§22Καὶ μὴν καὶ δειπνίζειν ἕκαστον ἄρτι μὲν τέσσαρας, ἄρτι δὲ πέντε τῶν πενήτων παραλαμβάνοντας, μὴ μέντοι ἐς τὸν νῦν τρόπον τῶν δείπνων, ἀλλ’ ἐς τὸ δημοτικώτερον, ὡς ἐπ’ ἴσης μετέχειν ἅπαντας καὶ μὴ τὸν μὲν ἐμφορεῖσθαι τῶν ὄψων καὶ τὸν οἰκέτην περιμένειν ἑστῶτα, ἔστ’ ἂν ἀπαγορεύσῃ ἐσθίων, ἐφ’ ἡμᾶς δὲ ἐλθόντα, ἔτι παρασκευαζομένων ὡς ἐπιβάλοιμεν τὴν χεῖρα, παραμείβεσθαι δείξαντα μόνον τὴν λοπάδα ἢ ὅσον ἐστὶ τοῦ πλακοῦντος τὸ λοιπόν·
さらにまた、彼ら一人一人が、ある時は4人、ある時は5人の貧者を食事に招き入れるようにすること。 ただし、現在の晩餐のやり方ではなく、より民主的なやり方で、全員が平等に分かち合うようにし、ある者はご馳走を腹いっぱいに詰め込み、召使いは彼が食べるのをやめるまでそばに立って待っているのに、我々の方へやって来ても、我々が手を伸ばそうとまだ準備しているうちに、皿、あるいは残っているケーキがどれだけかを見せるだけで通り過ぎてしまう、ということがないようにすること。
μηδὲ ἐσκομισθέντος ὑὸς διανέμοντα τῷ μὲν δεσπότῃ παρατιθέναι τὸ ἡμίτομον ὅλον σὺν τῇ κεφαλῇ, τοῖς δὲ ἄλλοις ὀστᾶ φέρειν ἐγκεκαλυμμένα.
また、豚が運び込まれた時、分配する者が主人には頭付きの半身を丸ごと供し、他の者たちには肉で覆われた骨を運んでくる、ということがないようにすること。
προειπεῖν δὲ καὶ τοῖς οἰνοχόοις μὴ περιμένειν, ἔστ’ ἂν ἑπτάκις αἰτήσῃ πιεῖν ἡμῶν ἕκαστος, ἀλλὰ ἢν ἅπαξ κελεύσῃ, αὐτίκα ἐγχέαι καὶ ἀναδοῦναι μεγάλην κύλικα ἐμπλησαμένους ὥσπερ τῷ δεσπότῃ.
また、給仕係たちにもあらかじめ命じておき、我々の一人一人が7回も飲むものを要求するまで待つのではなく、一度でも命じたなら、すぐに主人の場合と同じように、大きな杯を満たして注ぎ、手渡すようにすること。
καὶ τὸν οἶνον δὲ αὐτὸν πᾶσι τοῖς συμπόταις ἕνα καὶ τὸν αὐτὸν εἶναι—ἢ ποῦ γὰρ γεγράφθαι τοῦτον τὸν νόμον, τὸν μὲν ἀνθοσμίου μεθύσκεσθαι, ἐμοὶ δὲ ὑπὸ τοῦ γλεύκους διαρρήγνυσθαι τὴν γαστέρα;
そして、ワインそのものもすべての会食者にとって一つで同一のものであるべきだ――さもなければ、ある者は芳醇なワインで酔いしれ、私の方は安ワインで腹が破裂しそうになるなどという、このような法律が一体どこに書かれているというのか。
§23Ἤν ταῦτα ἐπανορθώσῃς καὶ μετακοσμήσῃς, ὦ Κρόνε, βίον μὲν τὸν βίον, ἑορτὴν δὲ τὴν ἑορτὴν ἔσῃ πεποιηκώς, εἰ δὲ μή, ἐκεῖνοι μὲν ἑορταζόντων, ἡμεῖς δὲ καθεδούμεθα εὐχόμενοι, ἐπειδὰν λουσάμενοι ἥκωσι, τὸν παῖδα μὲν αὐτοῖς ἀνατρέψαντα τὸν ἀμφορέα κατᾶξαι, τὸν μάγειρον δὲ τὸν ζωμὸν κνισῶσαι καὶ ἐπιλαθόμενον τὸ τάριχος μὲν ἐς τὴν φακῆν ἐμβαλεῖν· τὴν κύνα δὲ παρεισπεσοῦσαν τόν τε ἀλλᾶντα ὅλον καταφαγεῖν, περὶ τἆλλα τῶν ὀψοποιῶν ἐχόντων, καὶ τοῦ πλακοῦντος τὸ ἥμισυ· τὸν δὲ ὗν καὶ τὸν ἔλαφον καὶ τὰ δελφάκια μεταξὺ ὀπτώμενα τὸ ὅμοιον ποιεῖν, ὅπερ Ὅμηρος περὶ τῶν Ἡλίου βοῶν φησι—μᾶλλον δὲ μὴ ἕρπειν μόνον, ἀλλ’ ἀναπηδήσαντα φεύγειν εἰς τὸ ὄρος αὐτοῖς ὀβελοῖς· καὶ τὰς ὄρνεις δὲ τὰς παχείας, καίτοι ἀπτέρους ἤδη οὔσας καὶ ἐσκευασμένας, ἀναπταμένας οἴχεσθαι καὶ ταύτας, ὡς μὴ μόνοι ἀπολαύοιεν αὐτῶν.
