§35Ἀλλὰ ποῦ τὸ τῆς τέχνης καὶ τὸ τῆς συμβουλῆς χρήσιμον;
但是,技术和建议的用处究竟在哪里呢?
οὐκ ἐς ποίησιν τῶν προσόντων, ἀλλ’ ἐς χρῆσιν αὐτῶν τὴν προσήκουσαν.
它不在于创造本已存在的特质,而在于对其进行妥善的使用。
οἷόν τι ἀμέλει καὶ Ἴκκος καὶ Ἡρόδικος καὶ Θέων καὶ εἴ τις ἄλλος γυμναστής ὑπόσχοιντο ἄν σοι οὐ τὸν Περδίκκαν παραλαβόντες—εἰ δὴ οὗτός ἐστιν ὁ τῆς μητρυιᾶς ἐρασθεὶς καὶ διὰ ταῦτα κατεσκληκώς, ἀλλὰ μὴ Ἀντίοχος ὁ τοῦ Σελεύκου —ἀποφαίνειν Ὀλυμπιονίκην καὶ Θεαγένει τῷ Θασίῳ ἢ Πολυδάμαντι τῷ Σκοτουσσαίῳ ἀντίπαλον, ἀλλὰ τὴν δοθεῖσαν ὑπόθεσιν εὐφυᾶ πρὸς ὑποδοχὴν τῆς γυμναστικῆς παρὰ πολὺ ἀμείνω ἀποφαίνειν μετὰ τῆς τέχνης.
正如体育教练伊科斯、赫罗迪科斯、德翁或任何其他人会向你承诺的那样,他们绝不是领来佩尔迪卡斯——如果他确实是那个爱上继母并因此而消瘦的人,而不是塞琉古之子安条克斯——并承诺将他培养成奥林匹亚获胜者、以及能与萨索斯的泰阿格内斯或斯科图萨的波吕达马斯抗衡的对手,而是承诺通过技术,使给定的、天生适合接受体育训练的素材变得好得多。
ὥστε ἀπέστω καὶ ἡμῶν τὸ ἐπίφθονον τοῦτο τῆς ὑποσχέσεως εἰ τέχνην φαμὲν ἐφ' οὕτω μεγάλῳ καὶ χαλεπῷ τῷ πράγματι εὑρηκέναι· οὐ γὰρ ὁντινοῦν παραλαβόντες ἀποφαίνειν συγγραφέα φαμέν, ἀλλὰ τῷ φύσει συνετῷ καὶ ἄριστα πρὸς λόγους ἠσκημένῳ ὑποδείξειν ὁδούς τινας ὀρθάς (εἰ δὴ τοιαῦται φαίνονται) αἷς χρώμενος θᾶττον ἂν καὶ εὐμαρέστερον τελέσειεν ἄχρι πρὸς τὸν σκοπόν.
因此,如果我们说为如此伟大和艰难的事物找到了一种技术,就请抛弃对我们承诺的这种反感;因为我们并不是说领来任何人都把他培养成历史学家,而是说,对于一个天生聪明且在言辞方面受过极好训练的人,我们将指出一些正确的道路(如果它们确实显得如此),通过使用这些道路,他可以更快速、更容易地达到目标。
§36καίτοι οὐ γὰρ ἂν φαίης ἀπροσδεῆ τὸν συνετὸν εἶναι τῆς τέχνης καὶ διδασκαλίας ὧν ἀγνοεῖ· ἐπεὶ κἂν ἐκιθάριζε μὴ μαθὼν καὶ ηὔλει καὶ πάντα ἂν ἠπίστατο.
然而,你不会说聪明人不需要技术和对他所不了解的事物的指导;否则,他不用学习就能弹琴、吹笛,并且懂得一切。
νῦν δὲ μὴ μαθὼν οὐκ ἄν τι αὐτῶν χειρουργήσειεν, ὑποδείξαντος δέ τινος ῥᾷστά τε ἂν μάθοι καὶ εὖ μεταχειρίσαιτο ἐφ' αὑτοῦ.
