Humanitext Reader

琉善 · 农神节 §19-21

穷人致克洛诺斯要求纠正不平等的信

第 6 段,共 10 段 · 希腊语

内容简介

一个穷人致信神明克洛诺斯,指责富人与穷人之间极端的贫富悬殊是荒谬的,并要求要么恢复黄金时代的共享状态,要么命令富人分享他们的财富。

§19## ΕΠΙΣΤΟΛΑΙ ΚΡΟΝΙΚΑΙ ## 1. ΕΓΩ ΚΡΟΝΩΙ ΧΑΙΡΕΙΝ Ἐγεγράφειν μὲν ἤδη σοι καὶ πρότερον δηλῶν ἐν οἷς εἴην καὶ ὡς ὑπὸ πενίας κινδυνεύοιμι μόνος ἄμοιρος εἶναι τῆς ἑορτῆς, ἣν ἐπήγγελκας, ἔτι καὶ τοῦτο προσθεὶς—μέμνημαι γάρ—ἀλογώτατον εἶναι τοὺς μὲν ἡμῶν ὑπερπλουτεῖν καὶ τρυφᾶν οὐ κοινωνοῦντας ὧν ἔχουσι τοῖς πενεστέροις, τοὺς δὲ λιμῷ διαφθείρεσθαι, καὶ ταῦτα Κρονίων ἐνεστώτων.
## 克洛尼亚书信 ## 1. 我向克洛诺斯致敬我此前已经写信给你,表明我所处的境遇,以及我如何因贫困而面临成为唯一无法参与你所宣布的节日的人的危险,此外我还补充了这一点——因为我还记得——那就是在我们当中,有些人极其富足和奢侈,却不与较穷的人分享他们所拥有的东西,而另一些人则因饥饿而死,尤其是在克洛尼亚节日即将来临之际,这是最不合理的。
ἐπεὶ δέ μοι τότε οὐδὲν ἀντεπέστειλας, ἡγησάμην δεῖν αὖθις ἀναμνῆσαί σε τῶν αὐτῶν.
但既然你那时没有给我任何回复,我认为必须再次提醒你这些同样的事情。
ἐχρῆν γάρ σε, ὦ ἄριστε Κρόνε, τὸ ἄνισον τοῦτο ἀφελόντα καὶ τὰ ἀγαθὰ ἐς τὸ μέσον ἅπασι καταθέντα ἔπειτα κελεύειν ἑορτάζειν.
因为你本应当,最善的克洛诺斯啊,消除这种不平等,把好东西放在公共中间让所有人共享,然后命令大家庆祝节日。
ὡς δὲ νῦν ἔχομεν, μύρμηξ ἢ κάμηλος, ὡς ἡ παροιμία φησί.
但正如我们现在的状况,正如谚语所说,“是蚂蚁还是骆驼”。
μᾶλλον δὲ τραγικὸν ὑποκριτὴν ἐννόησον θατέρῳ μὲν τοῖν ποδοῖν ἐφ’ ὑψηλοῦ βεβηκότα, οἷοί εἰσι τραγικοὶ ἐμβάται, ὁ δ’ ἕτερος ἀνυπόδητος ἔστω.
或者更确切地说,请想象一个悲剧演员,他的一只脚踩在高处(就像悲剧的高底靴那样),而另一只脚则是赤裸的。
εἰ τοίνυν βαδίζοι οὕτως ἔχων, ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ ἄρτι μὲν ὑψηλῷ, ἄρτι δὲ ταπεινῷ γενέσθαι, καθ’ ὁπότερον ἂν πόδα προβαίνῃ.
如果他以这种状态行走,你就会看到,随着他迈出哪一只脚,他必然一会儿高,一会儿低。
τοσοῦτον κἀν τῷ βίῳ ἡμῶν τὸ ἄνισον· καὶ οἱ μὲν ὑποδησάμενοι ἐμβάτας τῆς τύχης χορηγούσης ἐντραγῳδοῦσιν ἡμῖν, οἱ πολλοὶ δὲ πεζῇ καὶ χαμαὶ βαδίζομεν δυνάμενοι ἄν, εὖ ἴσθι, μὴ χεῖρον αὐτῶν ὑποκρίνεσθαι καὶ διαβαίνειν, εἴ τις καὶ ἡμᾶς ἐνεσκεύασε παραπλησίως ἐκείνοις.
我们生活中的不平等也是如此;那些穿上高底靴的人,在命运的资助下,对我们上演着悲剧,而我们大多数人则用双脚在地上行走,你要知道,如果有人像装扮他们那样装扮我们,我们也能演得不比他们差,也能大步迈进。
§20Καίτοι ἀκούω τῶν ποιητῶν λεγόντων ὡς τὸ παλαιὸν οὐ τοιαῦτα ἦν τοῖς ἀνθρώποις τὰ πράγματα σοῦ ἔτι μοναρχοῦντος, ἀλλ’ ἡ μὲν γῆ ἄσπορος καὶ ἀνήροτος ἔφυεν αὐτοῖς τὰ ἀγαθά, δεῖπνον ἕτοιμον ἑκάστῳ ἐς κόρον, ποταμοὶ δὲ οἱ μὲν οἶνον, οἱ δὲ γάλα, εἰσὶ δὲ οἳ καὶ μέλι ἔρρεον.
然而,我听诗人们说,在古时候,当你还在统治时,人们的情况并非如此,而是土地在未经播种和耕耘的情况下为他们长出好东西,每人都有现成的饱餐,河流中有的流着葡萄酒,有的流着奶,有的甚至流着蜜。
