Humanitext Reader

琉善 · 如何撰写历史 §57-63

描述的节制与面向后世真理的写作

第 15 段,共 15 段 · 希腊语

内容简介

作者主张在地形描述中保持节制以避免浮夸,督促历史学家为未来的真理而非眼前的赞美而写作,并以法罗斯灯塔建筑师索斯特拉托斯流芳百世的逸事为例,指明历史撰述应有的公正准绳。

§57Μάλιστα δὲ σωφρονητέον ἐν ταῖς τῶν ὀρῶν ἢ τειχῶν ἢ ποταμῶν ἑρμηνείαις ὡς μὴ δύναμιν λόγων ἀπειροκάλως παρεπιδείκνυσθαι δοκοίης καὶ τὸ σαυτοῦ δρᾶν παρεὶς τὴν ἱστορίαν, ἀλλ’ ὀλίγον προσαψάμενος τοῦ χρησίμου καὶ σαφοῦς ἕνεκα μεταβήσῃ ἐκφυγὼν τὸν ἰξὸν τὸν ἐν τῷ πράγματι καὶ τὴν τοιαύτην ἅπασαν λιχνείαν, οἷον ὁρᾷς καὶ Ὅμηρος ὁ μεγαλόφρων ποιεῖ·
尤其是在描述山脉、城墙或河流时,应当有所节制,以免让人觉得你是在粗俗地炫耀文才,放下了自己作为历史学家的本职工作;相反,应当为了实用和清晰而稍加提及,随即转入下文,摆脱隐藏在事物中的黏鸟胶以及所有此类贪婪,正如你所见,高傲的荷马也是这样做的——他虽然是诗人,却迅速带过了坦塔罗斯、伊克西翁、提堤俄斯和其余的人。
καίτοι ποιητὴς ὢν παραθεῖ τὸν Τάνταλον καὶ τὸν Ἰξίονα καὶ τὸν Τιτυὸν καὶ τοὺς ἄλλους. εἰ δὲ Παρθένιος ἢ Εὐφορίων ἢ Καλλίμαχος ἔλεγεν, πόσοις ἂν οἴει ἔπεσι τὸ ὕδωρ ἄχρι πρὸς τὸ χεῖλος τοῦ Ταντάλου ἤγαγεν· εἶτα πόσοις ἂν Ἰξίονα ἐκύλισε.
但若是帕尔泰尼奥斯、欧福里翁或卡里马科斯来讲述,你认为他们会用多少诗行把水引到坦塔罗斯的唇边,又会用多少诗行让伊克西翁旋转?
μᾶλλον δὲ ὁ Θουκυδίδης αὐτὸς ὀλίγα τῷ τοιούτῳ εἴδει τοῦ λόγου χρησάμενος σκέψαι ὅπως εὐθὺς ἀφίσταται ἢ μηχάνημα ἑρμηνεύσας ἢ πολιορκίας σχῆμα δηλώσας ἀναγκαῖον καὶ χρειῶδες ὂν ἢ Ἐπιπολῶν σχῆμα ἢ Συρακοσίων λιμένα.
相反,且看修昔底德本人如何克制地使用这种文体,在解释了器械的构造、指明了必要且实用的围城阵势、或者埃皮波莱的地形及叙拉古的港口后,便立即抽身离去。
ὅταν μὲν γὰρ τὸν λοιμὸν διηγῆται καὶ μακρὸς εἶναι δοκῇ, σὺ τὰ πράγματα ἐννόησον· εἴσῃ γὰρ οὕτω τὸ τάχος καὶ ὡς φεύγοντος ὅμως ἐπιλαμβάνεται αὐτοῦ τὰ γεγενημένα πολλὰ ὄντα.
因为当他描述瘟疫而显得有些冗长时,你应当关注事实本身;这样你就会明白其迅速,以及尽管他试图快速通过,但发生的众多事件依然拉住了他。
§58Ἢν δέ ποτε καὶ λόγους ἐροῦντά τινα δεήσῃ εἰσάγειν, μάλιστα μὲν ἐοικότα τῷ προσώπῳ καὶ τῷ πράγματι οἰκεῖα λεγέσθω, ἔπειτα ὡς σαφέστατα καὶ ταῦτα.
如果有时需要引入某人进行演说,所说的话首先应当最符合其身份并适应其境遇,并且这些话也应当尽可能清晰。
πλὴν ἐφεῖταί σοι τότε καὶ ῥητορεῦσαι καὶ ἐπιδεῖξαι τὴν τῶν λόγων δεινότητα.
不过,届时你也获准施展修辞才能并展现言辞的巧妙。
§59Ἔπαινοι μὲν γὰρ ἢ ψόγοι πάνυ πεφεισμένοι καὶ περιεσκεμμένοι καὶ ἀσυκοφάντητοι καὶ μετὰ ἀποδείξεων καὶ ταχεῖς καὶ μὴ ἄκαιροι, ἐπεὶ ἔξω τοῦ δικαστηρίου ἐκεῖνοί εἰσιν, καὶ τὴν αὐτὴν Θεοπόμπῳ αἰτίαν ἕξεις φιλαπεχθημόνως κατηγοροῦντι τῶν πλείστων καὶ διατριβὴν ποιουμένῳ τὸ πρᾶγμα ὡς κατηγορεῖν μᾶλλον ἢ ἱστορεῖν τὰ πεπραγμένα.
赞美或谴责应当极有分寸、深思熟虑、毫无诽谤、并伴有证据、迅速且不失时机——因为这些本是法庭之外的事;否则,你将落得与狄奥彭波斯一样的骂名,他怀着恶意指责大多数人,并以此为业,以至于他是在指责而不是在记录历史事实。
§60Καὶ μὴν καὶ μῦθος εἴ τις παρεμπέσοι, λεκτέος μέν, οὐ μὴν πιστωτέος πάντως, ἀλλ’ ἐν μέσῳ θετέος τοῖς ὅπως ἂν ἐθέλωσιν εἰκάσουσι περὶ αὐτοῦ· σὺ δ’ ἀκίνδυνος καὶ πρὸς οὐδέτερον ἐπιρρεπέστερος.
