῖσθαι` 构成对照(其逻辑主语是仆人 `τὸν δὲ οἰκέτην`)。在 `ὡς` 引导的从句之后插入了省略主语 `ἡμῶν` 的属格绝对句 `ἔτι παρασκευαζομένων [ἡμῶν]`(“在我们还在准备时”),使得句子结构较为复杂。
  3. §23Ἤν ταῦτα ἐπανορθώσῃς ... ἔσῃ πεποιηκώς — 在条件句的归结节中,使用了主动语态将来完成时 `ἔσῃ πεποιηκώς`(由将来时系动词和完成时分词组成的迂回表达),以此强调一旦条件满足,该状态将立即完成。
  4. §23τὸν παῖδα μὲν αὐτοῖς ... κατᾶξαι — 不定词 `κατᾶξαι`, `κνισῶσαι`, `ἐμβαλεῖν`, `καταφαγεῖν`, `ποιεῖν`, `οἴχεσθαι` 等均属于宾格加不定词结构,依赖于分词 `εὐχόμενοι`(祈求/诅咒),用以表达诅咒的具体内容。
  5. §24Ὃ δὲ δὴ μάλιστα ἂν αὐτοὺς ἀνιάσειε — 关系代词 `Ὃ` 引导一个前瞻性结构,指代随后出现的一系列不定词子句(`τὸ μὲν χρυσίον... ἐκφέρειν...`)。希求法动词 `ἀνιάσειε` 与小词 `ἂν` 连用,表示潜在的可能性(“最让他们痛苦的事”)。
  6. §24εὐξαίμεθ’ ἄν, εἰ μὴ θέλωσι — 这是一个混合条件句,归结节使用带 `ἂν` 的潜在希求法(`εὐξαίμεθ’ ἄν`),而条件节使用 `εἰ` 接虚拟式(`θέλωσι`),这暗示了对当前令人不满的状况的强烈担忧,或强调他们可能不会配合。
  7. §25θαυμάζω γὰρ εἰ ... ἀγνώσσεις — 表示情感的动词 `θαυμάζω` 之后接 `εἰ` 加直陈式现在时(`ἀγνώσσεις`),用以引导一个事实性的内容。此处并非表示“如果……我会感到奇怪”,而是表示“我对……(这一事实)感到惊讶/不解”。

引用这一段

琉善, 农神节 §22-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:22-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。