クロノスよ、もしあなたがこれらを正し、改めるなら、あなたは人生を人生に、祝祭を祝祭にすることになるでしょう。 しかしそうでないなら、彼らは祝うがよい、我々は座って次のように呪いをかけるだろう。 彼らが入浴を終えてやって来た時、彼らの召使いがアンフォラをひっくり返して割ってしまい、料理人はスープを焦がし、うっかり塩魚をレンズ豆のスープに投げ入れてしまい、犬が忍び込んできて、料理人たちが他のことに追われている間に、ソーセージを丸ごと、そしてケーキの半分を平らげてしまい、焼かれている途中の豚や鹿や子豚が、ホメロスが太陽神の牛たちについて語っているのと同じようなことをすること――いや、ただ這うだけでなく、串に刺さったまま跳び起きて、山へと逃げ去ってしまい、また、太った鳥たちも、すでに羽をもぎ取られ、調理されているというのに、飛び立ってどこかへ行ってしまうようにと。 彼らだけがそれらを享受することがないように。
§24Ὃ δὲ δὴ μάλιστα ἂν αὐτοὺς ἀνιάσειε, τὸ μὲν χρυσίον μύρμηκάς τινας οἵους τοὺς Ἰνδικοὺς ἀνορύττοντας ἐκ τῶν θησαυρῶν ἐκφέρειν νύκτωρ ἐς τὸ δημόσιον· τὴν ἐσθῆτα δὲ ὀλιγωρίᾳ τῶν ἐπιμελητῶν κοσκινηδὸν διατετρυπῆσθαι ὑπὸ τῶν βελτίστων μυῶν, ὡς σαγήνης θυννευτικῆς μηδὲν διαφέρειν· παῖδας δὲ αὐτῶν τοὺς ὡραίους καὶ κομήτας, οὓς Ὑακίνθους ἢ Ἀχιλλέας ἢ Ναρκίσσους ὀνομάζουσι, μεταξὺ ὀρέγοντας σφίσι τὸ ἔκπωμα φαλακροὺς γίγνεσθαι ὑπορρεούσης τῆς κόμης καὶ πώγωνα φύειν ὀξύν, οἷοί εἰσιν ἐν ταῖς κωμῳδίαις οἱ σφηνοπώγωνες, καὶ τὸ παρὰ τοῖς κροτάφοις πάνυ λάσιον καὶ κάρτα ἐκκεντοῦν, τὸ μεταξὺ δὲ λεῖον καὶ γυμνὸν εἶναι.
そして、彼らを最も苦しめるであろうことは、インドの蟻のようなある種の蟻たちが、金を宝物庫から掘り起こし、夜の間に公共の場へと運び出すこと、衣服は管理者の怠慢によって、立派なネズミどもによって篩のように穴だらけにされ、マグロ漁の網と何ら変わらなくなってしまうこと、彼らがヒュアキントスだの、アキレウスだの、ナルキッソスだのと呼んでいる、美しく髪の長い少年たちが、彼らに杯を差し出している途中で、髪が抜け落ちて禿頭になり、喜劇に出てくる楔髭の者のような尖った髭を生やし、こめかみのあたりは非常に毛深く、極めてチクチクしているのに、その間はつるつるで剥き出しになること。
ταῦτα καὶ πλείω τούτων εὐξαίμεθ’ ἄν, εἰ μὴ θέλωσι τὸ ἄγαν φίλαυτον τοῦτ’ ἀφέντες ἐς τὸ κοινὸν πλουτεῖν καὶ μεταδιδόναι ἡμῖν τῶν μετρίων.
