Humanitext Reader

琉善 · 如何撰写历史 §44-49

历史文体、史料搜集与全局全景的视野

第 13 段,共 15 段 · 希腊语

内容简介

本段论述了历史写作的文体风格(明晰性、克制诗意要素、中庸的词语组合)以及收集和组织史料的过程,并主张历史学家应当像荷马笔下的宙斯一样,保持全局视野,在各地区之间迅速转移以捕捉关键时刻。

§44Ὡς γὰρ τῇ γνώμῃ τοῦ συγγραφέως σκοποὺς ὑπεθέμεθα παρρησίαν καὶ ἀλήθειαν, οὕτω δὲ καὶ τῇ φωνῇ αὐτοῦ εἷς σκοπὸς ὁ πρῶτος, σαφῶς δηλῶσαι καὶ φανότατα ἐμφανίσαι τὸ πρᾶγμα, μήτε ἀπορρήτοις καὶ ἔξω πάτου ὀνόμασι μήτε τοῖς ἀγοραίοις τούτοις καὶ καπηλικοῖς, ἀλλ’ ὡς μὲν τοὺς πολλοὺς συνεῖναι, τοὺς δὲ πεπαιδευμένους ἐπαινέσαι.
正如我们为历史学家的心灵设定的目标是坦言与真理一样,对于他的言语,首要且唯一的的目标也是:清晰地表明事物并极其明白地展现它,既不用晦涩和生僻的词汇,也不用那些粗俗和市侩的词汇,而是要让大众能够理解,让受过教育的人能够赞赏。
καὶ μὴν καὶ σχήμασι κεκοσμήσθω ἀνεπαχθέσι καὶ τὸ ἀνεπιτήδευτον μάλιστα ἔχουσιν, ἐπεὶ τοῖς κατηρτυμένοις τῶν ζωμῶν ἐοικότας ἀποφαίνει τοὺς λόγους.
此外,还应该用不令人反感的、最具有自然无饰之态的修辞格来装饰,因为过度的装饰会使言语显得像调味过度的汤。
§45Καὶ ἡ μὲν γνώμη κοινωνείτω καὶ προσαπτέσθω τι καὶ ποιητικῆς παρ' ὅσον μεγαληγόρος καὶ διηρμένη καὶ ἐκείνη, καὶ μάλισθ' ὁπόταν παρατάξεσι καὶ μάχαις καὶ ναυμαχίαις συμπλέκηται· δεήσει γὰρ τότε ποιητικοῦ τινος ἀνέμου ἐπουριάσοντος τὰ ἀκάτια καὶ συνδιοίσοντος ὑψηλὴν καὶ ἐπ' ἄκρων τῶν κυμάτων τὴν ναῦν.
同时,历史学家的思想应当分享并接触到一些诗歌的要素,只要它也同样是高亢和高扬的,尤其是在描写阵列、陆战和海战的时候;因为那时将需要某种诗意的风来吹打小舟,并帮助将船高高地送上波涛的顶峰。
ἡ λέξις δὲ ὅμως ἐπὶ γῆς βεβηκέτω, τῷ μὲν κάλλει καὶ τῷ μεγέθει τῶν λεγομένων συνεπαιρομένη καὶ ὡς ἔνι μάλιστα ὁμοιουμένη, ξενίζουσα δὲ μηδ’ ὑπὲρ τὸν καιρὸν ἐνθουσιῶσα.
然而,文体仍然应当脚踏实地,随着所说之物的优美与伟大而一同升华,并尽可能与之相称,但不要在不恰当的时机显得奇异或狂热。
κινδύνων γὰρ αὐτῇ τότε ὁ μέγιστος παρακινῆσαι καὶ κατενεχθῆναι ἐς τὸν τῆς ποιητικῆς κορύβαντα, ὥστε μάλιστα πειστέον τηνικαῦτα τῷ χαλινῷ καὶ σωφρονητέον, εἰδότας ὡς ἱπποτυφία τις καὶ ἐν λόγοις πάθος οὐ μικρὸν γίγνεται.
因为那时对它来说,最大的危险莫过于陷入狂乱并坠入诗意的狂欢之中。 因此,那时必须特别听从缰绳的约束,保持清醒,因为应该知道,在言语中也会产生某种狂躁和不小的病态。
ἄμεινον οὖν ἐφ' ἵππου ὀχουμένῃ τότε τῇ γνώμῃ τὴν ἑρμηνείαν πεζῇ συμπαραθεῖν, ἐχομένην τοῦ ἐφιππίου ὡς μὴ ἀπολείποιτο τῆς φορᾶς.
所以,当思想骑在马地上时,表达方式最好在地上步行伴随,紧紧抓住马鞍的带子,以免被奔跑的势头所抛下。
§46Καὶ μὴν καὶ συνθήκῃ τῶν ὀνομάτων εὐκράτῳ καὶ μέσῃ χρηστέον, οὔτε ἄγαν ἀφιστάντα καὶ ἀπαρτῶντα—τραχὺ γάρ—οὔτε ῥυθμῷ παρ' ὀλίγον ὡς οἱ πολλοί συνάπτοντα· τὸ μὲν γὰρ ἐπαίτιον, τὸ δὲ ἀηδὲς τοῖς ἀκούουσι.
此外,在词语的组合上,应当使用适度调和且中庸的方式,既不能过度分离和割裂词语——因为那是粗糙的——,也不能像大多数人那样,几乎将它们连接成某种韵律;因为前者是值得指责的,而后者对听众来说是令人不快的。