τὸ δὲ μέγιστον, αὐτοὺς ἐκείνους φασὶ τοὺς ἀνθρώπους χρυσοῦς εἶναι, πενίαν δὲ μηδὲ τὸ παράπαν αὐτοῖς πλησιάζειν.
而最重要的是,他们说那些人自己是黄金铸就的,贫困根本不曾接近他们。
ἡμεῖς δὲ αὐτοὶ μὲν οὐδὲ μόλυβδος ἂν εἰκότως δοκοίημεν, ἀλλ’ εἴ τι καὶ τούτου ἀτιμότερον, ἡ τροφὴ δὲ μετὰ πόνων τοῖς πλείστοις, ἡ πενία δὲ καὶ ἀπορία καὶ ἀμηχανία καὶ τὸ οἴμοι καὶ τὸ πόθεν ἄν μοι γένοιτο καὶ ὢ τῆς τύχης πολλὰ τοιαῦτα παρὰ γοῦν ἡμῖν τοῖς πένησι.
而我们自己,理所当然地连铅也算不上,甚至比这更卑贱,对大多数人来说,食物是伴随着劳苦而来的,而贫困、匮乏、无助、以及“唉! ”、“我怎么才能得到它? ”、“哦,这命运! ”等许多诸如此类的叹息,至少在我们的穷人中随处可见。
Καὶ ἧττον ἄν, εὖ ἴσθι, ἠνιώμεθα ἂν ἐπ’ αὐτοῖς, εἰ μὴ τοὺς πλουσίους ἑωρῶμεν τοσαύτῃ εὐδαιμονίᾳ συνόντας, οἳ τοσοῦτον μὲν χρυσόν, τοσοῦτον δὲ ἄργυρον ἐγκλεισάμενοι, ἐσθῆτας δὲ ὅσας ἔχοντες, ἀνδράποδα δὲ καὶ ζεύγη καὶ συνοικίας καὶ ἀγρούς, πάμπολλα δὲ ταῦτα ἕκαστα κεκτημένοι οὐχ ὅπως μετέδοσαν ἡμῖν ποτε αὐτῶν, ἀλλ’ οὐδὲ προσβλέπειν τοὺς πολλοὺς ἀξιοῦσι.
你要知道,如果我们没有看到富人生活在如此巨大的幸福中,我们对这些境遇的痛苦还会少一些。 他们锁住了这么多的黄金,这么多的白银,拥有这么多的衣服,占有奴隶、牲口、出租房和田地,极多地拥有这些东西的每一样,他们不仅从未与我们分享过,甚至连看都不屑于看我们大多数人一眼。
§21ταῦτα ἡμᾶς μάλιστα ἀποπνίγει, ὦ Κρόνε, καὶ ἀφόρητον ἡγούμεθα τὸ πρᾶγμα, τὸν μὲν ἐφ’ ἁλουργίδων κατακείμενον τοσούτοις ἀγαθοῖς ἐντρυφᾶν ἐρυγγάνοντα καὶ ὑπὸ τῶν συνόντων εὐδαιμονιζόμενον ἀεὶ ἑορτάζοντα, ἐμὲ δὲ καὶ τοὺς ὁμοίους ὀνειροπολεῖν, εἴ ποθεν ὀβολοὶ τέσσαρες γένοιντο, ὡς ἔχοιμεν ἄρτων γοῦν ἢ ἀλφίτων ἐμπεπλησμένοι καθεύδειν κάρδαμον ἢ θύμον ἢ κρόμμυον ἐπιτρώγοντες.
这些事情最让我们感到窒息,克洛诺斯啊,我们认为这种情况是无法容忍的:某个人躺在紫色的织物上,在如此多的好东西中尽情享受,打着饱嗝,被身边的人祝福着,永远在过节;而我和像我这样的人,却在幻想从哪里能得到四个奥博尔,以便能吃饱面包或大麦粉睡觉,同时嚼着胡椒草、百里香或洋葱。
ἢ τοίνυν ταῦτα, ὦ Κρόνε, ἀλλάττειν καὶ μεταποιεῖν ἐς τὸ ἰσοδίαιτον, ἢ τὸ ὕστατον, αὐτούς γε ἐκείνους κελεύειν τοὺς πλουσίους μὴ μόνους ἀπολαύειν τῶν ἀγαθῶν, ἀλλὰ ἀπὸ μεδίμνων τοσούτων χρυσίου χοίνικά γε ἡμῶν πάντων κατασκεδάσαι, ἀπὸ δὲ ἱματίων ὅσα κἂν ὑπὸ σητῶν διαβρωθέντα οὐκ ἂν αὐτοὺς ἀνιάσειε·
因此,克洛诺斯啊,要么改变这些,将其重新打造成平等的生计;要么至少,命令那些富人自己不要独享好东西,而是从那么多麦斗的黄金中,至少给我们每个人撒上一升,并从他们的衣服中,分给我们一些即使被虫蛀了也不会让他们痛心的衣服。
ταῦτα γοῦν πάντως ἀπολλύμενα καὶ ὑπὸ τοῦ χρόνου διαφθαρησόμενα ἡμῖν δοῦναι περιβαλέσθαι μᾶλλον ἢ ἐν ταῖς κοίταις καὶ κίσταις εὐρῶτι πολλῷ κατασαπῆναι.
与其让这些无论如何都会坏掉、会被时间摧毁的衣服在床铺和箱子里因厚厚的霉菌而腐烂,不如把它们送给我们穿在身上。