此外,若是混入什么神话,固然应当讲述,但绝不可完全予以证实,而应当将其置于中立,让人们随心所欲地去推测;这样你便处于安全之地,不偏向任何一方。
§61Τὸ δ’ ὅλον ἐκείνου μοι μέμνησο—πολλάκις γὰρ τοῦτο ἐρῶ—καὶ μὴ πρὸς τὸ παρὸν μόνον ὁρῶν γράφε ὡς οἱ νῦν ἐπαινέσονταί σε καὶ τιμήσουσιν, ἀλλὰ τοῦ σύμπαντος αἰῶνος ἐστοχασμένος πρὸς τοὺς ἔπειτα μᾶλλον σύγγραφε καὶ παρ' ἐκείνων ἀπαίτει τὸν μισθὸν τῆς γραφῆς, ὡς λέγηται περὶ σοῦ, “ἐκεῖνος μέντοι ἐλεύθερος ἀνὴρ ἦν καὶ παρρησίας μεστός, οὐδὲν οὔτε κολακευτικὸν οὔτε δουλοπρεπές ἀλλ’ ἀλήθεια ἐπὶ πᾶσι.
总之,请记住我的那句话——因为我会多次提起它——不要只看着眼前来写作,以求现在的人赞美和尊重你,而应当瞄准整个时代,更多地为后世而写,并向他们索取写作的报偿,从而让人这样评价你:“那个人确实是一个自由的人,充满直言不讳的气魄,既无谄媚也无奴态,而是以真理为重。
” τοῦτ', εἰ σωφρονοίη τις, ὑπὲρ πάσας τὰς νῦν ἐλπίδας θεῖτο ἄν, οὕτως ὀλιγοχρονίους οὔσας.
”任何明智的人,都会把这一点置于所有如今那些转瞬即逝的期望之上。
§62Ὁρᾷς τὸν Κνίδιον ἐκεῖνον ἀρχιτέκτονα οἷον ἐποίησεν;
你看那位克尼多斯的建筑师做出了怎样的事?
οἰκοδομήσας γὰρ τὸν ἐπὶ τῇ Φάρῳ πύργον, μέγιστον καὶ κάλλιστον ἔργων ἁπάντων, ὡς πυρσεύοιτο ἀπ' αὐτοῦ τοῖς ναυτιλλομένοις ἐπὶ πολὺ τῆς θαλάττης καὶ μὴ καταφέροιντο ἐς τὴν Παραιτονίαν, παγχάλεπον, ὥς φασιν, οὖσαν καὶ ἄφυκτον εἴ τις ἐμπέσοι ἐς τὰ ἕρματα.
他建造了法罗斯岛上的灯塔,这是所有工程中最大、最美丽的杰作,以便为海上航行的人在极远之处照亮航道,不至于使他们漂流到帕赖托尼亚,据说那里极其艰险,若有人撞上暗沙,便绝无生还之理。
οἰκοδομήσας οὖν τὸ ἔργον ἔνδοθεν μὲν κατὰ τῶν λίθων τὸ αὑτοῦ ὄνομα ἐπέγραψεν, ἐπιχρίσας δὲ τιτάνῳ καὶ ἐπικαλύψας ἐπέγραψε τοὔνομα τοῦ τότε βασιλεύοντος, εἰδώς, ὅπερ καὶ ἐγένετο, πάνυ ὀλίγου χρόνου συνεκπεσούμενα μὲν τῷ χρίσματι τὰ γράμματα ἐκφανησόμενον δέ, “Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν ὑπὲρ τῶν πλωϊζομένων.
他建好工程后,在里面的内侧石块上刻上了自己的名字,然后抹上石膏覆盖起来,刻上了当时统治的国王的名字。 他深知——事实也确实如此——在极短的时间内,石膏连同国王的名字就会一起脱落,而显现出来的则是:“克尼多斯的索斯特拉托斯,德克西法内斯之子,代表航海者献给救生神明。
” οὕτως οὐδ’ ἐκεῖνος ἐς τὸν τότε καιρὸν οὐδὲ τὸν αὐτοῦ βίον τὸν ὀλίγον ἑώρα, ἀλλ’ εἰς τὸν νῦν καὶ τὸν ἀεί, ἄχρι ἂν ἑστήκῃ ὁ πύργος καὶ μένῃ αὐτοῦ ἡ τέχνη.
”如此,他既没有看眼前的时刻,也没有看自己短暂的一生,而是看着现在和永远,只要灯塔巍然屹立,他的技艺便永存。
§63Χρὴ τοίνυν καὶ τὴν ἱστορίαν οὕτω γράφεσθαι σὺν τῷ ἀληθεῖ μᾶλλον πρὸς τὴν μέλλουσαν ἐλπίδα ἤπερ σὺν κολακείᾳ πρὸς τὸ ἡδὺ τοῖς νῦν ἐπαινουμένοις.
因此,历史也应当这样撰写:更应带着真理面向未来的希望,而不是带着谄媚去取悦现在被赞美的人。
οὗτός σοι κανὼν καὶ στάθμη ἱστορίας δικαίας.
这就是你公正历史的规矩与准绳。
καὶ εἰ μὲν σταθμήσονταί τινες αὐτῇ, εὖ ἂν ἔχοι καὶ εἰς δέον ἡμῖν γέγραπται· εἰ δὲ μή, κεκύλισται ὁ πίθος ἐν Κρανείῳ.
如果有的人用它来衡量,那便很好,我们写得也算得当;若非如此,那便不过是在克兰内翁转动木桶而已。