§47Τὰ δὲ πράγματα αὐτὰ οὐχ ὡς ἔτυχε συνακτέον, ἀλλὰ φιλοπόνως καὶ ταλαιπώρως πολλάκις περὶ τῶν αὐτῶν ἀνακρίναντα, καὶ μάλιστα μὲν παρόντα καὶ ἐφορῶντα, εἰ δὲ μή, τοῖς ἀδεκαστότερον ἐξηγουμένοις προσέχοντα καὶ οὓς εἰκάσειεν ἄν τις ἥκιστα πρὸς χάριν ἢ ἀπέχθειαν ἀφαιρήσειν ἢ προσθήσειν τοῖς γεγονόσιν.
至于事实本身,绝不能随意收集,而必须勤勉且艰苦地、多次对同一事件进行调查,最好是亲自到场并目击,如果做不到,也要关注那些更为公正的叙述者,以及人们推测最不可能出于好恶而对发生的事情进行删减或增补的人。
κἀνταῦθα ἤδη καὶ στοχαστικός τις καὶ συνθετικὸς τοῦ πιθανωτέρου ἔστω.
在这一点上,历史学家应该已经能够推测并综合出更具可信度的内容。
§48καὶ ἐπειδὰν ἀθροίσῃ ἅπαντα ἢ τὰ πλεῖστα, πρῶτα μὲν ὑπόμνημά τι συνυφαινέτω αὐτῶν καὶ σῶμα ποιείτω ἀκαλλὲς ἔτι καὶ ἀδιάρθρωτον· εἶτα ἐπιθεὶς τὴν τάξιν ἐπαγέτω τὸ κάλλος καὶ χρωννύτω τῇ λέξει καὶ σχηματιζέτω καὶ ῥυθμιζέτω.
当他收集了全部或大部分材料后,首先应当将它们编织成某种备忘录,并塑造一个尚未美化、骨架未整的身体;然后,在赋予其秩序之后,再加上美感,用文体进行着色,并使其具有形态和节奏。
§49Καὶ ὅλως ἐοικέτω τότε τῷ τοῦ Ὁμήρου Διὶ ἄρτι μὲν τὴν τῶν ἱπποπόλων Θρῃκῶν γῆν ὁρῶντι, ἄρτι δὲ τὴν Μυσῶν—κατὰ ταὐτὰ γὰρ καὶ αὐτὸς ἄρτι μὲν τὰ Ῥωμαίων ἴδιᾳ ὁράτω καὶ δηλούτω ἡμῖν οἷα ἐφαίνετο αὐτῷ ἀφ' ὑψηλοῦ ὁρῶντι, ἄρτι δὲ τὰ Περσῶν, εἶτ' ἀμφότερα εἰ μάχοιντο.
总之,那时他应该像荷马笔下的宙斯一样,一会儿注视着牧马的色雷斯人的土地,一会儿注视着米西亚人的土地——因为同样地,他自己也应该一会儿单独注视罗马人的事务,并向我们展示他从高处俯瞰时所看到的景象,一会儿注视波斯人的事务,如果双方交战,则同时注视双方。
καὶ ἐν αὐτῇ δὲ τῇ παρατάξει μὴ πρὸς ἓν μέρος ὁράτω μηδὲ ἐς ἕνα ἱππέα ἢ πεζόν—εἰ μὴ Βρασίδας τις εἴη προπηδῶν ἤ Δημοσθένης ἀνακόπτων τὴν ἐπίβασιν· ἀλλὰ ἐς τοὺς στρατηγοὺς μὲν τὰ πρῶτα, καὶ εἴ τι παρεκελεύσαντο, κἀκεῖνο ἀκηκούσθω, καὶ ὅπως καὶ ᾗτινι γνώμῃ καὶ ἐπινοίᾳ ἔταξαν.
即使在战斗本身中,他也不应只注视某一部分,或只关注某一个骑兵或步兵——除非是像布拉西达斯那样跃身向前,或是像德摩斯梯尼那样阻击登陆的人;而是首先要注视将领们,如果他们进行了任何动员,那也应当被听到,以及他们是如何、以何种意图和计划排兵布阵的。
ἐπειδὰν δὲ ἀναμιχθῶσι, κοινὴ ἔστω ἡ θέα, καὶ ζυγοστατείτω τότε ὥσπερ ἐν τρυτάνῃ τὰ γιγνόμενα καὶ συνδιωκέτω καὶ συμφευγέτω.
当双方混战在一起时,视野应当是全局的,那时应当像用天平一样衡量发生的事情,并与他们一同追击,一同败退。
καὶ πᾶσι τούτοις μέτρον ἐπέστω, μὴ ἐς κόρον μηδὲ ἀπειροκάλως μηδὲ νεαρῶς, ἀλλὰ ῥᾳδίως ἀπολυέσθω· καὶ στήσας ἐνταῦθά που ταῦτα ἐπ' ἐκεῖνα μεταβαινέτω, ἢν κατεπείγῃ· εἶτα ἐπανίτω λυθείς, ὁπόταν ἐκεῖνα καλῇ·
所有这些都应当适度,不要令人厌烦,也不要流于俗套或显得幼稚,而应当能够轻松地抽身;在某处停止这些叙述后,如果有紧急情况,就应当转移到那些事务上;然后,当从那些事务中脱身出来、而这些事务又在召唤他时,再重新返回。
καὶ πρὸς πάντα σπευδέτω καὶ ὡς δυνατὸν ὁμοχρονείτω καὶ μεταπετέσθω ἀπ' Ἀρμενίας μὲν εἰς Μηδίαν, ἐκεῖθεν δὲ ῥοιζήματι ἑνὶ εἰς Ἰβηρίαν, εἶτα εἰς Ἰταλίαν, ὡς μηδενὸς καιροῦ ἀπολείποιτο.
他应当对一切事情都保持紧迫感,并尽可能在时间上同步,从亚美尼亚飞往米底,再从那里一跃飞往伊比利亚,然后飞往意大利,以免错过任何关键时刻。