词汇与语法注释

  1. 19μύρμηξ ἢ κάμηλος — 指极端不均衡或极不对称的谚语表达。通过“蚂蚁与骆驼”的对比,形象地比喻了社会中贫富之间的巨大差距。
  2. 19δυνάμενοι ἄν ... εἴ τις καὶ ἡμᾶς ἐνεσκεύασε — 表示过去反事实的条件构型。条件从句为 `εἴ τις ... ἐνεσκεύασε`(直陈式过去时),主句由带有 `ἄν` 的分词 `δυνάμενοι ἄν` 表示,意为“如果有人像装扮他们那样装扮我们,我们本也能……”。
  3. 20ἧττον ἄν, εὖ ἴσθι, ἠνιώμεθα ἂν ἐπ’ αὐτοῖς, εἰ μὴ τοὺς πλουσίους ἑωρῶμεν — 表示现在反事实的条件句。与未完成过去时 `ἠνιώμεθα` 相关的语气词 `ἄν` 出现了两次以示强调:一次在句首(`ἧττον ἄν`),另一次在动词后(`ἠνιώμεθα ἄν`)。它与条件从句 `εἰ μὴ ... ἑωρῶμεν`(未完成过去时)相呼应,意为“如果我们不曾看见富人……,我们对这些的痛苦还会少一些”。
  4. 21ἀλλάττειν καὶ μεταποιεῖν ... κελεύειν — 用作祈使命令的独立不定式。写信者以一种口语化或强调的口吻,向神明克洛诺斯提出了具体的诉求(“改变、重塑、命令”)。

引用这一段

琉善, 农神节 §19-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg055.humanitext-grc3:19-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。