但实际上,如果不学习,他什么也做不成;但如果有人指导,他就会很容易学会,并能自己很好地运用。
§37Καὶ τοίνυν καὶ ἡμῖν τοιοῦτός τις ὁ μαθητὴς νῦν παραδεδόσθω—συνεῖναί τε καὶ εἰπεῖν οὐκ ἀγεννής, ἀλλ’ ὀξὺ δεδορκώς, οἷος καὶ πράγμασι χρήσασθαι ἂν εἰ ἐπιτραπείη, καὶ γνώμην στρατιωτικήν ἀλλὰ μετὰ τῆς πολιτικῆς καὶ ἐμπειρίαν στρατηγικὴν ἔχειν, καὶ νὴ Δία καὶ ἐν στρατοπέδῳ γεγονώς ποτε καὶ γυμναζομένους ἢ ταττομένους στρατιώτας ἑωρακὼς καὶ ὅπλα εἰδὼς καὶ μηχανήματα, ἔτι δὲ καὶ τί ἐπὶ κέρως καὶ τί ἐπὶ μετώπου, πῶς οἱ λόχοι, πῶς οἱ ἱππεῖς καὶ πόθεν καὶ τί ἐξελαύνειν ἢ περιελαύνειν, καὶ ὅλως οὐ τῶν κατοικιδίων τις οὐδ’ οἷος πιστεύειν μόνον τοῖς ἀπαγγέλλουσιν.
因此,现在就让我们接受这样一位学生吧——他在理解和表达上都不平庸,而是目光敏锐,如果被托付事务,他也有能力处理,并且除了政治见识外,还具备军事见识和统帅经验,而且,天哪,他曾待过军营,见过士兵训练或列队,了解武器和攻城器械,此外还懂得什么是“纵队”,什么是“横队”,步兵连队如何安排,骑兵如何安排,以及他们从哪里、如何冲锋或包围,总之,他不是那种整天呆在家里的人,也不是那种只相信别人报告的人。
§38Μάλιστα δὲ καὶ πρὸ τῶν πάντων ἐλεύθερος ἔστω τὴν γνώμην καὶ μήτε φοβείσθω μηδένα μήτε ἐλπιζέτω μηδέν, ἐπεὶ ὅμοιος ἔσται τοῖς φαύλοις δικασταῖς πρὸς χάριν ἢ πρὸς ἀπέχθειαν ἐπὶ μισθῷ δικάζουσιν.
最重要的是,在一切之上,他的思想必须是自由的,既不畏惧任何人,也不期待任何事,否则他就如同那些为了贿赂、出于好恶而判决的恶劣法官。
ἀλλὰ μὴ μελέτω αὐτῷ μήτε Φίλιππος ἐκκεκομμένος τὸν ὀφθαλμὸν ὑπὸ Ἀστέρος τοῦ Ἀμφιπολίτου τοῦ τοξότου ἐν Ὀλύνθῳ, ἀλλὰ τοιοῦτος οἷος ἦν δειχθήσεται· μήτ' εἰ Ἀλέξανδρος ἀνιάσεται ἐπὶ τῇ Κλείτου σφαγῇ ὠμῶς ἐν τῷ συμποσίῳ γενομένῃ, εἰ σαφῶς ἀναγράφοιτο· οὐδὲ Κλέων αὐτὸν φοβήσει μέγα ἐν τῇ ἐκκλησίᾳ δυνάμενος καὶ κατέχων τὸ βῆμα, ὡς μὴ εἰπεῖν ὅτι ὀλέθριος καὶ μανικὸς ἄνθρωπος οὗτος ἦν· οὐδὲ ἡ σύμπασα πόλις τῶν Ἀθηναίων, ἢν τὰ ἐν Σικελίᾳ κακὰ ἱστορῇ καὶ τὴν Δημοσθένους λῆψιν καὶ τὴν Νικίου τελευτὴν καὶ ὡς ἐδίψων καὶ οἷον τὸ ὕδωρ ἔπινον καὶ ὡς ἐφονεύοντο πίνοντες οἱ πολλοί.