词汇与语法注释

  1. 44τοῖς κατηρτυμένοις τῶν ζωμῶν ἐοικότας ἀποφαίνει τοὺς λόγους — 动词 ἀποφαίνει 在此处表示“使……显得”或“使……成为”。τοὺς λόγους(言语、言论)是宾语,ἐοικότας(相似的)是与其一致的宾语补足语。τοῖς κατηρτυμένοις τῶν ζωμῶν(调味过度的汤)是受 ἐοικότας 支配的与格,用作对过度修饰的修辞风格的比喻。
  2. 45κινδύνων γὰρ αὐτῇ τότε ὁ μέγιστος παρακινῆσαι καὶ κατενεχθῆναι — 短语 κινδύνων... ὁ μέγιστος(最大的危险)是带有部分属格 κινδύνων 的主语。代词 αὐτῇ(指代 τῇ λέξει 即文体)是利益与格。不定词 παρακινῆσαι(发狂)和 κατενεχθῆναι(坠入)作为说明性/主格补语不定词,具体说明“最大的危险”是什么。
  3. 46οὔτε ἄγαν ἀφιστάντα καὶ ἀπαρτῶντα... οὔτε ῥυθμῷ παρ' ὀλίγον... συνάπτοντα — 分词 ἀφιστάντα、ἀπαρτῶντα 和 συνάπτοντα 为阳性单数宾格(对格)。尽管动词性形容词 χρηστέον 支配表示手段/对象的与格,但表示义务时的逻辑主语在语法上常被假定为宾格,因此这些分词与之保持一致。
  4. 49εἰ μὴ Βρασίδας τις εἴη προπηδῶν ἤ Δημοσθένης ἀνακόπτων τὴν ἐπίβασιν — 结构 εἰ μὴ... εἴη 是使用希求法的条件从句,表达潜在或假设的情况。这里引用了具体的历史英雄事迹(如修昔底德笔下在皮洛斯战役中的布拉西达斯和德摩斯梯尼),表示“除非有像布拉西达斯或德摩斯梯尼这样的人出现”的假设。

引用这一段

琉善, 如何撰写历史 §44-49. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg053.humanitext-grc3:44-49

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。