§39Τοῦ δὴ συγγραφέως ἔργον ἕν—ὡς ἐπράχθη εἰπεῖν.
历史学家的任务确实只有一个——如实叙述所发生的事。
τοῦτο δ’ οὐκ ἂν δύναιτο ἄχρι ἂν ἢ φοβῆται Ἀρταξέρξην ἰατρὸς αὐτοῦ ὢν ἢ ἐλπίζῃ κάνδυν πορφυροῦν καὶ στρεπτὸν χρυσοῦν καὶ ἵππον τῶν Νισαίων ληψεσθαι μισθὸν τῶν ἐν τῇ γραφῇ ἐπαίνων.
但是,只要他作为阿尔塔薛西斯的医生而畏惧他,或者希望通过著作中的赞美来获得一件紫色长袍、一条金项链和一匹尼萨马作为回报,他就无法做到这一点。
ἀλλ’ οὐ Ξενοφῶν αὐτὸ ποιήσει, δίκαιος συγγραφεύς, οὐδὲ Θουκυδίδης.
但是,公正的历史学家色诺芬绝不会这样做,修昔底德也不会。
ἀλλὰ κἂν ἰδίᾳ μισῇ τινας πολὺ ἀναγκαιότερον ἡγήσεται τὸ κοινὸν καὶ τὴν ἀλήθειαν περὶ πλείονος ποιήσεται τῆς ἔχθρας, κἂν φιλῇ ὅμως οὐκ ἀφέξεται ἁμαρτάνοντος.
即使他在私下里憎恨某些人,他也会认为公共利益要必要得多,并将真理看得比敌意更重;即使他爱某些人,当对方犯错时,他也不会隐瞒。
§40Ἕν γάρ, ὡς ἔφην, τοῦτο ἴδιον ἱστορίας, καὶ μόνῃ θυτέον τῇ ἀληθείᾳ, εἴ τις ἱστορίαν γράψων ἴοι, τῶν δὲ ἄλλων ἁπάντων ἀμελητέον αὐτῷ, καὶ ὅλως πῆχυς εἷς καὶ μέτρον ἀκριβές, ἀποβλέπειν μὴ εἰς τοὺς νῦν ἀκούοντας ἀλλ’ εἰς τοὺς μετὰ ταῦτα συνεσομένους τοῖς συγγράμμασιν.
因为,正如我所说,这是历史所独有的唯一特征。 如果有人要去写历史,他就必须唯独向真理献祭,而忽略所有其他的事情;总之,唯一的尺度和精确的标准是:不要看眼前的听众,而要看此后接触这些著作的后世之人。
εἰ δὲ τὸ παραυτίκα τις θεραπεύοι, τῆς τῶν κολακευόντων μερίδος εἰκότως ἂν νομισθείη, οὓς πάλαι ἡ ἱστορία καὶ ἐξ ἀρχῆς εὐθὺς ἀπέστραπτο, οὐ μεῖον ἢ κομμωτικὴν ἡ γυμναστική.
如果有人去迎合眼前的利益,他自然会被归入阿谀奉承之流,而历史自古以来,且从一开始就立即唾弃这些人,其程度不下于体育对化妆术的排斥。
Ἀλεξάνδρου γοῦν καὶ τοῦτο ἀπομνημονεύουσιν ὅς Ἡδέως ἄν, ἔφη, πρὸς ὀλίγον ἀνεβίουν, ὦ Ὀνησίκριτε, ἀποθανὼν ὡς μάθοιμι ὅπως ταῦτα οἱ ἄνθρωποι τότε ἀναγιγνώσκουσιν.
无论如何,人们也记下了亚历山大的这句话,他说:“噢,欧内西克里图斯,我倒愿意在死后重活片刻,以便了解那时候的人们如何阅读这些内容。
εἰ δὲ νῦν αὐτὰ ἐπαινοῦσι καὶ ἀσπάζονται, μὴ θαυμάσῃς· οἴονται γὰρ οὐ μικρῷ τινι τῷ δελέατι τούτῳ ἀνασπάσειν ἕκαστος τὴν παρ' ἡμῶν εὔνοιαν.
如果他们现在赞美并欢迎这些内容,你不要感到奇怪;因为他们每个人都认为,能用这不小的诱饵钓到我们的好意。
Ὁμήρῳ γοῦν, καίτοι πρὸς τὸ μυθῶδες τὰ πλεῖστα συγγεγραφότι ὑπὲρ τοῦ Ἀχιλλέως, ἤδη καὶ πιστεύειν τινὲς ὑπάγονται, μόνον τοῦτο εἰς ἀπόδειξιν τῆς ἀληθείας μέγα τεκμήριον τιθέμενοι ὅτι μὴ περὶ ζῶντος ἔγραφεν· οὐ γὰρ εὑρίσκουσιν οὗτινος ἕνεκα ἐψεύδετ' ἄν.