もし彼らが、このあまりにも利己的な態度を捨てて、共通の利益のために富み、我々に適度なものを分け与えようとしないなら、我々はこれらやこれら以上のことを祈るであろう。
§252. ΚΡΟΝΟΣ ΕΜΟΙ ΤΩΙ ΤΙΜΙΩΤΑΤΩΙ ΧΑΙΡΕΙΝ
Τί ταῦτα ληρεῖς, ὦ οὗτος, ἐμοὶ περὶ τῶν παρόντων ἐπιστέλλων καὶ ἀναδασμὸν τῶν ἀγαθῶν ποιεῖν κελεύων;
2. クロノスから私、最も敬愛する者へ、挨拶を送るこれこれ、お前よ、なぜ私に現状について手紙を書き、財産の再分配を行うよう命じて、そんなくだらないことを言っているのか。
τὸ δὲ ἑτέρου ἂν εἴη, τοῦ νῦν ἄρχοντος.
それは他の者、すなわち現在の支配者の仕事であろう。
θαυμάζω γὰρ εἰ μόνος τῶν ἁπάντων ἀγνώσσεις ὡς ἐγὼ μὲν πάλαι βασιλεὺς ὢν πέπαυμαι τοῖς παισὶ διανείμας τὴν ἀρχήν, ὁ δὲ Ζεὺς μάλιστα τῶν τοιούτων ἐπιμελεῖται.
というのも、お前だけが、私がとっくの昔に王であることをやめ、子供たちに支配権を分割して与えたこと、そしてゼウスこそがそのような事柄を最も心にかけているということを知らないのかと驚いているからだ。
τὰ δὲ ἡμέτερα ταῦτα μέχρι πεττῶν καὶ κρότου καὶ ᾠδῆς καὶ μέθης, καὶ τοῦτο οὐ πλέον ἡμερῶν ἑπτά.
我々の担当する事柄は、盤上遊戯や拍手、歌、酩酊までに限られており、それも7日を超えないのだ。
ὥστε περὶ τῶν μειζόνων ἃ φής—ἀφελεῖν τὸ ἄνισον καὶ ἐκ τῆς ὁμοίας ἢ πένεσθαι ἢ πλουτεῖν ἅπαντας—ὁ Ζεὺς ἂν χρηματίσειεν ὑμῖν.
したがって、お前が言うより大きな事柄――不平等を打破し、全員が同様に貧しくなるかあるいは富むようにすること――については、ゼウスがお前たちに裁定を下すであろう。
Εἰ δέ τι τῶν ἐκ τῆς ἑορτῆς ἀδικοῖτό τις ἢ πλεονεκτοῖτο, ἐμὸν ἂν εἴη δικάζειν.
しかし、もし祝祭に属することのいずれかで、誰かが不当な扱いを受けたり、不利益を被ったりしているなら、裁くのは私の仕事であろう。
καὶ ἐπιστέλλω δὲ τοῖς πλουσίοις περὶ τῶν δείπνων καὶ τοῦ χοίνικος τοῦ χρυσίου καὶ τῶν ἐσθήτων, ὡς καὶ ὑμῖν πέμποιεν ἐς τὴν ἑορτήν.
だから、私は富者たちに晩餐や金のコイニクス、衣服について手紙を書き、彼らが祝祭のためにお前たちにも送るように命じるつもりだ。
δίκαια γὰρ ταῦτα καὶ ἄξια αὐτοὺς ποιεῖν, ὡς φατέ, εἰ μή τι εὔλογον ἐκεῖνοι πρὸς ταῦτα λέγειν ἔχωσιν.
というのも、お前たちが言うように、これらは彼らがなすべき公正でふさわしいことだからだ、彼らがこれに対して何か筋の通った弁明を言えない限りは。