词汇与语法注释

  1. 57ὡς μὴ δύναμιν λόγων ἀπειροκάλως παρεπιδείκνυσθαι δοκοίης — 在由表示目的的连词 ὡς μή(免得、以免)引导的从句中,尽管主句是表示现在时间框架内义务的非人称形容词(σωφρονητέον),但此处使用了现在时祈愿语气(δοκοίης)。这带有一种委婉的、潜在的可能性色彩(“以免你显得貌似……”),而非直接且确定的因果关系。
  2. 57εἰ δὲ Παρθένιος ἢ Εὐφορίων ἢ Καλλίμαχος ἔλεγεν, πόσοις ἂν οἴει ἔπεσι τὸ ὕδωρ ἄχρι πρὸς τὸ χεῖλος τοῦ Ταντάλου ἤγαγεν — 这是一个与(过去或持续的)事实相反的虚拟条件句。条件从句使用直陈式未完成过去时(ἔλεγεν),而主句则由直陈式不定过去时加上语气词 ἄν(ἂν ... ἤγαγεν)构成。插入的 οἴει(你以为)增强了整个句子的疑问语气。
  3. 57ὡς φεύγοντος ὅμως ἐπιλαμβάνεται αὐτοῦ τὰ γεγενημένα πολλὰ ὄντα — 在由 ὡς 引导的从句中,φεύγοντος 是一个省略了逻辑主语(修昔底德)的属格独立分词结构,表示主观的原因或状态(“仿佛他正急于避开/通过”)。主动词 ἐπιλαμβάνεται 支配属格,并以代词 αὐτοῦ 为宾语。从句的主语是中性复数名词短语 τὰ γεγενημένα πολλὰ ὄντα。
  4. 62εἰδώς, ὅπερ καὶ ἐγένετο, πάνυ ὀλίγου χρόνου συνεκπεσούμενα μὲν τῷ χρίσματι τὰ γράμματα ἐκφανησόμενον δέ — 动词分词 εἰδώς(深知)引导了一个类似于“宾格加不定式”的名词性从句,并使用了将来时分词。不及物动词分词 συνεκπεσούμενα 与其主语中性复数宾格 τὰ γράμματα 一致。而 ἐκφανησόμενον 则作为非人称宾格(或与省略的隐性主语如 τὸ ὄνομα 产生性数不一致,或作为中性单数的绝对宾格用法)引入了其后所引用的铭文内容。

引用这一段

琉善, 如何撰写历史 §57-63. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:57-63

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。