”无论如何,对于荷马,虽然他关于阿喀琉斯的大部分内容都写得像神话,但有些人已经开始相信他了,他们把这唯一的一点作为真理的巨大证据:他不是在写一个活着的人;因为他们找不到他为什么要撒谎的理由。
§41Τοιοῦτος οὖν μοι ὁ συγγραφεὺς ἔστω—ἄφοβος, ἀδέκαστος, ἐλεύθερος, παρρησίας καὶ ἀληθείας φίλος, ὡς ὁ κωμικός φησι, τὰ σῦκα σῦκα, τὴν σκάφην δὲ σκάφην ὀνομάσων, οὐ μίσει οὐδὲ φιλίᾳ τι νέμων οὐδὲ φειδόμενος ἢ ἐλεῶν ἢ αἰσχυνόμενος ἢ δυσωπούμενος, ἴσος δικαστής, εὔνους ἅπασιν ἄχρι τοῦ μὴ θατέρῳ τι ἀπονεῖμαι πλεῖον τοῦ δέοντος, ξένος ἐν τοῖς βιβλίοις καὶ ἄπολις, αὐτόνομος, ἀβασίλευτος, οὐ τί τῷδε ἢ τῷδε δόξει λογιζόμενος, ἀλλὰ τί πέπρακται λέγων.
因此,我所希望的历史学家应该是这样的——无畏、不阿、自由、热爱坦言与真理,正如喜剧作家所说,称无花果为无花果,称澡盆为澡盆,不因憎恨或友谊而偏袒,不留情,不怜悯,不羞怯,不顾忌,是一个公正的法官,对所有人友善,只要不对任何一方给予超过其应得的利益,在著作中是一个陌生人,没有城邦,自主,不屈从于君主,不考虑这个人或那个人会怎么想,而是说出已经发生的事。
§42Ὁ δ’ οὖν Θουκυδίδης εὖ μάλα τοῦτ' ἐνομοθέτησεν καὶ διέκρινεν ἀρετὴν καὶ κακίαν συγγραφικήν, ὁρῶν μάλιστα θαυμαζόμενον τὸν Ἡρόδοτον ἄχρι τοῦ καὶ Μούσας κληθῆναι αὐτοῦ τὰ βιβλία.
无论如何,修昔底德非常出色地确立了这一准则,并区分了历史写作的优点和缺点。 因为他看到赫罗多德受到极大的推崇,以至于他的书甚至被称为“缪斯”。
κτῆμά τε γάρ φησι μᾶλλον ἐς ἀεὶ συγγράφειν ἤπερ ἐς τὸ παρὸν ἀγώνισμα, καὶ μὴ τὸ μυθῶδες ἀσπάζεσθαι ἀλλὰ τὴν ἀλήθειαν τῶν γεγενημένων ἀπολείπειν τοῖς ὕστερον.
他说,他写这部著作是为了成为“永恒的财富”,而不是为了眼前的竞演,并且不迎合神话,而是将所发生之事的真相留给后世。
καὶ ἐπάγει τὸ χρήσιμον καὶ ὃ τέλος ἄν τις εὖ φρονῶν ὑπόθοιτο ἱστορίας, ὡς εἴ ποτε καὶ αὖθις τὰ ὅμοια καταλάβοι, ἔχοιεν, φησι, πρὸς τὰ προγεγραμμένα ἀποβλέποντες εὖ χρῆσθαι τοῖς ἐν ποσί.
他接着指出了历史的实用价值,以及任何明智之人都会设想的历史目的,以便如果将来再次发生类似的事情,人们可以参考之前记下的内容,从而很好地应对眼前的局势。
§43Καὶ τὴν μὲν γνώμην τοιαύτην ἔχων ὁ συγγραφεὺς ἡκέτω μοι, τὴν δὲ φωνὴν καὶ τὴν τῆς ἑρμηνείας ἰσχύν, τὴν μὲν σφοδρὰν ἐκείνην καὶ κάρχαρον καὶ συνεχῆ ταῖς περιόδοις καὶ ἀγκύλην ταῖς ἐπιχειρήσεσι καὶ τὴν ἄλλην τῆς ῥητορείας δεινότητα μὴ κομιδῇ τεθηγμένος ἀρχέσθω τῆς γραφῆς, ἀλλ’ εἰρηνικώτερον διακείμενος.
因此,让历史学家带着这样的思想来到我这里;至于他的语言和表达力量,让他开始写作时不要被那种猛烈而锋利、句式连绵不断、论证盘根错节的文体以及修辞学的其他可怕威力磨得过于锋利,而是要处于一种更加平和的心态中。
καὶ ὁ μὲν νοῦς σύστοιχος ἔστω καὶ πυκνός, ἡ λέξις δὲ σαφὴς καὶ πολιτική, οἵα ἐπισημότατα δηλοῦν τὸ ὑποκείμενον.
让他的思想整然且紧凑,文体明晰且平易(适合公民社会),能最显著地显现主题。