对于他来说,不要去在乎菲利普在奥林托斯被安菲波利斯的弓箭手阿斯特射瞎了一只眼睛,而应该让他呈现出本来的样子;也不要去在乎如果清晰地记录克雷图斯在宴会上被残忍杀害的事,亚历山大是否会感到痛苦;在公民大会中拥有巨大权力并控制讲坛的克里昂也无法恐吓他,使他不敢说这是一个毁灭性的、疯狂的人;阿提卡的所有市民也无法恐吓他,如果他记录了在西西里的惨败、德摩斯梯尼的被俘、尼基阿斯的死、他们如何口渴、喝什么样的水,以及大多数人在喝水时如何被杀戮。
ἡγήσεται γάρ—ὅπερ δικαιότατον—ὑπ' οὐδενὸς τῶν νοῦν ἐχόντων αὐτὸς ἕξειν τὴν αἰτίαν ἢν τὰ δυστυχῶς ἢ ἀνοήτως γεγενημένα ὡς ἐπράχθη διηγῆται—οὐ γὰρ ποιητὴς αὐτῶν ἀλλὰ μηνυτὴς ἦν.
因为他会认为——这是最公正的——任何有理智的人都不会因为他如实叙述了那些不幸或愚蠢发生的事而责怪他,因为他不是这些事情的制造者,而是报告者。
ὥστε κἂν καταναυμαχῶνται τότε οὐκ ἐκεῖνος ὁ καταδύων ἐστὶ κἂν φεύγωσιν οὐκ ἐκεῖνος ὁ διώκων, ἐκτὸς εἰ μή εὔξασθαι δέον παρέλιπεν.
因此,即使他们当时在海战中全军覆没,击沉船只的也不是他,即使他们逃跑,追击的也不是他,除非他漏掉了本该进行的祈祷。
ἐπεί τοί γε εἰ σιωπήσας αὐτὰ ἢ πρὸς τοὐναντίον εἰπὼν ἐπανορθώσασθαι ἐδύνατο, ῥᾷστον ἦν ἑνὶ καλάμῳ λεπτῷ τὸν Θουκυδίδην ἀνατρέψαι μὲν τὸ ἐν ταῖς Ἐπιπολαῖς παρατείχισμα, καταδῦσαι δὲ τὴν Ἑρμοκράτους τριήρη καὶ τὸν κατάρατον Γύλιππον διαπεῖραι μεταξὺ ἀποτειχίζοντα καὶ ἀποταφρεύοντα τὰς ὁδούς καὶ τέλος Συρακοσίους μὲν ἐς τὰς λιθοτομίας ἐμβαλεῖν, τοὺς δὲ Ἀθηναίους περιπλεῖν Σικελίαν καὶ Ἰταλίαν μετὰ τῶν πρώτων τοῦ Ἀλκιβιάδου ἐλπίδων.
因为,如果通过保持沉默或反过来说就能纠正这些事情,那么修昔底德只需用一根细细的笔,就可以非常轻易地推翻埃皮波莱的防御工事,击沉赫尔莫克拉底的战船,刺穿那该死的吉利普斯正当他在筑墙和挖沟阻断道路的时候,并最终把叙拉古人投入石切场,而让雅典人伴随着阿尔西比亚德斯最初的希望环游西西里和意大利。
ἀλλ’ οἶμαι τὰ μὲν πραχθέντα οὐδὲ Κλωθὼ ἂν ἔτι ἀνακλώσειεν οὐδὲ Ἄτροπος μετατρέψειε.
但是,我想已经发生的事情,即使是克洛托也无法重新纺织,阿特罗波斯也无法改变。